1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

12

αὐτοῖς ὁ στύλος τοῦ πυρὸς πηγὴ φωτὸς ἀφάτου, δύο χρείας παρέχων, τήν τε ἀπὸ τοῦ φαίνειν, τήν τε ἀπὸ τοῦ κατευθύνειν αὐτοῖς τὴν ἀποδημίαν. Οὐ γὰρ φωτειδὴς μόνον ἦν, ἀλλὰ καὶ ὁδηγοῦ παντὸς ἀκριβέστερον ἐχειραγώγει κατὰ τὴν ἤπειρον ἐκείνην τὸν ἄπειρον δῆμον ἐκεῖνον. Ἐβάδιζον δέ, οὐκ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης, ὡς ἐπὶ γῆς, καὶ τῶν ὅρων τῆς φύσεως κατετόλμων, τὸ χαλεπὸν ἐκεῖνο πεζεύοντες πέλαγος, ὡς διὰ πέτρας στερρᾶς καὶ ἀντιτύπου τινὸς ὁδοιποροῦντες. Καὶ ὅτε μὲν αὐτοῖς ὑπεστόρεστο, γῆν ἐμιμεῖτο στερρὰν τὸ στοιχεῖον καὶ πεδία ὕπτια καὶ ἀρούρας, ὅτε δὲ τοὺς ἐχθροὺς ἀπέλαβε τὰ θαλάσσης κατειργάζετο καὶ αὐτοῖς μὲν ἐγένετο ὄχημα, τοῖς δὲ πολεμοῦσιν αὐτοὺς τάφος, τοὺς μὲν μετ' εὐκολίας παραπέμπουσα, τοὺς δὲ μετὰ πολλῆς τῆς σφοδρότητος καταποντίζουσα· καὶ ἡ ἄτακτος τῶν ὑδάτων ῥύμη ἀνδρῶν λογικῶν καὶ εὐταξίαν καὶ ὑπακοὴν ἐπεδείκνυτο, νῦν μὲν φύλακος, νῦν δὲ δημίου τάξιν ἐπέχουσα, καὶ ἐν ἡμέρᾳ μιᾷ τὰ ἐναντία ἀθρόον ἐπιδεικνυμένη. Τί ἄν τις εἴποι τὰς πέτρας αἳ ποταμοὺς ἠφίεσαν ὑδάτων; τί δὲ τὰ νέφη τῶν ὀρνίθων οἳ τῶν πλήθει τῶν σωμάτων τὴν γῆν ἀπέκρυψαν ἅπασαν; τί τὰ ἐν Αἰγύπτῳ θαύματα· τί τὰ ἐν ἐρήμῳ παράδοξα; τί τὰ τρόπαια καὶ τὰς νίκας τὰς ἀναιμωτὶ γινομένας; ὡς γὰρ χορεύοντες, οὐχ ὡς πολεμοῦντες τοὺς ἀντιπίπτοντας ἐχειροῦντο. Καὶ τῶν μὲν οἰκείων δεσποτῶν χωρὶς ὅπλων ἐκράτησαν· τῶν δὲ μετὰ τὴν Αἴγυπτον μαχομένων αὐτοῖς, σαλπίζοντες καὶ ψάλλοντες οὕτω περιεγένοντο. Καὶ ἦν χορεῖα μᾶλλον ἢ πόλεμος τὰ γινόμενα, μυσταγωγία μᾶλλον ἢ μάχη. Καὶ γὰρ πάντα τὰ τεράστια ταῦτα οὐ διὰ τοῦτο ἐγένετο μόνον, ἵνα τὴν χρείαν αὐτοῖς πληρώσῃ, ἀλλ' ἵνα καὶ τὴν διδασκαλίαν, ἣν ἐνέθηκεν αὐτοῖς ὁ Μωυσῆς, τῆς θεογνωσίας ἀκριβέστερον διατήρωσι· καὶ φωναὶ πανταχόθεν ἐφέροντο τὸν δεσπότην ἀνακηρύττουσαι. Καὶ γὰρ ἡ θάλαττα ταῦτα ἐβόα, νῦν μὲν πεζευομένη, νῦν δὲ θάλαττα γινομένη καὶ τὰ Νειλῷα νάματα ταύτην ἠφίει τὴν φωνὴν πρὸς αἵματος μεταβαλλόμενα φύσιν. Καὶ οἱ βάτραχοι καὶ τὸ τῶν ἀκρίδων στρατόπεδον ἐκεῖνο καὶ ἡ κάμπη καὶ ἡ ἐρυσίβη ταῦτα διελέγετο τῷ δήμῳ παντί· καὶ τὰ ἐπὶ τῆς ἐρήμου τεράστια, τὸ μάννα, ὁ στύλος, ἡ νεφέλη, ἡ ὀρτυγομήτρα, τὰ ἄλλα πάντα ἀντὶ βιβλίου αὐτοῖς ἐγένετο καὶ γραμμάτων οὐδέποτε ἐξαλειφομένων, ἔναυλον καθ' ἑκάστην ἡμέραν παρεχόμενα αὐτοῖς τὴν μνήμην καὶ ἐνηχοῦντα αὐτῶν τὴν διάνοιαν. Ἀλλ' ὅμως μετὰ τοσαύτην καὶ τηλικαύτην πρόνοιαν, μετὰ τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, μετὰ τὸ μέγεθος τῶν θαυμάτων ἐκείνων, μετὰ τὴν κηδεμονίαν τὴν ἄρρητον, μετὰ τὴν διδασκαλίαν τὴν διηνεκῆ, μετὰ τὴν κατήχησιν τὴν ἀπὸ τῶν ῥημάτων, μετὰ τὴν παραίνεσιν τὴν ἀπὸ τῶν πραγμάτων, μετὰ τὰς νίκας τὰς λαμπράς, μετὰ τὰ τρόπαια τὰ παράδοξα, μετὰ τὴν τῶν τραπεζῶν ἀφθονίαν, μετὰ τὴν δαψίλειαν τῶν ναμάτων ἐκείνων, μετὰ τὴν ἄφατον δόξαν ἣν περιεβάλλοντο παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, ἐπειδὴ ἀγνώμονες ἦσαν καὶ ἀναίσθητοι, μόσχον προσεκύνησαν καὶ βοὸς κεφαλὴν ἐθεράπευον καὶ θεοὺς ἐπεζήτουν αὐτοῖς γενέσθαι, νεαρὰ τὰ ὑπομνήματα τῶν ἐν Αἰγύπτῳ εὐεργεσιῶν ἔχοντες τοῦ θεοῦ, καὶ πολλῶν καὶ ἄλλων ἀπολαύοντες ἔτι.

