1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

τοῦτο ἐργάσεται. Καὶ τί λέγεις; ἀσθενής ἐστιν ὁ πληττόμενος; Οὐκοῦν φειδοῦς, οὐ πληγῆς ἄξιος. Τραύματα ἔχει; Μὴ τοίνυν ἐπιτρίψωμεν, ἀλλ' ἰασώμεθα. Ὑποπτεύει πονηρῶς καὶ ἀλογίστως; Οὐκοῦν ἀνέλωμεν τὴν ὑποψίαν, μὴ ἐπιτείνωμεν· εἰς γὰρ Χριστὸν αὐτὸν ἁμαρτάνεις, ἡ τοιαῦτα φιλονεικοῦσα. Ἢ οὐκ ἀκούεις συνεχῶς ἐν μὲν τῇ Παλαιᾷ τοῦ Μωσέως λέγοντος ὅτι Θεός ἐστι ζηλωτής; αὐτοῦ δὲ, ὅτι Ἐζήλωκα τὴν Ἱερουσαλήμ; ἐν δὲ τῇ Καινῇ τοῦ Παύλου βοῶντος, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Τοῦτο, εἰ καὶ μηδὲν ἕτερον, ἀλλ' ἱκανὸν ἦν τὴν μὴ σφόδρα νοσοῦσαν καὶ ἀπηλγημένην ἐπιστρέψαι ψυχήν· οὕτω γὰρ φοβερὸν ὂν, ἡδὺ μᾶλλόν ἐστιν ἢ φοβερόν. Οὐ γὰρ ἂν ζῆλός ποτε γένοιτο, μὴ θερμῆς τινος καὶ ζεούσης προϋποκειμένης ἀγάπης· ὥστε τῆς σφοδρᾶς καὶ πεπυρωμένης τοῦ Θεοῦ φιλίας τεκμήριον τοῦτο ἔστιν. Οὐδὲ γὰρ πόθος ἐστὶν ὁ ζῆλος ἐπὶ Θεοῦ, ἀλλὰ τὴν ἄφατον αὑτοῦ φιλοστοργίαν ἑρμηνεῦσαι βουλόμενος, τούτῳ πολλάκις ἀποκέχρηται τῷ ὀνόματι. Ἀλλ' ὅμως ἡμεῖς οἱ σφόδρα ἀναίσθητοι πρὸς τὰς ἀνθρωπίνας καταπίπτομεν συμπαθείας, καὶ τὸν μὲν οὕτως ἡμῶν σφοδρῶς ἐρῶντα καθυβρίζομεν, τοὺς δὲ οὐδὲν δυναμένους ὠφελῆσαι παντὶ τρόπῳ θεραπεύομεν. Τί γάρ σε, ὦ ταλαίπωρε, τοσοῦτον ὀνῆσαι δυνήσεται ἡ ψυχρὰ αὕτη συνοίκησις, ὅσων ἐκβάλλει σε θησαυρῶν; Σκόπει δέ· κατάγει σε ἐκ τῶν οὐρανῶν, τοῦ νυμφῶνος ἀπελαύνει τοῦ πνευματικοῦ, διαζεύγνυσίν σε τοῦ οὐρανίου νυμφίου, προξενεῖ τὴν ἀθάνατον κόλασιν, τὰ βασανιστήρια τὰ τέλος οὐκ ἔχοντα. Ἀντὶ τούτων, εἰ τάλαντα χρυσίου παρεῖχεν ὁ συνοικῶν μυρία, εἰ τῶν ἀργυρωνήτων σοι μᾶλλον ὑπέκειτο ἀνδραπόδων, εἰ τῆς βασιλίδος αὐτῆς ἐν πλείονί σε καὶ τιμῇ καὶ ἀναπαύσει καθίστη, ἆρα οὐχ ὡς λυμεῶνα καὶ ἐχθρὸν καὶ μείζονα ἀφαιρούμενον ἢ διδόντα, οὕτω μισεῖν καὶ ἀποστρέφεσθαι δεῖ; -Περὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν ὁ λόγος σοι πρόκειται, περὶ τῆς ἐκεῖ βασιλείας, περὶ τῆς ἀθανάτου ζωῆς, περὶ τῆς ἀπορρήτου δόξης· σὺ δὲ γηΐνων μνημονεύεις πραγμάτων, καὶ τὸν ἐν ἐκείνοις χρήσιμον εἶναι δοκοῦντα θεραπεύεις ὥσπερ δεσπότην, καὶ οὐ καταδύῃ, οὐδὲ εὔχῃ διαστῆναί σοι τὴν γῆν, καὶ οὕτως ἐνθένδε ἀπελθεῖν;

