1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

βούλει, μὴ τῶν εὐτελῶν τις, μηδὲ τῶν ἀπερριμμένων, ἀλλὰ τῶν πολλὴν ἐν Ἐκκλησίᾳ δύναμιν ἐχόντων, καὶ ἐπὶ γένους δὲ λαμπρότητι, καὶ ἐπὶ λόγων δυνάμει, καὶ εὐλαβείᾳ θαυμαζέσθω παρὰ πᾶσι, καὶ πάντοθεν ἔστω λαμπρός· οὐδὲ γὰρ οὕτως δυνήσεται ταύτην ποιῆσαι περιφανῆ καὶ εὐδόκιμον. Τὸν γὰρ μέλλοντα καρποῦσθαι δόξαν ἐκ τῆς πρός τινα φιλίας, τὴν ἐκείνου δόξαν πρότερον φυλάττειν δεῖ τοῦ παρέχοντος τὸ δοξάζεσθαι· ὡς εἴ γε ταύτῃ λυμήναιτο, πολλῷ μᾶλλον ἂν τὴν ἑαυτοῦ καταβάλοι. Ὥσπερ γὰρ πηγῆς διαφθειρομένης καὶ τὰ προχεόμενα κοινωνεῖ νάματα τοῦ μολυσμοῦ, καὶ ῥίζης σηπομένης πολλῷ μᾶλλον ὁ καρπὸς τοῦτο πείσεται· οὕτω καὶ νῦν, τοῦ μέλλοντος τὴν παρθένον δεικνύναι λαμπρὰν γενομένου καταγελάστου διὰ τῆς συνοικήσεως, αὐτὴ πρὸ ἐκείνου καὶ μετ' ἐκείνου κοινωνήσει τοῦ γέλωτος· κἂν τύχῃ τις τῇ γυναικὶ χρηστὴ παρὰ πολλοῖς προϋπάρχουσα δόξα, καὶ ταύτην εἰσελθὼν ἐκεῖνος ἀπελάσει τῆς οἰκίας· τοσοῦτον ἀπέχει καὶ ἑτέραν προσθεῖναι τοιαύτην· κἂν αὐτὸς ἔχῃ πάλιν τοιαύτην ὑπόληψιν, τοῦτο καὶ αὐτὸς πείσεται. Οὐκ ἄρα δόξαν ὑμῖν χρηστὴν προστίθησιν αὕτη ἡ κοινωνία τῆς οἰκήσεως, ἀλλὰ καὶ τὴν οὖσαν ἀναιρεῖ, καὶ τὴν οὐκ οὖσαν ἐπάγει τὴν πονηρὰν ἀμφοτέροις. Καὶ ὃ περὶ τῶν Ἰουδαίων ὁ προφήτης εἶπεν, εὔκαιρον καὶ νῦν εἰπεῖν· Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ οἱ ταῖς τοιαύταις συνοικοῦντες τὴν κηλῖδα ἀποθήσονταί ποτε ταύτην· οὕτω, καθάπερ τις καυτὴρ σώματι, ταῖς ἀμφοτέρων ὑπολήψεσιν ἐγκαίεται ἐπισκοτοῦσα ἅπασιν αὐτῶν τοῖς καλοῖς. Ἀλλ' ἴσως δόξαν ἡγοῦνται αὐτὸ τοῦτο ᾑρηκέναι τοὺς ἄνδρας. Ἀλλ' οὗτός ἐστιν ὁ πολὺς γέλως, καὶ ᾧ μάλιστα αἱ ἑταιριζόμεναι ἐγκαλλωπίζονται μόναι. Οὐ γὰρ δὴ γυναικῶν ἐλευθέρων οὐδὲ σωφρόνων τὸ τούτοις ἐναβρύνεσθαι τοῖς δικτύοις. Ἐπεὶ καὶ αὕτη πάλιν ἑτέρα ἀτιμίας ὑπόθεσις, καὶ ὅσῳπερ ἂν κρατῶσι τῶν ἀνδρῶν, καὶ χαλεπώτερα ἐπιτάττωσι, τοσούτῳ μᾶλλον ἑαυτὰς καταισχύνουσι μετ' ἐκείνων. Οὐδὲ γὰρ ἡ δουλουμένη τοὺς ἄνδρας γυνὴ, ἀλλ' ἡ αἰδουμένη αὕτη πᾶσίν ἐστιν αἰδέσιμός τε καὶ ἐπίσημος. Εἰ δὲ οὐκ ἀνέχοιντο τῶν ῥημάτων τῶν ἡμετέρων, ὁ τοῦ Θεοῦ νόμος αὐτὰς ἐπιστομίσαι δυνήσεται, λέγων οὕτως· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνήρ. Καὶ ἑτέρωθεν δὲ εὕροι τις ἂν πολλαχόθεν τοῦτο οὕτω νενομισμένον, καὶ ταύτην ἄνωθεν οὖσαν τὴν τάξιν. Ὥστε ἀσχημοσύνη μεγάλη, ὅταν τὰ ἄνω κάτω γίνηται, κάτω μὲν ἡ κεφαλὴ, τὸ σῶμα δὲ ἄνω. Εἰ δὲ ἐπὶ γάμου τοῦτο αἰσχρὸν, πολλῷ μᾶλλον ἐπὶ ταύτης τῆς συζυγίας, ἔνθα οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι νόμου παράβασίς ἐστι τὸ γινόμενον θείου, ἀλλ' ὅτι πονηροτέραν καὶ τῇ γυναικὶ καὶ ἑαυτῷ περιτίθησι δόξαν. Εἰ γὰρ τὸ συνοικεῖν αἰσχρὸν, πολλῷ δήπου τὸ συνοικοῦσαν δουλοῦσθαι· οὐδὲ γὰρ πανταχοῦ τὸ κρατεῖν ἔπαινον φέρει, ἀλλ' ἔστι καὶ μὴ κρατοῦντα εὐδοκιμεῖν, καὶ κρατοῦντα ἀσχημονεῖν. 8 Ὥστε, εἰ βούλει θαυμάζεσθαι παρ' ἀνδράσι, μηδέν σοι κοινὸν ἔστω πρὸς αὐτούς· πόρρω καὶ συνουσίας καὶ ὄψεως καὶ συνοικήσεως γίνου τῆς ἐκείνων. Τότε σε καὶ γυναῖκες ἐκπλαγήσονται, καὶ ἄνδρες θαυμάσονται πάντες ὁμοῦ ἅτε παρθένον οὖσαν, καὶ τῷ νυμφίῳ προσεδρεύουσαν ἀπερισπάστως· τότε σε οὐχ οἱ οἰκεῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες, καὶ Ἰουδαῖοι, καὶ πᾶν τὸ τῶν ἀνθρώπων ἀποδέξεται γένος. Ὥστε εἰ δόξαν ζηλοῖς, ταύτην ὅδευε τὴν ὁδὸν, μὴ τὴν ἐναντίαν· τότε σε οὐκέτι τὴν τοῦ δεῖνος καλέσουσι καὶ τοῦ δεῖνος, ἀλλὰ τὴν τοῦ Χριστοῦ· τούτου δὲ κόσμος ἕτερος ἴσος οὐκ ἄν σοί ποτε γένοιτο παρ' οὐδενός. Ἢ μικρὰ ταῦτα, εἰπέ μοι, καθ' ἑκάστην ᾀδόμενα τὴν ἡμέραν καὶ ἐν ἀγορᾷ καὶ ἐν οἰκίαις καὶ ἐν ἑτέραις πόλεσιν· Ἡ δεῖνα, κόρη τε οὖσα καὶ νέα κομιδῇ καὶ σφόδρα εὐπρόσωπος, πολλοὺς, εἴ γε ἤθελεν, ἐπισπάσασθαι δυναμένη προστά τας, οὐκ ἠθέλησεν, ἀλλ' εἵλετο πᾶν ὁτιοῦν ὑπομεῖναι καὶ παθεῖν, ἢ τὴν τοῦ Χριστοῦ προδοῦναι φιλίαν, καὶ τὸ τῆς σωφροσύνης ἄνθος ἀφανίσαι; Μακαρία καὶ δὶς καὶ τρὶς καὶ πολλάκις· ὅσων ἀπολαύσεται ἀγαθῶν, οἷον δέξεται στέφανον, ὅσον καρπώσεται μισθὸν, πρὸς αὐτὰς ἁμιλλωμένη τὰς