1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

κατὰ τὴν οἰκίαν ἐξετάσωμεν πρῶτον. Καὶ θῶμεν τοίχοις αὐτοὺς διείργεσθαι καὶ οἰκήμασι καθεύδοντας· οὐδὲ γὰρ οἶμαί τινα, κἂν σφόδρα ἀσχημονεῖν ἕληται, μέχρι τοσούτου παραδειγματίζειν ἑαυτὸν, ὥστε καὶ ἐν ἑνὶ καθεύδειν οἰκήματι. Ἔστωσαν τοίνυν διῃρμένοι τοῖς τοίχοις· καὶ τί τοῦτο; οὐ γὰρ ἱκανὸν ἀπαλλάξαι ὑποψίας αὐτούς· πλὴν ἀλλὰ μηδὲν περὶ ὑποψίας νῦν, μηδ' ἐὰν μυρίαι παιδίσκαι συνοικῶσιν αὐτῷ· τὴν δὲ ἄλλην ἀσχημοσύνην ἐξετάσωμεν τέως. Συμβαίνει γὰρ κατὰ ταὐτὸν ἀναστάντας, οὐ παννυχίδων ἕνεκεν (οὐδὲν γὰρ ἀπὸ τῶν τοιούτων ψυχῶν εὐλαβὲς ἄν ποτε γένοιτο), καὶ διοδεύειν ἀλλήλους κειμένους, καὶ προσφθέγγεσθαι νύκτωρ· οὗ τί γένοιτ' ἂν αἰσχρότερον; Εἰ δὲ συμβαίη καὶ ἀρρωστῆσαι ἄφνω τὴν συνοικοῦσαν, οὐδὲ τοίχων ἐνταῦθα ὄφελος λοιπὸν, ἀλλὰ διαναστὰς πρὸ τῶν ἄλλων ἐπεισέρχεται τῇ παρθένῳ κειμένῃ, τὴν ἀρρωστίαν ἔχων ἀπολογίαν, καὶ τῶν θεραπαινίδων πολλάκις ὀκνηρότερον διακειμένων, καὶ παρακάθηται, καὶ τὰ ἄλλα ἐπιμελεῖται, ἃ γυναῖκας πολλάκις μόνον θέμις διακονεῖν, καὶ οὔτε ἐκείνη αἰσχύνεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται, οὔτε οὗτος ἐρυθριᾷ, ἀλλὰ καὶ χαίρει μειζόνως, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ τὴν δουλείαν αἰσχροτέραν ἐπιδείκνυται· καὶ ἡ ἀποστολικὴ ῥῆσις ἐκείνη ἡ λέγουσα ὅτι Ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, διὰ τῶν ἔργων δείκνυται τότε. Ὅταν δὲ καὶ αἱ θεραπαινίδες διαναστῶσι, χείρων ἡ αἰσχύνη· καὶ γὰρ ἀκαλύπτῳ τῇ κεφαλῇ, καὶ μονοχίτωνες, καὶ γυμναῖς ταῖς χερσὶν, ἅτε τεθορυβημέναι καὶ ἐν νυκτὶ διανιστάμεναι, διατρέχουσι παρόντος ἐκείνου, μᾶλλον δὲ μέσον στρεφομένου καὶ συνδιαθέοντος, ἅπαντα ἀναγκάζονται πληροῦν· οὗ τί γένοιτ' ἂν αἰσχρότερον; Εἰ δὲ καὶ μαῖα παραγένοιτο, οὐδὲ οὕτως ἐπαισχύνεται, ἀλλὰ καὶ κορῶν ἀλλοτρίων ἐπεισιουσῶν ἐναβρύνεται. Εἰς ἓν γὰρ ὁρᾷ μόνον, ὅπως ἐπιδείξαιτο τῇ ἀρρωστούσῃ τὴν ἑαυτοῦ διακονίαν, οὐκ εἰδὼς ὅτι ὅσῳ ἂν ἐπιδείξηται, τοσούτῳ μᾶλλον καὶ ἑαυτὸν κἀκείνην