1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

ἀσωμάτους δυνάμεις; Ταῦτα καὶ τὰ τοιαῦτα περὶ αὐτῆς πάντες ἐροῦσιν, καὶ εἰς ζῆλον ταῖς ἑαυτῶν θυγατράσι προθήσουσιν· κἂν κοσμίως βιοῦσάν τις προτρέψαι, κἂν διεφθαρμένην σωφρονίσαι βουληθῇ, τὰ ταύτης ἐγκώμια πάλιν ἅπαντες εἰς μέσον οἴσουσιν· οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ κἂν ἁπλῶς περὶ παρθενίας γένηται λόγος, καὶ οὕτως αὐτὴν ἅπαντες ἐπαινέσονται, οὐχ οἱ κοσμίως ζῶντες μόνον, ἀλλὰ καὶ ἐκεῖνοι οἱ σπουδάσαντες καὶ πάντα πράξαντες ὥστε αὐτὴν ἑλεῖν, εἶτα καταφρονηθέντες καὶ ὑπεροφθέντες. Καὶ αὕτη μὲν τοσαύτης καὶ πολλῷ πλείονος τῆς εἰρημένης ἀπολαύσεται δόξης· ἡ δὲ ἔχουσα τοὺς συνοικοῦντας τῶν ἐναντίων ἁπάντων. Καὶ πρῶτον μὲν ὅταν κατηγορῆται παρά τινων ἡ παρθενία μιαρῶν, ἥξουσι μὲν εἰς μνήμην ἀμφότεραι ἐν τοῖς τοιούτοις συλλόγοις, ἀλλ' ἡ μὲν τὰ τῶν ἀπολογουμένων, ἡ δὲ τὰ τῶν κατηγορούντων ἀνοίγουσα στόματα. Ἔπειτα, ὅταν σωφρονισθῆναί τινα καὶ ῥυθμισθῆναι δέῃ, αὕτη μὲν καθάπερ φάρμακον ἐπιστῦφον, καὶ σηπεδόνα ἀναστέλλειν δυνάμενον, εἰς μέσον ἄγεται, καὶ τὸ τοῦ διδασκάλου στόμα κοσμεῖ· ἐκείνη δὲ μετὰ τῆς καταισχυνθείσης ἕστηκε, κἂν μὴ παρῇ, κολαζομένη καὶ καταισχυνομένη. Ἀνάγκη γὰρ καθ' ἑκάστην διαμαρτάνουσαν κατηγορεῖσθαι καὶ ταύτην καὶ καταισχύνεσθαι πάλιν. Καὶ ὅπουπερ ἂν περὶ τοῦ πράγματος τούτου γίνηται λόγος, ὥσπερ ἐκείνη μακαρία, οὕτως ἀθλία αὕτη καὶ ταλαίπωρος καὶ πάντα τὰ τοιαῦτα ἀκούσεται· καὶ ὥσπερ ἐκείνην οὐχ οἱ εἰδότες μόνον, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες καὶ μηδὲν εὐεργετηθέντες ᾄδουσι καὶ ἀνυμνοῦσιν, οὕτω καὶ ταύτην οἵ τε εἰδότες οἵ τε ἀγνοοῦντες οἵ τε μηδὲν παθόντες κακὸν κακίζουσι καὶ διαβάλλουσιν. Οἱ μὲν γὰρ ὀρθῶς βιοῦντες, οὐ παρὰ τῶν γνωρίμων μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἀγνώστων, καὶ παρ' αὐτῶν δὲ τῶν ἐχθρῶν ἐπαινοῦνται καὶ θαυμάζονται· οἱ δὲ διεφθαρμένοι καὶ φαῦλοι καὶ παρὰ τῶν φίλων κακίζονται. