1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

ἕλκη. Καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγεν· Ἀνέβη ἡ κακία αὐτῶν ἕως τοῦ οὐρανοῦ τῷ διαστήματι τοῦ τόπου τὸ μέγεθος τῆς κακίας αὐτῶν ἐνδεικνύμενος. Ἀλλ' ὅμως τὴν τοσαύτην πονηρίαν, τὴν οὕτω κορυφωθεῖσαν καὶ ὑψωθεῖσαν ὡς καὶ ἕως τοῦ οὐρανοῦ φθάσαι, ταύτην ἐν τρισὶν ἡμέραις, ἐν βραχείᾳ καιροῦ ῥοπῇ, ἀπὸ ῥημάτων ὀλίγων ἃ παρ' ἑνὸς ἤκουσαν ἀνθρώπου, ἀγνώστου, ξένου, ναυαγοῦ γεγενημένου, οὕτω κατέλυσαν, οὕτως ἠφάνισαν, οὕτως ἐκποδὼν ἐποίησαν εἶναι, ὡς τοιαύτης ἀπολαῦσαι φωνῆς, ὅτι Εἶδεν ὁ θεὸς ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ μετενόησεν ἀπὸ τῆς κακίας ἧς εἶπεν ὁ θεὸς ποιῆσαι αὐτοῖς. Ὁρᾷς ὅτι ὁ νήφων καὶ ἐγρηγορὼς οὐ μόνον παρὰ ἀνθρώπων οὐδὲν ἀδικεῖται, ἀλλὰ καὶ θεήλατον ὀργὴν ἀνατρέπει; ὁ δὲ οἴκοθεν ἑαυτὸν προδιδοὺς καὶ καταβλάπτων, κἂν μυρίων εὐεργεσιῶν ἀπολάβῃ, οὐδὲν μέγα κερδαίνει; Οὐκοῦν οὐδὲ ἐκείνους ὠφέλησε τὰ τοσαῦτα σημεῖα, οὐδ' αὐτοὺς τούτους τὸ μὴ μετασχεῖν τούτων παρέβλαψεν· ἀλλ' ἐπειδὴ οἴκοθεν ἦσαν εὐγνώμονες μικρᾶς ἐπιλαβόμενοι ῥοπῆς βελτίους ἐγένοντο, καίτοι βάρβαροι ὄντες καὶ ἀλλόφυλοι καὶ πάντων ἀνήκοοι τῶν θείων χρησμῶν καὶ πόρρω που τῆς Παλαιστίνης ἀπῳκισμένοι.

15 Τί δὲ τῶν παίδων τῶν τριῶν, εἰπέ μοι, τὴν ἀρετὴν τὰ ἐπελθόντα κακὰ ἐλυμήνατο; οὐχὶ νέοι ὄντες καὶ νέοι κομιδῇ, ἐν ἡλικίᾳ ἀώρῳ τὴν χαλεπὴν ἐκείνην ὑπέμειναν αἰχμαλωσίαν καὶ τὴν μακρὰν ἀπεδήμησαν ἀποδημίαν καὶ πατρίδος καὶ οἰκίας καὶ ναοῦ καὶ βωμοῦ καὶ θυσιῶν καὶ προσφορῶν καὶ σπονδῶν καὶ αὐτοῦ δὲ τοῦ ψάλλειν, εἰς τὴν ἀλλοτρίαν ἐλθόντες γῆν, ἐχωρίσθησαν; Οὐ γὰρ ἡ οἰκία αὐτοῖς μόνον ἄβατος ἦν, ἀλλὰ καὶ πολλὰ τῆς λατρείας ἐντεῦθεν εἴδη. Οὐχὶ βαρβαρικαῖς ἐξεδόθησαν χερσὶ καὶ λύκοις μᾶλλον ἢ ἀνθρώποις καὶ τὸ δὴ χαλεπώτατον εἰς μακρὰν οὕτω κειμένην καὶ βάρβαρον ἀποικισθέντες γῆν καὶ αἰχμαλωσίας νόμῳ χαλεπωτάτῳ οὐ διδάσκαλον εἶχον, οὐ προφήτην, οὐκ ἄρχοντα; Οὐ γὰρ ἐστί, φησίν, ἄρχων, οὐδὲ προφήτης καὶ ἡγούμενος, οὐδὲ τόπος τοῦ καρποῦσαι ἐνώπτιόν σου καὶ εὑρεῖν ἔλεος. Ἀλλὰ καὶ εἰς τὴν βασιλικὴν οἰκίαν, ὡς εἰς σκόπελόν τινα καὶ κρημνὸν καὶ πέλαγος ὑφάλων γέμον καὶ σπιλάδων οὕτως εἰσήχθησαν, χωρὶς κυβερνήτου καὶ πρῳρέως καὶ ναυτῶν καὶ ἱστίων ἀναγκαζόμενοι τὴν χαλεπὴν ἐκείνην θαλάττην πλεῖν καὶ καθάπερ ἐν δεσμωτηρίῳ ταῖς βασιλικαῖς αὐλαῖς ἐναπειλημμένοι. Ἐπειδὴ γὰρ φιλοσοφεῖν ᾔδεσαν καὶ βιωτικῶν ἦσαν ἀνώτεροι τῶν πραγμάτων, καὶ τὸν τῦφον ἅπαντα κατεπάτησαν τὸν ἀνθρώπινον, καὶ κοῦφον αὐτῶν τὸ πτερὸν εἰργάσαντο, προσθήκην κακῶν καὶ τὴν αὐτόθι διατριβὴν ἐνόμιζον εἶναι. Ἔξω μὲν γὰρ ὄντες καὶ ἐν ἰδιωτικῇ οἰκίᾳ, πλείονος ἔμελλον ἀπολαύσεσθαι τῆς ἐξουσίας· εἰς δὲ τὸ δεσμωτήριον εἰσαχθέντες ἐκεῖνο-δεσμωτηρίου γὰρ τὴν φαντασίαν ἅπασαν ἐκείνην, καὶ κρημνῶν καὶ σκοπέλων οὐδὲ ἄμεινον εἶναι ἐνόμιζον-εὐθέως δυσκολίαν ὑπέμειναν χαλεπήν· Ὁ μὲν γὰρ βασιλεὺς ἐκέλευσε κοινωνοὺς αὐτοὺς τῆς τραπέζης εἶναι τῆς ἑαυτοῦ, τῆς συβαριτικῆς ἐκείνης καὶ ἀκαθάρτου καὶ βεβήλου, αὐτοῖς δὲ ἀπηγορεύετο τοῦτο, καὶ θανάτου χαλεπώτερον εἶναι ἐδοκεῖ· καὶ μόνοι καθάπερ ἀρνία λύκων μεταξὺ τοσούτων ἦσαν ἀπειλημμένοι. Καὶ ἀνάγκη ἦν λιμῷ τήκεσθαι, μᾶλλον καὶ τὴν ἐπὶ θάνατον ἄγεσθαι ἢ τῶν κωλυτικῶν ἀπογεύεσθαι ἐδεσμάτων. Τί οὖν ποιοῦσιν οἱ νέοι, οἱ ἐν ὀρφανίᾳ, οἱ αἰχμάλωτοι, οἱ ξένοι, οἱ δοῦλοι τῶν ταῦτα κελευόντων; Οὐκ ἐνόμισαν ἀρκεῖν αὐτοῖς εἰς ἀπολογίαν τὴν ἀνάγκην οὐδὲ τὴν τυραννίδα τοῦ τὴν πόλιν ἔχοντος, ἀλλὰ πάντα μηχανῶνται καὶ πραγματεύονται, ὥστε τὴν ἁμαρτίαν φευγεῖν, καίτοι πανταχόθεν προδεδομένοι. Οὔτε γὰρ χρήμασι πείθειν ἠδύναντο· πῶς γὰρ οἱ αἰχμάλωτοι; οὐ φιλίᾳ καὶ συνουσίᾳ· πῶς γὰρ οἱ ξένοι; οὐ δυναστείᾳ περιγενέσθαι· πῶς γὰρ οἱ δοῦλοι; οὐ πλήθει κρατῆσαι· πῶς γὰρ οἱ τρεῖς μόνοι; Προσελθόντες τοίνυν πείθουσι τὸν εὐνοῦχον ἐκεῖνον λόγοις τὸν ταύτην ἔχοντα τὴν ἐξουσίαν. Ἐπειδὴ γὰρ εὗρον αὐτὸν περιδεῆ καὶ τρέμοντα καὶ περὶ τῆς οἰκείας σωτηρίας ἀγωνιῶντα, καὶ φόβος ἀφόρητος ἦν ὁ