κατῄσχυνεν. Καὶ τί θαυμαστὸν εἰ παραγινόμενος μὴ ἐρυθριᾷ; πολλάκις γὰρ καὶ μέσων νυκτῶν οὐκ ὀκνοῦσι, θεραπαινίδων εὐτελῶν ἔργον ποιοῦντες, ἐπ' αὐτὴν τὴν μαῖαν δραμεῖν· ὅταν δὲ παραγένηται, νῦν μὲν αὐτὸν ἐξέβαλεν καὶ ἄκοντα, κἂν λίαν ἀναίσχυντος ᾖ, νῦν δὲ ἐπέτρεψεν εἰσελθεῖν καὶ παρακαθῆσθαι· καίτοι τί ἄν τις, κἂν μυρία ἐπιτηδεύσῃ ὥστε καταισχῦναι αὐτὸν, τοιοῦτον ποιήσειεν ἂν, οἷον αὐτοὶ κατασκευάζουσιν ἑαυτοῖς;

11 Ὅταν δὲ ἡμέρα γένηται, καὶ τῆς εὐνῆς ἀμφοτέρους ἐξανίστασθαι δέῃ, φυλακαὶ καὶ παρατηρήσεις. Οὔτε γὰρ προελθεῖν εἰς τὸ ἐξώτερον δωμάτιον ἀδεῶς αὐτὴ δύναιτ' ἂν πολλάκις, προελθοῦσα δὲ, ἴσως καὶ γυμνῷ τῷ σώματι προσπεσοῦσα τἀνδρός. Κἀκεῖνος αὐτὸ τοῦτο ὑφορώμενος νῦν μὲν προαγγείλας εἰσῆλθεν, νῦν δὲ ἀφυλάκτως, καὶ πολὺν ὤφλησε γέλωτα· πλέον γὰρ οὐδὲν εἰπεῖν βούλομαι· ταῦτα δὲ, εἰ καὶ μικρὰ, ἀλλὰ μεγάλης ἄνθρακας ἀσελγείας τίκτειν εἴωθεν. Καὶ ταῦτα μὲν ἐπὶ τῆς οἰκίας, καὶ μείζονα τούτων· ὅταν δὲ εἰς ἀγορὰν ἐμβαλὼν ἐπανιέναι μέλλῃ, μείζων ἡ ἀσχημοσύνη πάλιν. Ἅτε γὰρ εἰς ἰδίαν εἰσιὼν οἰκίαν, καὶ οὐκ ἀναγκαζόμενος προαγγεῖλαι, παρακαθημένας εὑρὼν γυναῖκας κατῄσχυνεν ἐκείνην· καὶ αὐτὴ δὲ τὸ αὐτὸ πέπονθε πολλάκις. Καὶ γυναῖκας μὲν γυνὴ δέξασθαι αἰσχρὸν εἶναι νενόμικε, καὶ ἄνδρας ὁ ἀνήρ· ἀλλήλοις δὲ συνοικεῖν οὐ παραιτοῦνται, παραιτούμενοι δι' ἀλλήλους τοὺς ὁμοφύλους ξενίσαι. Τί τούτου χεῖρον γένοιτ' ἄν; Ἔστι δὲ ὅτε αὐτὸν καὶ γυναικὶ ηὗρον παρακα θήμενον μηρυομένῃ ἢ καὶ ἠλακάτην ἐχούσῃ. Τί ἄν τις εἴποι τὰς ὕβρεις, τὰς μάχας τὰς καθημερινάς; κἂν γὰρ πολλὴ ἡ φιλία ᾖ, ἀλλὰ καὶ ταῦτα συμβαίνειν εἰκός. Ἤκουον δὲ ἔγωγέ τινων, ὅτι καὶ ζηλοτυπίας ὑπομένουσιν· ἔνθα γὰρ ἂν μὴ ᾖ ἀγάπη πνευματικὴ, καὶ τοῦτο ἀνάγκη γίνεσθαι. Ἐντεῦθεν τὰ πτώματα συνεχῆ, ἐντεῦθεν αἱ διαφθοραὶ, ἐντεῦθεν ἀνελεύθεροι καὶ ἀναίσχυντοι γίνονται αἱ παρθένοι, κἂν μὴ διαφθαρῶσι τὸ σῶμα, τὸ ἦθος διαφθειρόμεναι. Ὅταν γὰρ μετὰ παρρησίας μάθῃ διαλέγεσθαι ἀνδρὶ, καὶ συγκαθέζεσθαι, καὶ ἀντιβλέπειν, καὶ γελᾶν παρόντος, καὶ πολλὰ ἕτερα ἀσχημονεῖν,