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐστὶ, τὸ τοσαύτην περὶ τὴν ἀρετὴν οἰκειότητα ἡμῖν ἐνθεῖναι, τοσαύτην δὲ περὶ τὴν κακίαν ἀλλοτρίωσιν, ὡς ἐκείνῃ μὲν πάντας ψηφίζεσθαι, καὶ τοὺς μὴ μετιόντας, τὴν δὲ κακίαν καταδικάζειν καὶ τοὺς ἀποστρεφομένους αὐτὴν, καὶ τοὺς διώκοντας. Ὅθεν δῆλον ὅτι τὰς ἠμελημένας ταύτας οὐχ οἱ εἰδότες μόνον, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες ἀποστρέφονται, καὶ μάλιστα πάντων αὐτοὶ οἱ συνοικοῦντες. Κἂν γὰρ σφόδρα λέγωσιν ὑμᾶς φιλεῖν καὶ θαυμάζειν, κἂν χάριν ἔχωσιν ὑπὲρ ταύτης τῆς ἡδονῆς, ὑπὲρ αὐτῶν ὧν χαρίζεσθε, πάλιν μισεῖσθε κατὰ τὸ συνειδὸς τὸ ἐκείνων, ὅταν ποτὲ μικρὸν ἀνενεγκόντες ἐννοήσωσι τὴν παγίδα, ἐφ' ἧς ἑστήκασιν. Τοσοῦτόν ἐστιν ἡ κακία κακόν· καὶ οἱ μάλιστα πάντων θεραπευόμενοι παρ' ὑμῶν, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ καταγινώσκοντες, ἐπειδὴ καὶ μάλιστα πάντων τὰ ὑμέτερα ἴσασιν, εἰς τὰ ἐνδότατα εἰσαχθέντες, καὶ τὰ ἀπόρρητα ὑμῶν ἅπαντα διακωδωνίσαντες. Καὶ ὅτι μισοῦσι δῆλον ἐκεῖθεν· μυριάκις γὰρ ἂν εἵλοντο τῆς ψώρας ἀπαλλαγῆναι ταύτης καὶ τῆς νόσου τῆς χαλεπῆς, τὸ δὲ κωλύον ἡ συνήθεια, καὶ ἡ δοκοῦσά τις εἶναι ἡδονή· ἐπεὶ καὶ ἐκείνου τοῦ νοσήματος εὔχονται μὲν ἀπαλλαγῆναι, καὶ μισοῦσιν αὐτὸ πάντες οἱ ἔχοντες, ἥδονται δὲ ὄντες ἐν αὐτῷ, καθάπερ ἐν τούτῳ. Κἂν γὰρ λίαν ἄθλιός τις ᾖ καὶ ταλαίπωρος, οὐκ ἔστιν οὕτω τῶν ἀπεγνωσμένων καὶ σφόδρα τὴν ἑαυτῶν καταισχύνειν ἐπιθυμούντων δόξαν, ὡς ἐθελῆσαι ἐν ἀσχημοσύνῃ ζῆν, καὶ ἐν τοῖς ἁπάντων εἶναι στόμασιν ἐπὶ κακηγορίᾳ καὶ γέλωτι καὶ ὀνείδεσι, καὶ θέατρον ἐπὶ τῆς ἀγορᾶς γίνεσθαι κοινὸν, πάντων αὐτὸν ἅμα τῷ φανῆναι τοῖς πλησίον δακτυλοδεικτούντων ἐπὶ τοῖς αἰσχίστοις. Καὶ γὰρ οὐδὲ μικρά τις ἀπὸ τῆς ὑποψίας ταύτης ἀηδία τίκτεται τούτοις, καὶ ἐνοχλεῖ τῷ συνειδότι διηνεκῶς ἐγκαθημένη, καὶ σκώληκος παντὸς μονιμώτερον διατιτρώσκουσα αὐτῶν τὴν διάνοιαν.

9 Εἰ δὲ ἔνθα παρὰ ἀνθρώπων ἕπεται αἰσχύνη, φανερῶς μὲν οὐδὲν λεγόντων, οἴκοι δὲ καὶ καθ' ἑαυτοὺς ἐγκαλούντων, τοσαύτη γίνεται ὀδύνη, ὅταν πρὸς αὐτὸν ἀπέλθωμεν τὸν ὑβρισμένον νυμφίον, ὅταν καὶ τὰ ἄδηλα εἰς μέσον ἄγηται, ὅταν καὶ