1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

2

ἁμαρτίας, εἰ καὶ μὴ διὰ τῆς μίξεως, ἀλλὰ διὰ τῆς ὄψεως. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, καλεῖς τοὺς παριόντας; τί δαὶ ἐξάπτεις τὸ πῦρ; πῶς δὲ νομίζεις εἶναι καθαρὰ τῆς ἁμαρτίας, πᾶσαν αὐτὴν ἐργασαμένη; Καὶ γὰρ τέλειον εἰργάσω μοιχὸν τὸν ἁλόντα σου τῷ σχήματι τούτῳ· πῶς οὖν δύνασαι μὴ εἶναι μοιχαλὶς, ὅταν τὸ ἔργον σου μοιχείας ἁλίσκηται; ἡ γὰρ ἐκείνου μανία σὸν ἔργον ἐστίν. Ὅτι γὰρ ἡ κατασκευάζουσα μοιχοὺς μοιχείας διαφυγεῖν τιμωρίαν οὐκ ἂν δυνηθείη ποτὲ, παντί που δῆλόν ἐστιν. Σὺ τὸ ξίφος ἠκόνησας, σὺ τὴν δεξιὰν ὥπλισας, σὺ τὴν ὡπλισμένην δεξιὰν κατὰ τῆς ἀθλίας ὦσας ψυχῆς· πῶς οὖν δύνασαι τῆς ἐπὶ τῷ φόνῳ τούτῳ τιμωρίας ἀπαλλάττεσθαι; Εἰπὲ γάρ μοι, τίνας μισοῦμεν καὶ ἀποστρεφόμεθα ἡμεῖς, τίνας δὲ οἱ νομοθέται καὶ οἱ δικασταὶ κολάζουσι; τοὺς πίνοντας τὰ δηλητήρια φάρμακα, ἢ τοὺς κεραννύντας τὴν κύλικα, καὶ κατασκευάζοντας αὐτὰ, καὶ διὰ τῆς τέχνης ἀπολλύντας τῆς ἑαυτῶν; οὐχὶ τοὺς πίνοντας μὲν καὶ ἐλεοῦμεν ἅτε ἠδικημένους, ἐκείνους δὲ πάσαις καταδικάζομεν ψήφοις; Καὶ οὐκ ἀρκεῖ πρὸς ἀπολογίαν αὐτοῖς τὸ λέγειν, ὅτι οὐκ ἐμαυτὸν ἔβλαψα, ἀλλ' ἕτερον ἀπώλεσα· ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο χαλεπωτέραν δίδωσι δίκην.

