1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

ἐπιθυμία δὲ μηδαμοῦ φαίνηται, τὰ τῆς ἡδονῆς οἴχεται καὶ ἠφάνισται. ∆ιά τοι τοῦτο καὶ οἱ νοσοῦντες καίτοι σιτίων περισπουδάστων αὐτοῖς προκειμένων, ναυτιῶντες καὶ ἐνοχλεῖσθαι δοκοῦντες, οὕτως αὐτῶν ἀπογεύονται, ἐπειδὴ ἐπιθυμία οὐκ ἔστιν, ἡ τὴν ἀπόλαυσιν ἡδίστην ποιοῦσα. Οὔτε γὰρ ἡ τῶν σιτίων φύσις, οὔτε ἡ τῶν ποτῶν, ἀλλ' ἡ τῶν ἑστιωμένων ὄρεξις τὴν ἐπιθυμίαν τίκτειν εἴωθε καὶ τὴν ἡδονὴν ἐργάζεσθαι πέφυκε. ∆ιὰ τοῦτο καί τις σοφὸς ἀνὴρ τὰ περὶ τῆς ἡδονῆς ἀκριβῶς εἰδὼς καὶ φιλοσοφεῖν περὶ τούτων ἐπιστάμενος, ἔλεγε· Ψυχὴ ἐμπεπλησμένη κηρίοις ἐμπαίζει δεικνὺς ὅτι οὐκ ἐν τῇ φύσει τῆς τραπέζης, ἀλλ' ἐν τῇ διαθέσει τῶν ἑστιωμένων τὰ τῆς ἡδονῆς ἕστηκε. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης τὰ ἐν Αἰγύπτῳ θαύματα καὶ τὰ ἐν τῇ ἐρήμῳ καταλέγων, μετὰ τῶν ἄλλων καὶ τοῦτο εἴρηκεν ὅτι ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς, καίτοι γε οὐδαμοῦ μέλι φαίνεται πέτρα αὐτοῖς ἀναβλύσασα. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἐπειδὴ πολλῷ κατειργασμένοι τῷ καμάτῳ καὶ τῇ ὁδοιπορίᾳ καὶ σφοδρῷ κατεχόμενοι τῷ δίψει, ψυχροῖς τοῖς νάμασι προσέπιπτον, ἀντὶ ἡδύσματος μεγάλου τὸ διψῆν ἔχοντες, τὴν ἡδονὴν τῶν ναμάτων ἐκείνων παραστῆναι βουλόμενος, μέλι τὸ ὕδωρ ἐκάλεσεν, οὐχ ὡς τῆς φύσεως εἰς μέλι μεταβληθείσης, ἀλλ' ὡς τῆς ἡδονῆς τοῦ ὕδατος ἁμιλλωμένης ἐκείνῃ τῇ γλυκύτητι διὰ τὸ διψῶντας προσπεσεῖν τοὺς ἀπολελαυκότας αὐτοῦ. Ὅταν τοίνυν ταῦτα τοῦτον ἔχῃ τὸν τρόπον καὶ μηδεὶς ἀντιλέγειν δύνηται, κἂν σφόδρα ἀναίσθητος ᾖ, οὐκ εὔδηλον ὅτι παρὰ ταῖς τῶν πενήτων τραπέζαις ἡ καθαρὰ καὶ εἰλικρινὴς καὶ σφόδρα ἡδονή, ἐν δὲ ταῖς τῶν πλουσίων ἀηδία καὶ βδελυγμία καὶ μολυσμός; Καί, καθὼς εἶπεν ὁ σοφὸς ἐκεῖνος ἀνήρ, καὶ τὰ ἡδέα παρενοχλεῖν δοκεῖ.

9 Ἀλλὰ τιμᾶσθαι παρασκευάζει τοὺς ἔχοντας ὁ πλοῦτος, φησί, καὶ ἐχθροὺς ἀμύνασθαι μετ' εὐκολίας. ∆ιὰ τοῦτο οὖν εἰπέ μοι, ποθεινὸς ὑμῖν καὶ περιμάχητος εἶναι δοκεῖ ὅτι τὰ χαλεπώτατα ἐν ὑμῖν τρέφει πάθη, ὀργήν τε εἰς ἔργον ἐξάγων καὶ τῆς δοξομανίας τοὺς πομφόλυγας εἰς μείζονα ὄγκον ἐπαίρων καὶ πρὸς ἀπόνοιαν ἀλείφων τε καὶ διεγείρων; ∆ιὰ ταῦτα μὲν οὖν μάλιστα ἀμεταστρεπτὶ φεύγειν αὐτὸν χρή, ὅτι θήρια τινὰ ἄγρια καὶ χαλεπὰ εἰς τὴν διάνοιαν εἰσοικίζει τὴν ἡμετέραν, τῆς μὲν ὄντως τιμῆς τῆς παρὰ πάντων ἀποστερῶν, τὴν δὲ ἐναντίαν ἐκείνην τοῖς ἐκείνης χρώμασιν ἀναχρωννὺς καὶ οὕτω προσάγων τοῖς ἠπατημέ νοις καὶ πείθων ταύτην ἐκείνην εἶναι νομίζειν οὐκ οὖσαν τῇ φύσει, ἀλλὰ τῇ ὄψει δοκοῦσαν εἶναι. Καθάπερ γὰρ τὰ κάλλη τῶν ἑταιριζομένων γυναικῶν ἐπιτρίμμασι καὶ ὑπογραφαῖς συγκείμενα, κάλλους μὲν ἀποστέρηται, τὴν δὲ αἰσχρὰν ὄψιν καὶ δυσειδῆ καλήν τε καὶ εὐειδῆ δοκεῖν εἶναι ποιεῖ παρὰ τοῖς ἠπατημένοις, οὕτω δὴ καὶ ὁ πλοῦτος τὴν κολακείαν βιαζόμενος τιμὴν δεικνύει. Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γινομένας εὐφημίας ἴδῃς-αὗται γάρ εἰσιν τὰ χρώματα καὶ αἱ ἐπιγραφαί- ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους καὶ μισοῦντας καὶ εἴ ποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέν τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος, θερμοτέραν ἀκτῖνα ἀφείς, οὕτως ὄψει καλῶς ὅτι παρὰ πάντα τὸν χρόνον ἐν ἐσχάτῃ μὲν εἶ ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι, τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστα μισούντων σε καὶ μυρίαις σε κατὰ διάνοιαν πλυνόντων λοιδορίαις καὶ ἐν ἐσχάταις σε συμφοραῖς ἐπιθυμούντων ἰδεῖν. Τιμὴν γὰρ οὐδὲν οὕτως εἴωθεν ποιεῖν ὡς ἀρετή, τιμὴν οὐ κατηναγκασμένην, τιμὴν οὐ πεπλασμένην, οὐδὲ προσωπείῳ τινὶ φενακισμοῦ κεκρυμμένην, ἀλλὰ ἀληθῆ καὶ γνησίαν, καὶ οὐδεμιᾷ καιρῶν δυσκολίᾳ ἐλεγχομένην. 10 Ἀλλ' ἀμύνασθαι βούλει τοὺς λελυπηκότας; Καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα, καθάπερ ἔφθην εἰπών, φευκτὸς ὁ πλοῦτος. Κατὰ γὰρ σαυτοῦ τὸ ξίφος ὠθεῖν σε παρασκευάζεται καὶ βαρυτέρας τὰς ἐν τῷ μέλλοντί σοι καθίστησιν εὐθύνας καὶ ἀφορήτους ποιεῖ τὰς