1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

κυνῶν γλώσσαις προκείμενος τράπεζα διηνεκής-οὕτω γὰρ ἦν τὸ σῶμα παρειμένος καὶ διαλελυμένος, ὡς μηδὲ ἐκείνους ἀποσοβεῖν δύνασθαι-τί οὐκ ἂν ἔπαθεν εἰ μὴ σφόδρα γενναῖος καὶ φιλόσοφος ἦν; Ὁρᾷς ὅτι ὁ ἑαυτὸν μὴ ἀδικῶν, κἂν παρὰ πάντων ἀδικῆται, οὐδὲν πάσχει δεινόν; πάλιν γὰρ τὸν αὐτὸν ἀναλήψομαι λόγον.

11 Τί γὰρ ἡ ἀρρωστία; τί δὲ ἡ ἐρημία τῶν προστησομένων; τί δὲ ἡ ἔφοδος τῶν κυνῶν; τί δὲ τὸ γειτόνημα τοῦ πλουσίου τὸ πονηρόν; τί δὲ ἡ πολλὴ χλιδὴ καὶ ὑπερηφανία καὶ ἡ ἀπόνοια ἐκείνου τὸν ἀθλητὴν τοῦτον παρέβλαψεν, ἢ μαλακώτερον πρὸς τὰ ὑπὲρ τῆς ἀρετῆς ἐποίησε σκάμματα; τί δὲ αὐτοῦ τὴν εὐτονίαν ἐλυμήνατο; Οὐδὲν οὐδαμοῦ, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἐπέρρωσε καὶ μυρίων αὐτῷ στεφάνων ὑπόθεσις γέγονε καὶ προσθήκη βραβείων καὶ πλεονασμὸς ἀντιδόσεως καὶ μειζόνων ἀμοιβῶν ὑπόθεσις, τῶν δεινῶν τὸ πλῆθος ἐκεῖνο καὶ ἡ τοῦ πλουτοῦντος ὠμότης. Οὐ γὰρ δὴ διὰ τὴν πενίαν ἐστεφανοῦτο μόνον, οὐδὲ διὰ τὸν λιμόν, οὐδὲ διὰ τὰ ἕλκη, οὐδὲ διὰ τὰς γλώσσας τῶν κυνῶν· ἀλλ' ὅτι τοιοῦτον γείτονα ἔχων καὶ καθ' ἑκάστην ὁρώμενος ὑπ' αὐτοῦ τὴν ἡμέραν καὶ ὑπερορώμενος διηνεκῶς, τοῦτον ἤνεγκεν γενναίως τὸν πειρασμὸν καὶ μετὰ πολλῆς τῆς καρτερίας καὶ τῇ πενίᾳ καὶ τῇ ἀρρωστίᾳ καὶ τῇ ἐρημίᾳ, οὐ μικρὰν ἀλλὰ καὶ σφόδρα εὐτονωτάτην συνεισφέροντα φλόγα. Τί δὲ ὁ μακάριος Παῦλος, εἰπέ μοι; οὐδὲν γὰρ κωλύει πάλιν ἐπιμνησθῆναι τοῦ ἀνδρός. Οὐχὶ μυρίας ἐδέξατο πειρασμῶν νιφάδας; τί οὖν ἐντεῦθεν ἐβλάβη; οὐκ ἐντεῦθεν μὲν οὖν καὶ μειζόνως ἐστεφανοῦτο; ὅτι ἐλίμωττεν; ὅτι κρυμῷ καὶ γυμνότητι κατετείνετο; ὅτι μάστιξι πολλάκις κατεξαίνετο; ὅτι λίθοις ἐβάλλετο; ὅτι κατεποντίζετο; Ἀλλ' ἐκεῖνος Παῦλος ἦν, καὶ κλητὸς τοῦ Χριστοῦ. Καίτοι καὶ Ἰούδας εἷς τῶν δώδεκα ἦν καὶ κλητὸς καὶ αὐτὸς τοῦ Χριστοῦ. Ἀλλ' οὔτε τὸ εἶναι τῶν δώδεκα, οὔτε ἡ κλῆσις αὐτὸν ὤνησεν, ἐπειδὴ γνώμην οὐκ εἶχε πρὸς ἀρετὴν παρεσκευασμένην, ἀλλ' ὁ μὲν Παῦλος καὶ λιμῷ παλαίων καὶ τῆς ἀναγκαίας ἀπορῶν τροφῆς καὶ τοσαῦτα καθ' ἑκάστην πάσχων τὴν ἡμέραν, μετὰ πολλῆς τῆς προθυμίας τὴν εἰς οὐρανὸν φέρουσαν ἔτρεχεν ὁδόν. Ἐκεῖνος δὲ καὶ πρὸ τούτου κληθεὶς καὶ τῶν αὐτῶν ἀπολαύσας ὧνπερ καὶ αὐτὸς καὶ μυηθεὶς τὴν ἀνωτάτω φιλοσοφίαν καὶ τραπέζης μετασχὼν ἱερᾶς καὶ τῶν φρικωδεστάτων ἐκείνων δείπνων καὶ χάριν λαβὼν τοσαύτην ὡς καὶ νεκροὺς ἐγείρειν καὶ λεπροὺς καθαίρειν καὶ δαίμονας ἐλαύνειν· καὶ τοὺς περὶ ἀκτημοσύνης πολλάκις ἀκούσας λόγους καὶ αὐτῷ τοσοῦτον χρόνον συγγενόμενος τῷ Χριστῷ καὶ τῶν πενήτων τὰ χρήματα πιστευθεὶς ὥστε τοῦ πάθους ἐκεῖθεν ἔχειν παραμυθίαν-καὶ γὰρ κλέπτης ἦν-οὐδὲ οὕτως ἐγένετο βελτίων, καίτοι τοσαύτης συγκαταβάσεως ἀπολαύσας. Ἐπειδὴ γὰρ ᾔδει ὁ Χριστὸς ὅτι φιλάργυρος ἦν καὶ διὰ χρημάτων ἔρωτα ἔμελλεν ἀπόλλυσθαι, οὐ μόνον αὐτὸν οὐκ ἀπῄτησε τούτου δίκας τότε, ἀλλ' ὥστε αὐτοῦ καταλεᾶναι τὸ πάθος καὶ τὰ χρήματα αὐτῷ τῶν πενήτων ἐπίστευσεν, ἵν' ἔχων ὅθεν κορέσῃ τὴν φιλοχρηματίαν, μὴ καταπέσῃ εἰς τὸ φρικῶδες ἐκεῖνο βάραθρον· ἐλάττονι κακῷ τὸ μεῖζον προαναστέλλων.

