1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

παντός σοι παρακαθίζουσα. Εἰ γὰρ ἄνδρας ἐπιθυμεῖς ἔχειν συνοικοῦντας, οὐκ ἔδει παρθενίαν ἑλέσθαι, ἀλλ' ἐπὶ τὸν γάμον ἐλθεῖν· πολλῷ γὰρ βέλτιον γαμεῖν ἐκείνως, ἢ παρθενεύειν οὕτως. Τὸν μὲν γὰρ τοιοῦτον γάμον οὔτε ὁ Θεὸς καταδικάζει, οὔτε ἄνθρωποι διαβάλλουσι· τίμιον γάρ ἐστι τὸ πρᾶγμα, οὐδένα ἀδικοῦν, οὐδένα πλῆττον· ἡ δὲ παρθενία αὕτη ἡ μετὰ ἀνδρῶν πορνείας χαλεπώτερον παρὰ πᾶσι διαβέβληται· καὶ τὴν οἰκείαν ἀπολέσασα τάξιν, κάτω που καὶ παρ' αὐτὸ τῆς πορνείας ἐξεκυλίσθη τὸ βάραθρον. Οὔτε γὰρ μετὰ τῶν παρθένων ἀνάσχοιτό τις ἂν ἀριθμῆσαι τὴν μὴ τὰ τοῦ Κυρίου μεριμνῶσαν, ἀλλὰ μυρίους ἐργαζομένην μοιχοὺς, οὔτε δὲ μετὰ τῶν γεγαμημένων. Ἐκείνη μὲν γὰρ φροντίζει, ὅπως ἀρέσῃ ἀνδρὶ ἑνί· σὺ δὲ μυρίοις, καὶ τούτοις οὐ νόμῳ γάμου γνωρίμοις, ἀλλ' ἑτέρῳ τινὶ τρόπῳ διαβεβλημένῳ καὶ κατεγνωσμένῳ παρὰ πάντων. Ὅθεν δέδοικα μὴ τῆς χώρας ἑκατέρας ἐκβληθεῖσα μετὰ τῶν ἡτιμωμένων γυναικῶν φανῇς ταττομένη. Καὶ γὰρ καὶ ἀπὸ τῆς προσηγορίας αὐτῆς εἴ τις ταῦτα ψηφίσασθαι βούλοιτο, οὐδὲ ἐνταῦθα πάλιν ἀντειπεῖν τι δυνησόμεθα. Ὅταν γὰρ ἢ εἰς ἀγορὰν ἐμβάλωσιν, ἢ λόγος τις οἴκοι περὶ αὐτῶν γίνηται, οἱ διαλεγόμενοι περὶ τῆς ἀτόπου συζυγίας ταύτης, δηλῶσαι βουλόμενοι τὴν τοῦ δεῖνος, οὐ τὴν μητέρα καλοῦσιν, (οὐ γὰρ αὐτὸν ἔτεκεν), οὐδὲ τὴν ἀδελφήν, (οὐ γὰρ τὰς αὐτὰς ἔλυσεν ὠδῖνας), οὐδὲ τὴν γαμετήν, (οὐ γὰρ νόμῳ γάμου συνῴκησεν), οὐδὲ ἄλλο τι συγγενείας ὄνομα τῶν συγκεχωρημένων καὶ κατὰ νόμον κειμένων, ἀλλὰ τὸ αἰσχρὸν καὶ καταγέλαστον-οὐ γὰρ ἂν ἔγωγε ἀνασχοίμην αὐτὸ εἰπεῖν· οὕτω μισῶ καὶ τὴν προσηγορίαν αὐτὴν καὶ ἀποστρέφομαι, καὶ προσίσταταί μοι καὶ ἡ ἐπωνυμία τῆς συνοικήσεως. Ἀλλ' οὐκ ἔτεκες, οὐδὲ ὤδινες. Καὶ τί ταύτης τῆς ἀπολογίας αἰσχρότερον; τί δὲ ἀθλιώτερον, ὅταν ἀπὸ τούτων βούληται φαίνεσθαι παρθένος ἡ παρθένος, εἰς ἃ καὶ τῶν πορνευομένων πολλαὶ γυναῖκες καταφυγεῖν ἔχουσιν; Ἀλλ' ἐκεῖναι ἑτέρωθεν δῆλαι, φησίν, εἰσὶν ἀσελγαίνουσαι. Πόθεν ἑτέρωθεν, εἰπέ μοι; Ἀπὸ τοῦ σχήματος, ἀπὸ τοῦ βλέμματος, ἀπὸ τοῦ βαδίσματος, ἀπὸ τῶν ἐραστῶν τῶν ἁλισκομένων τούτοις. Καλῶς μὲν ἡμῖν ὑπέγραψας τὸν χαρακτῆρα τῆς πόρνης γυναικός· ἀλλ' ὅρα μὴ σαυτὴν πρὸ ἐκείνης ἕλῃς τούτοις τοῖς τεκμηρίοις καὶ τοῖς ἐλέγχοις· καὶ γὰρ καὶ σὺ τοιούτοις ἑαυτῇ πολλοὺς κατασκευάζεις ἐραστὰς, καὶ διὰ τῶν αὐτῶν δικτύων. Εἰ δὲ μὴ ἵστασαι ἐπ' οἰκήματος καλοῦσα τοὺς παριόντας, ἀλλ' ἔχεις ἔνδον συγκεκλεισμένους διὰ παντὸς πολὺ χαλεπώτερον, δι' ἕτερον μὲν οὐδὲν, ἵνα δὲ ἡδονὴν πληρώσῃς ἄτοπον τὴν ἐκείνου καὶ τὴν σαυτῆς, οὐ τὴν διὰ τῆς μίξεως λέγω. Ἀλλὰ τί τὸ κέρδος, ὅταν καὶ ἡ διὰ τῶν ὀφθαλμῶν συνουσία τὸ αὐτὸ τοῦτο ἐργάζηται; ἐπεὶ, εἰ μὴ τοῦτο ἔστι, μηδὲ ταύτην μοιχεύετε τὴν μοιχείαν, τίνος ἕνεκεν αὐτὸν ἔχεις οἴκοι; ποίαν αἰτίαν δικαίαν καὶ εὔλογον ἡμῖν ἐρεῖς; Ἡ μὲν γὰρ γεγαμημένη τὸν γάμον ἐρεῖ, ἡ δὲ πορνευομένη τὴν ἀσέλγειαν· σὺ δὲ ἡ παρθένος ποίαν ἡμῖν προβαλῇ πρόφασιν εὐπρόσωπον καὶ δικαίαν; Τί γὰρ τοῦτο περιεργάζῃ, φησίν, ὅταν μὴ συγκαθεύδωσιν μηδὲ συγγίνωνται ἡμῖν οἱ συνοικοῦντες, καθάπερ ἐκείναις ἐκεῖνοι; Μάλιστα μὲν καὶ τοῦτο πολλοὶ λέγουσιν. Καὶ τί τοῦτο; φησί· κατὰ τῆς ἑαυτῶν κεφαλῆς. Εἰ μὲν κατὰ τῆς ἑαυτῶν κεφαλῆς μόνον, ὕστερον τοῦτο ζητήσομεν. Καὶ ἤδη μὲν γὰρ σαφῶς ἀποδέδεικται, ἡνίκα τοῖς ἀνδράσι διελεγόμεθα, ὅτι οὐχ οἱ κακῶς λέγοντες μόνον, ἀλλὰ καὶ οἱ τὰς αἰτίας παρέχοντες εἰκῇ, τῆς ἐπὶ τῇ κατηγορίᾳ κειμένης εἰσὶν ὑπεύθυνοι τιμωρίας· πλὴν ἀλλὰ τοῦτο μὲν καὶ αὖθις ἀποδείξομεν πάλιν· τέως δ' ἐάν σε ἔρωμαι τῆς ὁμοσκηνίας τὴν πρόφασιν ταύτης, τίνα ἔχεις εἰπεῖν; Ἀσθενής, φησίν, εἰμὶ καὶ γυνὴ, καὶ οὐχ ἱκανὴ μόνη ταῖς χρείαις ἀρκέσαι ταῖς ἐμαυτῆς. Καὶ μὴν, ὅτε τοῖς συνοικοῦσιν ὑμῖν ἐνεκαλοῦμεν, τἀναντία λεγόντων ἠκούομεν, ὅτι διὰ τὴν αὑτῶν διακονίαν ὑμᾶς κατέχουσιν. Πῶς οὖν αἱ καὶ τοὺς ἄνδρας ἀναπαῦσαι δυνάμεναι ἐκ περιουσίας, ἑαυταῖς γυναιξὶν οὔσαις οὐ δυνήσεσθε βοηθεῖν, ἀλλ' ἑτέρων δεήσεσθε; Καθάπερ γὰρ ἀνὴρ ἀνδρί, οὕτω καὶ γυνὴ γυναικὶ ῥᾷον καὶ εὐκολώτερον συνοικήσειεν ἄν· ὅταν δὲ