7 Ἀλλ' ἀσθένειάν μοι προβάλλῃ γυναικείας φύσεως, καὶ χρειῶν ἀνθρωπίνων οἰκονομίαν, καὶ ἀνάπαυσιν τὴν κατὰ τὴν οἰκίαν, πλάττουσα καὶ συντιθεῖσα τὰς οὐκ οὔσας προ φάσεις. Ἀλλ' οὐδὲ οὕτω λήσεις τοὺς νοῦν ἔχοντας. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀνάπαυσις ἡ καταναγκάζουσα τοσαῦτα ἀσχημονεῖν. Γυνὴ γὰρ, εἰ βουληθείη, οὐχ ἑαυτῇ μόνον, ἀλλὰ καὶ ἑτέροις ἀρκέσει πλείοσιν εἰς διακονίαν, ἐπεὶ καὶ ἐξ ἀρχῆς τἀνδρὸς τὰ πολιτικὰ πράγματα λαχόντος, τὸ οἰκουρεῖν αὐτὴ καὶ οἰκονομεῖν τὰ ἔνδον ἅπαντα ἐκληρώσατο. Οὐ τοίνυν οὐκ ἀναπαύσεως δεόμεναι ἕλκετε τοὺς ἄνδρας ἔνδον. Ἀλλὰ τί; φησί· πορνείας ἕνεκεν καὶ ἀσελγείας; Ἐγὼ μὲν οὐκ ἂν εἴποιμι τοῦτο, μὴ γένοιτο, ἀλλὰ καὶ τοῖς λέγουσιν ἐπιτιμῶν οὐ παύσομαι· εἴθε καὶ πεῖσαι δυνατὸν ἦν. Τίς οὖν ἐστιν ἡ πρόφασις ἡ ποθεινὸν ἡμῖν τὸ πρᾶγμα ποιοῦσα; φησί. Κενοδοξίας ἔρως. Καὶ καθάπερ ἀνδράσιν ἡδονὴ ψυχρὰ καὶ ταλαίπωρος, οὕτω καὶ ταύταις φιλοτιμίας ἐπιθυμία τὴν ὁμοσκηνίαν ταύτην ἐργάζεται. Κενόδοξον μὲν γὰρ ἅπαν, ὡς εἰπεῖν, τὸ τῶν ἀνθρώπων ἔθνος, μάλιστα δὲ τὸ γυναικεῖον γένος· ὅταν γὰρ μήτε ἀναπαύσεως δέωνται, καθάπερ ἀποδέδεικται, μήτε διαφθείρωνται μετ' αὐτῶν, εὔδηλον ὅτι τοῦτο λείπεται ὑποπτεύειν μόνον. Ἐπεὶ οὖν αὐτὴν τοῦ κακοῦ τὴν ῥίζαν ηὑρήκαμεν, φέρε λοιπὸν τὸ ἐγκαλεῖν ἀφέντες, παραινῶμεν καὶ πείθωμεν, ὅτι καθάπερ τῶν ἀνδρῶν οἱ συνοικοῦντες αὐταῖς δοκοῦσι μὲν ἡδονὴν καρποῦσθαι, πλείονι δὲ περιβάλλονται βασάνῳ (καὶ γὰρ ἐκείνη μόνη καθαρὰ γένοιτ' ἂν ἡδονὴ καὶ μόνιμος, ἡ τοῦ χωρισμοῦ), οὕτω δὴ καὶ ταύταις δοκεῖ μὲν, ὡς αὐταὶ νομίζουσι, δόξα τις ἐντεῦθεν καὶ περιφά νεια τίκτεσθαι· εἰ δὲ ἀκριβῶς τις ἐξετάσειε, γέλωτος καὶ αἰσχύνης καὶ ὀνειδῶν καὶ τῆς ἐσχάτης ἐμπίπλανται ἀδοξίας. Καὶ ὑπὲρ τούτων εἴρηται μὲν ἡμῖν καὶ ἐν ἀρχῇ βραχέα, εἰρήσεται δὲ καὶ νῦν. Ἔστω γὰρ ὁ συνοικῶν, εἰ