12 Οὕτω πανταχοῦ τὸν μὲν ἑαυτὸν μὴ βουλόμενον ἀδικεῖν, οὐδεὶς ἕτερος ἀδικῆσαι δυνήσεται· τὸν δὲ οὐκ ἐθέλοντα νήφειν καὶ τὰ παρ' ἑαυτοῦ συνεισφέρειν οἴκοθεν, οὐδεὶς οὐδέποτε ὠφελήσει. ∆ιὰ τοῦτό σοι καὶ ἡ θαυμασία τῶν γραφῶν ἱστορία, καθάπερ ἐν εἰκόνι τινὶ ὑψηλῇ καὶ μεγάλῃ καὶ πολὺ τὸ εὖρος ἐχούσῃ, τῶν παλαιῶν ἀνεγράψετο τοὺς βίους, ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ἐκτείνασα τὴν διήγησιν. Καὶ δείκνυσί σοι καὶ τοὺς ὑποσκελιζομένους καὶ τοὺς στεφανουμένους, ἵνα σὲ διὰ πάντων παιδεύσῃ ὅτι τὸν παρ' ἑαυτοῦ μὴ ἀδικούμενον οὐδεὶς ἕτερος ἀδικῆσαι δυνήσεται, κἂν πᾶσα ἡ οἰκουμένη πρὸς αὐτὸν χαλεπὸν ἀναρριπίζῃ πόλεμον. Οὔτε γὰρ δυσκολία πραγμάτων, οὔτε καιρῶν μεταβολαί, οὔτε δυναστευόντων ἐπήρειαι, οὔτε ἐπιβουλῶν νιφάδες, οὔτε συμφορῶν ὄχλος, οὔτε πάντων τῶν ἐν ἀνθρώποις κακῶν συλλεγόμενος ὁ φορυτὸς παρασαλεῦσαί τι κἂν