1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

4

κατάρξομαι τοῦ μέλους ὑμῖν τούτου τοῦ γοεροῦ· οὐδὲ γὰρ αἰσχύνομαι μετὰ Ἰερεμίου τοῦτο ποιῶν καὶ Ἡσαΐου καὶ Παύλου καὶ πρό γε πάντων τούτων τοῦ ∆εσπότου. Ἀρξώμεθα οὖν ὡς ὁ Χριστὸς ἤρξατο πρῶτον, καὶ εἴπωμεν· Οὐαί σοι, ψυχή· ἐπὶ ποίαν κληθεῖσα τιμὴν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ποίαν λήξῃ χώραν διὰ τὴν ῥᾳθυμίαν τὴν σήν; Οὐαί σοι, ὅτι αὐτὸς μέν σε ἐπὶ τὰς παστάδας εἵλκυσε τὰς πνευματικὰς, σὺ δὲ ἑαυτὴν ἀπορρήξασ' ἀπὸ τῆς δόξης ἐκείνης, εἰς τὸ τοῦ διαβόλου κατηνέχθης πῦρ καὶ πρὸς τὰς ἀνηκέστους κολάσεις, ἔνθα κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, ἔνθα οὐδεὶς ὁ παραμυθησόμενος, οὐδὲ χεῖρα ὀρέξων, ἀλλὰ σκότος πάντα καὶ ἀπορία καὶ θόρυβος καὶ κακὰ παραμυθίαν οὐκ ἔχοντα οὐδὲ πέρας· ταῦτά σοι πάντα ἡ τοῦ κόσμου φιλία πεποίηκε, καὶ τὸ προτιμῆσαι τοῦ οὐρανοῦ τὴν γῆν, καὶ τὸ μὴ θελῆσαι ἀκοῦσαι τῆς τοῦ νυμφίου φωνῆς συνεχῶς παραινούσης μηδὲν ἡμᾶς κοινὸν πρὸς τὰ παρόντα ἔχειν πράγματα. Τίς σε, ἀθλία καὶ ταλαίπωρε, ἐλεῆσαι δυνήσεται λοιπόν; Κἂν γὰρ αὐτὸν ἴδῃς τὸν Νῶε, τὸν ἐν τῷ κοινῷ τῆς οἰκουμένης κλυδωνίῳ τὴν οἰκίαν ὁλόκληρον διασώσαντα, καὶ πρὸς τοσαύτην στάντα ὀργὴν, κἂν τὸν Ἰὼβ, κἂν τὸν ∆ανιὴλ, κἂν μετ' ἐκείνων τὸν Μωσέα, καὶ τὸν Σαμουὴλ, καὶ τὸν παρτιάρχην Ἀβραάμ, οὐδείς σοι χεῖρα ὀρέξει λοιπόν. Κἂν γένει προσήκουσα ᾖς, κἂν θυγάτηρ, κἂν ἀδελφὴ, κἂν ἱκετηρίαν θῇς, καθάπερ ὁ πλούσιος ἐκεῖνος, πάντα εἰκῆ καὶ μάτην ἐργάσῃ. Πῶς ἐξέπεσες ἐκ τοῦ οὐρανοῦ οὐχ ἑωσφόρος οὖσα, οὐδὲ πρωῒ ἀνατέλλουσα, ἀλλ' αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων λάμψαι δυναμένη μᾶλλον; Πῶς ἐκάθισας ἔρημος; Καὶ τοὺς πλείονας δὲ τῶν θρήνων τῶν ἐπὶ τῇ πόλει λεχθέντων ἐκείνῃ οὐκ ἄν τις ἁμάρτοι μεταφέρων ἐπὶ τὴν αἰχμάλωτον ταύτην ψυχὴν, τὴν μᾶλλον ἐκείνης αἰχμάλωτον. Ἀλλὰ τάχα τῶν θρήνων ἅλις, ἅλις δὲ ὡς ἐν συγγραφῆ καὶ βιβλίῳ· ἐπεὶ καὶ τούτων χωρὶς οὐδ' ἂν ὁ πᾶς ἡμῖν ἀρκέσειε χρόνος, ὥστε κατ' ἀξίαν ὀδύρασθαι τὴν τὰ τοιαῦτα παθοῦσαν ψυχήν. Τί γὰρ ἄν τις ὀλοφύροιτο πρῶτον; ὅτι τὸ τίμιον καὶ μέγα καὶ ἅγιον ὄνομα τοῦ Θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καὶ ἡ δόξα αὐτοῦ βεβηλοῦται; ὅτι πρᾶγμα οὕτω σεμνὸν καὶ μέγα διαβέβληται; ἀλλ' ὅτι ψυχαὶ πολλαὶ διὰ τῶν σκανδάλων καταπίπτουσι τούτων; ἀλλ' ὅτι καὶ τὸ ὑγιαῖνον τοῦ χοροῦ μέρος τῇ τῆς ὑμετέρας δόξης ἀναχρώννυται κηλῖδι; ἀλλ' ὅτι καὶ τὸ ἄσβεστον καὶ ὑμῖν αὐταῖς καὶ τοῖς συνοικοῦσιν ἀνάπτεται πῦρ; Καὶ πῶς ταῦτα ἀνάγκη συμβῆναι, φησίν, ὅταν ἔχωμεν δεῖξαι τὸ σῶμα ἡμῖν μὴ διεφθαρμένον μηδὲ πεπορνευμένον; Μάλιστα μὲν αὕτη ἡ ἐπίδειξις οὐχὶ νῦν, ἀλλὰ τότε ἔσται δήλη κατὰ τὴν ἡμέραν ἐκείνην. Μαίας μὲν γὰρ σοφία καὶ τέχνη τοσοῦτον δύναται μόνον ἰδεῖν, εἰ μῖξιν ἀνδρὸς οὐκ ἐδέξατο τὸ σῶμα· εἰ δὲ καὶ τὴν ἁφὴν ἀνελεύθερον καὶ τὴν ἀπὸ τῶν φιλημάτων καὶ τὴν τῶν περιπλοκῶν μοιχείαν διέφυγε καὶ φθορὰν, ἡ ἡμέρα δηλώσει τότε ἐκείνη, ὅταν ὁ ζῶν τοῦ Θεοῦ Λόγος, ὁ τὰ κρυπτὰ τῶν ἀνθρώπων εἰς μέσον ἄγων, καὶ τοῖς λάθρα γινομένοις παρὼν, πάντα γυμνὰ καὶ τετραχηλισμένα πρὸ τῶν ἁπάντων ὀφθαλμῶν θῇ, τότε εἰσόμεθα καλῶς εἰ τούτων ἐστὶ καθαρόν σου τὸ σῶμα καὶ πάντοθεν ἄφθορον.