2 Σὺ δὲ ἀθλία καὶ ταλαίπωρε, κεράσασα τὴν κύλικα τὴν ὀλεθρίαν ταύτην, καὶ ὀρέξασα καὶ δοῦσα τὸ φάρμακον, μετὰ τὸ πιεῖν ἐκεῖνον καὶ ἀπολέσθαι ἀπολογίαν σαυτῇ νομίζεις ὑπολελεῖφθαι, τὸ μὴ αὐτὴ πιεῖν, ἀλλ' ἑτέρῳ παρασχεῖν τὸ δηλητήριον; Καίτοι γε ὑμεῖς τῶν φαρμακοπωλῶν ἐκείνων τοσούτῳ χαλεπωτέραν δώσετε δίκην, ὅσῳ καὶ ὁ θάνατος χαλεπώτερος. Οὐ γὰρ σῶμα ἀλλὰ ψυχὴν ἀναιρεῖτε· κἀκεῖνοι μὲν πολλάκις ἢ θυμῷ καὶ ὀργῇ τοῦτο πράττουσιν ἢ χρημάτων δεόμενοι· ὑμεῖς δὲ οὐδὲ εἰς ταύτην ἔχετε καταφυγεῖν τὴν πρόφασιν. Οὔτε γὰρ ἐχθροὺς ὄντας, οὔτε ἠδικηκότας, οὔτε χρημάτων δεόμεναι τοῦτο ποιεῖτε, ἀλλ' ὑπὲρ κενοδοξίας μόνης εἰς τὰς ἀλλοτρίας παίζετε ψυχὰς, τέρψιν οἰκείαν τὸν ἑτέρων ποιούμεναι θάνατον. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἐξηνέχθην ταῦτα εἰπεῖν ἑτέρωσε ὁρμῶν· διόπερ ἐπανιτέον ὅθεν ἐξέβην· Ὥσπερ γὰρ οὐκ ἀρκούντων τούτων καταισχῦναι τὸ πᾶν ἔθνος, καὶ ἄλλο τι πλέον ἐπενόησαν. Ἀλλὰ μηδεὶς περὶ πασῶν ταῦτα εἰρῆσθαι νομιζέτω· οὐ γὰρ οὕτως ἄθλιος ἐγὼ καὶ ταλαίπωρος, ὡς ὁμοῦ πάντα φύρειν καὶ συγχεῖν. Περὶ γὰρ τῶν ὑπευθύνων καὶ ταῦτα εἴρηται, καὶ τὰ μετὰ ταῦτα εἰρήσεται. Ὥσπερ οὖν οὐκ ἀρκούντων τούτων εἰς βλάβην, ἄνδρας τινὰς οὐδαμόθεν αὐταῖς προσήκοντας λαβοῦσαι συγκατακλείουσι, καὶ τὸν πάντα συνοικίζουσι χρόνον, καθάπερ ἐνδεικνύμεναι καὶ διὰ τούτων καὶ διὰ τῶν εἰρημένων, ὅτι ἄκουσαι ἐπὶ τὴν παρθενίαν εἱλκύσθησαν καὶ βίαν ὑπομείνασαι τὴν ἐσχάτην· καὶ ταύτῃ παραμυθοῦνται τὴν βίαν καὶ τὴν ἀνάγκην. Τί γάρ; οὐχὶ καὶ τούτων χείρω παρὰ πάντων, ὅταν ταῦτα γίνηται, λέγεται καὶ φίλων καὶ οἰκείων; Ταύτας δὲ ζῆν; ἀναπνεῖν δὲ ὅλως; ἀλλὰ μὴ διαπρίζεσθαι μέσας, ἢ κατορύττεσθαι ζώσας μετ' ἐκείνων αὐτῶν; Καὶ γὰρ καὶ ταῦτα καὶ τούτων πολλῷ πλείονα ἅπαντες λέγουσι· καὶ δρόμος λοιπὸν ταῖς μαίαις καθ' ἑκάστην ἡμέραν ἐπὶ τὰς τῶν παρθένων οἰκίας, καθάπερ πρὸς τὰς ὠδινούσας, οὐχ ὥστε λοχεῦσαι τίκτουσαν (γέγονε μὲν γὰρ ἐπί τινων καὶ τοῦτο), ἀλλ' ὥστε διαγνῶναι καθάπερ ἐπὶ τῶν ὠνουμένων θεραπαινίδων, τίς μὲν ἡ διεφθαρμένη, τίς δὲ ἡ ἀνέπαφος· καὶ ἡ μὲν ὑπήκουσε ῥᾳδίως τῇ δοκιμασίᾳ, ἡ δὲ ἀντέσχε, καὶ αὐτῷ τούτῳ καταισχυνθεῖσα ἀπῆλθεν, εἰ καὶ μὴ διέφθαρτο· καὶ ἡ μὲν ἑάλω, ἡ δὲ οὐχ ἑάλω, καὶ αὐτὴ δὲ πάλιν οὐχ ἧττον ἐκείνης αἰσχύνεται, μὴ δυνηθεῖσα ἀξιόπιστος ἀπὸ τοῦ τρόπου φανῆναι, ἀλλὰ μαρτυρίας τῆς ἀπὸ τῆς ἐξετάσεως δεηθεῖσα. Πόσων οὖν οὐκ ἄξια ταῦτα δακρύων; πόσων οὐκ ἄξια θανάτων; Τίς δὲ οὕτω λίθινος καὶ ἀσυμπαθὴς, ὡς μὴ πυρωθῆναι καὶ τὰ τοῦ Φινεὲς παθεῖν; Ἀλλ' ἐκεῖνος μὲν, εἰ κατὰ τὸν καιρὸν ἐκεῖνον ταύτην εἶδε γινομένην τὴν ἀσχημοσύνην, οὐκ ἂν αὐτῶν ἐφείσατο, ἀλλ' ἐποίησεν ἂν ταὐτὸ, ὅπερ καὶ ἐπὶ τῆς Μαδιανίτιδος τότε εἰργάσατο· ἡμεῖς δέ (οὐ γὰρ ἐφεῖται ἁρπάσαι μάχαιραν, οὐδὲ κεντῆσαι τῷ σειρομάστῃ