14 Ὁ δὲ τῶν Νινευιτῶν δῆμος βάρβαρος ὢν καὶ ἀλλόφυλος, οὐδενὸς τούτων μετεσχηκώς, οὐ μικροῦ, οὐ μεγάλου, οὐ λόγων, οὐ θαυμάτων, οὐκ ἔργων, οὐ ῥημάτων ἐπειδὴ ἄνθρωπον εἶδον ἐκ ναυαγίου διασωθέντα, οὐδέποτε αὐτοῖς συγγενόμενον ἔμπροσθεν, ἀλλὰ τότε πρῶτον ὀφθέντα, εἰσελθόντα καὶ εἰπόντα· Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται, οὕτως ἀπὸ τῶν ψιλῶν τούτων ῥημάτων μετεβάλοντο καὶ βελτίους ἐγένοντο καὶ τὴν προτέραν ἀποθέμενοι κακίαν, πρὸς ἀρετὴν διὰ μετανοίας ὤδευσαν, ὡς ἀπόφασιν ἀνακαλέσασθαι θεοῦ καὶ σειομένην στῆσαι πόλιν καὶ θεήλατον ὀργὴν ἀποκρούσασθαι καὶ πάσης ἀπαλλαγῆναι κακίας. Εἶδε γὰρ ὁ θεός, φησίν, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Πῶς ἀπέστη; εἰπέ μοι· καίτοι μεγάλη ἦν αὐτῶν ἡ κακία, ἄφατος ἡ πονηρία, δυσίατα τὰ