1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

τιμωρίας. Τοσοῦτον γὰρ κακὸν τὸ ἀμύνασθαι, ὅτι καὶ θεοῦ φιλανθρωπίαν ἀνεκαλέσατο καὶ δοθεῖσαν ἤδη ἁμαρτημάτων ἀπείρων συγχώρησιν ἠκύρωσεν. Ὁ γὰρ μυρίων λαβὼν ταλάντων τὴν ἄφεσιν καὶ ἀπὸ ψιλῆς παρακλήσεως τοσαύτης ἀπολαύσας δωρεᾶς, ἐπειδὴ ἑκατὸν δηναρίων ἀπαίτησιν ἐποιεῖτο παρὰ τοῦ συνδούλου, τοῦτ' ἔστιν, ἐπειδὴ τῶν εἰς αὐτὸν πλημμελημάτων ἀπῄτει δίκας, ἐν τῇ περὶ τὸν ὁμόδουλον σφοδρότητι, καθ' ἑαυτοῦ τὴν καταδίκην ἐξήνεγκε. Καὶ δι' ἕτερον μὲν οὐδέν, διὰ τοῦτο δὲ μόνον καὶ τοῖς βασανισταῖς παρεδίδοτο καὶ ἐστρεβλοῦτο καὶ τὰ μυρία τάλαντα ἀπαιτεῖσθαι ἐκελεύετο καὶ συγγνώμης οὐδεμιᾶς οὐδὲ ἀπολογίας ἀπέλαυεν· ἀλλὰ τὰ ἀνήκεστα ἔπασχε, κελευσθεὶς ἅπαν καταθεῖναι τὸ χρέος, ὃ προλαβοῦσα ἡ τοῦ θεοῦ φιλανθρωπία συνεχώρησε. ∆ιὰ τοῦτο οὖν, εἰπέ μοι, ὁ πλοῦτός σοι περισπούδαστος, ὅτι σε εἰς τοιαύτην ἁμαρτίαν μετ' εὐκολίας ἐξάγει; καὶ μὴν διὰ τοῦτο αὐτὸν ὡς ἐχθρὸν καὶ πολέμιον καὶ μυρίων γέμοντα φόνων, ἀποστρέφεσθαι δεῖ. Ἀλλ' ἡ πενία, φησί, παρασκευάζει δυσχεραίνειν καὶ πολλάκις καὶ βλάσφημα ῥήματα ἐκβάλλειν καὶ ἀνελεύθερα πράγματα ὑπομένειν. Οὐχ ἡ πενία, ἀλλ' ἡ μικροψυχία. Ἐπεὶ καὶ ὁ Λάζαρος πένης ἦν καὶ σφόδρα γε πένης καὶ τῇ πενίᾳ προσῆν καὶ ἀρρωστία πενίας ἁπάσης πικρότερα, ἡ καὶ τὴν πενίαν ταύτην χαλεπωτέραν ποιοῦσα· καὶ τῇ ἀρρωστίᾳ ἐρημία τῶν προστησομένων καὶ ἀπορία τῶν θεραπευόντων ἥτις καὶ τὴν ἀρρωστίαν καὶ τὴν πενίαν πικροτέραν εἰργάζετο. Τούτων γὰρ ἕκαστον καὶ καθ' ἑαυτὸ μὲν ὀδυνηρόν, ὅταν δὲ μήδε οἱ θεραπεύοντες ὦσι, μεῖζον γίνεται τὸ δεινόν, χαλεπωτέρα ἡ φλόξ, πικροτέρα ἡ ὀδύνη, ἀγριώτερος ὁ χειμών, σφοδρότερον τὸ κλυδώνιον, φλογωδεστέρα ἡ κάμινος. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἕτερον τούτοις τέταρτον προσῆν, ἡ τοῦ πλουτοῦντος ἐκ γειτόνων οἰκοῦντος ἄδεια καὶ τρυφή. Εἰ δὲ βούλει τι καὶ πέμπτον εὑρεῖν ὑπέκκαυμα τῆς φλογός, καὶ τοῦτο ὄψει σαφῶς αὐτῷ περικείμενον. Οὐ γὰρ δὴ μόνον ἐτρύφα ὁ πλούσιος ἐκεῖνος, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον, μᾶλλον δὲ καὶ πλεονάκις τῆς ἡμέρας αὐτὸν ὁρῶν- παρὰ γὰρ τὴν εἴσοδον ἔρριπτο, θέατρον χαλεπῆς τραγῳδίας ὢν καὶ τῇ ὄψει μόνῃ καὶ λιθίνην ἵκανος μαλάξαι ψυχήν-καὶ ὅμως οὐδὲ τοῦτο ἐπεσπάσατο τὸν ἀπάνθρωπον ἐκεῖνον εἰς τὴν τῆς πενίας ἐκείνης ἀντίληψιν· ἀλλ' ὁ μὲν συβαριτικὴν παρετίθετο τράπεζαν καὶ κρατῆρας εἶχεν ἐστεμμένους, καὶ ἄκρατον ἁπλῶς ἐκχεόμενον καὶ στρατόπεδα μαγείρων, καὶ παρασίτους καὶ κόλακας καὶ χοροὺς ᾀδόντων, οἰνοχοούντων, γελωτοποιούντων καὶ πᾶν εἶδος ἐπινοῶν ἀσωτίας καὶ μεθύων καὶ κραιπαλῶν καὶ στολῇ καὶ τραπέζῃ καὶ ἑτέροις πλείοσι τρυφῶν ἅπαντα διετέλει τὸν χρόνον. Τοῦτον δὲ λιμῷ χαλεπῷ καὶ ἀρρωστίᾳ πικροτάτῃ καὶ πολιορκίᾳ τοσούτων ἑλκῶν καὶ ἐρημίᾳ, καὶ τοῖς ἐκ τούτων κακοῖς ὁρῶν καθ' ἑκάστην κατατεινόμενον τὴν ἡμέραν, οὐδὲ εἰς νοῦν ποτε ἐβάλλετο, ἀλλ' οἱ μὲν παράσιτοι καὶ οἱ κόλακες καὶ ὑπὲρ τὴν χρείαν διερρήγνυντο· ὁ δὲ πένης, καὶ οὕτω πένης, καὶ ἐν τοσούτοις κείμενος τοῖς κακοῖς, οὐδὲ ψιχιῶν ἐκ τῆς τραπέζης ἀπήλαυεν ἐκείνης καὶ ταῦτα σφόδρα ἐπιθυμῶν· καὶ ὅμως οὐδὲν αὐτὸν τούτων παρέβλαψεν, οὐ ῥῆμά τι οὐ μικρόν, οὐ μέγα ἐξέβαλε, οὐ βλάσφημον ἐφθέγξατο λόγον· ἀλλ' ὥσπερ χρυσίον τῇ σφοδροτέρᾳ πυρώσει μειζόνως καθαιρόμενον λαμπρότερον γίνεται, οὕτως ὑπὸ τῶν παθημάτων τούτων ἐνοχλούμενος, πάντων ὑψηλότερος ἦν καὶ τῶν παθῶν καὶ τῶν ἐντεῦθεν πολλοῖς τικτομένων θορύβων. Εἰ γὰρ ἁπλῶς πένητες πλουσίους ὁρῶντες τήκονται τῷ φθόνῳ, καὶ κατατείνοντα τῇ βασκανίᾳ καὶ τὸν βίον ἀβίωτον νομίζουσιν εἶναι καὶ ταῦτα τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς καὶ τοὺς θεραπεύοντας ἔχοντες· ὁ πένης οὗτος ὡς οὐδεὶς ἕτερος πένης ὤν, καὶ οὐχὶ πένης μόνον ἀλλὰ καὶ ἀσθενὴς καὶ μηδένα ἔχων τὸν προστησόμενον καὶ παρακαλέσοντα, ἀλλὰ ἐν μέσῃ τῇ πόλει καθάπερ ἐν ἐσχάτῃ κείμενος ἐρημίᾳ καὶ λιμῷ τηκόμενος πικροτάτῳ καὶ πάντα ὁρῶν ἐκείνῳ καθάπερ ἐκ πηγῶν ἐπιρρέοντα καὶ ἀνθρωπίνης μὲν οὐδεμιᾶς ἀπολαύων παραμυθίας, ταῖς δὲ τῶν