4 Πλὴν ἀλλ' οὐδὲν ὑπὲρ τούτων ἀκριβολογούμεθα οὐδὲ φιλονεικοῦμεν· ἀλλὰ κείσθω τέως αὐτὸ πάντων τούτων ὑπερενηνέχθαι τῶν δικτύων· εἶναί τε πάντοθεν καθαρὸν, καὶ πάσης ἠλευθερῶσθαι λαβῆς· καὶ μενέτω παρθένος ἡ παρθένος· τί τοῦτο πρὸς τὰ εἰρημένα παρ' ἡμῶν; Καὶ γὰρ τὸ δεινότατον τοῦτό ἐστι, καὶ μυρίων γέμον δακρύων, ὅτι τοσοῦτον ὑπέμεινε πόνον πάντοθεν τὸ σῶμα διατηροῦσα ἀκριβῶς, καὶ πάντα τὸν πόνον ἐκένωσεν, καὶ τὸν μόχθον ἐξέχεεν διὰ τῆς εἰς τὸν Χριστὸν βλασφημίας, καὶ τῆς σαρκὸς φεισαμένη τῆς δόξης οὐκ ἐφείσατο τοῦ Θεοῦ, ἀλλ' ὅπως μὲν ἀνέπαφον αὐτῇ μένοι τὸ σῶμα, πάντα ἐποίησεν, ὅπως δὲ ἐκεῖνος μὴ ὑβρίζοιτο μηδὲ καταισχύνοιτο παρὰ τοῖς πολλοῖς, οὐδὲ λόγον ἔσχε τινά. Εἴθε μὲν οὖν μὴ πάντα ἔπραττε καὶ ἐπετήδευεν, ἐξ ὧν ἡ τοῦ Θεοῦ διαβάλλεται δόξα. Καὶ πῶς τοῦτο ποιῶ; φησίν. Ἄνδρας ἀποκλείουσα μετὰ σαυτῆς ἐπὶ τῆς οἰκίας, καὶ διὰ