1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

2

τὰ μέχρι τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα. Μετὰ δὲ τὰς βασιλείας Ἔσδρας. Ἐπειδὴ γὰρ ἀπηνέχθησαν εἰς Βαβυλῶνα ἁμαρτόντες, καὶ ἑβδομήκοντα ἔτη διετέλεσαν αὐτόθι δουλεύοντες, ὁ Θεὸς ὕστερον ἵλεως αὐτοῖς γενόμενος, παρεσκεύασε τὸν Κῦρον τὸν τότε Περσῶν βασιλεύοντα, Κῦρον, οὗ τὰς παιδείας ἀνέγραψε Ξενοφῶν, ἀφεῖναι τοὺς αἰχμαλώτους. Καὶ ἀφέντος, ἐπανῆλθον ἡγουμένου τοῦ Ἔσδρα, τοῦ Νεεμίου, τοῦ Ζοροβάβελ. Καὶ τὴν ἐπάνοδον ταύτην γράφει ὁ Ἔσδρας· ὡς ἐπανελθόντες ἐκ δευτέρου τὸν ναὸν ᾠκοδόμησαν, καὶ τὴν πόλιν ἀνέστησαν. Καὶ ἑκατὸν διαγενομένων ἐτῶν, πάλιν πόλεμος αὐτοὺς κατέλαβεν ὁ Μακεδονικός. Εἶτα τὰ ἐπὶ Ἀντιόχου συνέβη τοῦ Ἐπιφανοῦς, ὅτε καὶ τρία ἔτη πολιορκηθέντες καὶ ἥμισυ, κακῶς παθόντες, πάλιν ἀπηλλάγησαν τῶν ἐπιγενομένων κακῶν. Καὶ μετ' ἐκεῖνο ὀλίγου διαγενομένου χρόνου, ἔρχεται ὁ Χριστὸς, καὶ τέλος λαμβάνει ἡ Παλαιά. Ὥστε δὲ μαθεῖν πόθεν συνέστη τὸ Ἰουδαίων γένος, ἀναγκαῖον ὀλίγα εἰπεῖν. Μετὰ τὸν Ἀδὰμ γέγονεν ὁ Σὴθ, εἶτα Ἐνὼχ, εἶτα ἕτεροι μέχρι πλειόνων γενεῶν· καὶ τότε ὁ Νῶε, ἐφ' οὗ, τῶν ἀνθρώπων διαφθαρέντων ὑπὸ κακίας, γίνεται ὁ κατακλυσμός. Εἶτα τοῦ κατακλυσμοῦ παυθέντος, ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ μόνος μετὰ παίδων τριῶν, ἐνέπλησε τὴν γῆν ἐκ τῆς αὐτοῦ γενεᾶς, κατὰ διαδοχὴν πολλῶν ὄντων τῶν τικτομένων. Ὡς οὖν ἐγένοντο πολλοὶ, ἐβουλεύσαντο πύργον οἰκοδομῆσαι, φθάνοντα ἕως τοῦ οὐρανοῦ. Καταγνοὺς δὲ αὐτῶν τὴν γνώμην ὁ Θεὸς, συνέχεεν αὐτῶν τὰς γλώσσας, καὶ τὴν μίαν εἰς πολλὰς διέτεμεν. Ὅθεν ἀνάγκη γέγονεν αὐτοῖς οὐκ ἀκούουσιν ἀλλήλων, μηδὲ συνοικῆσαι ἀλλήλοις· καὶ αὕτη γέγονε πρόφασις τοῦ πανταχοῦ διασπαρῆναι αὐτοὺς τῆς οἰκουμένης. Λέγεται δὲ ἐν ταύτῃ τῇ συγχύσει τῶν γλωσσῶν ὁ Ἕβερ ὁ τῶν Ἰουδαίων πρόγονος μὴ βουληθῆναι κοινωνῆσαι τῆς ἐπιχειρήσεως αὐτοῖς, καὶ μόνος μεῖναι διατηρῶν τὴν οἰκείαν γλῶσσαν, τῆς καλλίστης γνώμης τοῦτο τιμηθείς. Τούτου ἔγγονος ἐγένετο, Ἀβραάμ· διὸ καὶ Ἰουδαίων γλῶσσα Ἑβραϊκὴκέκληται, ἀπὸ τοῦ Ἕβερ. Τούτου τοίνυν ἐγένετο ἔγγονος [Ἀβραὰμ], τοῦ Ἀβραὰμ, Ἰσαὰκ, οὗἸακώβ. Οὗτος ἐγέννησε τοὺς δώδεκα πατριάρχας, τὸν Ῥουβεὶμ, τὸν Συμεὼν, τὸν Λευὶ, τὸν Ἰούδαν, τὸν Ἰσαχὰρ, τὸν Ζαβουλὼν, τὸν Νεφθαλεὶμ, τὸν Γὰδ, τὸν ∆ὰν, τὸν Ἀσὴρ, τὸν Ἰωσὴφ, τὸν Βενιαμίν. Τούτων τῶν ἕνδεκα πατριαρχῶν ἐπώνυμοι γεγόνασιν αἱ μετὰ ταῦτα φυλαί. Ἕκαστος γὰρ φυλὴν ἀπεγέννησε, καὶ οἱ τεχθέντες, ἀπ' ἐκείνων ἐκαλοῦντο. Ἀντὶ μέντοι τοῦ Ἰωσὴφ μία φυλὴ οὐκέτι γίνεται, ἀλλὰ δύο. Οὐ γὰρ ἠβουλήθη ὁ πατὴρ ὁ τοῦ Ἰωσὴφ μιᾷ φυλῇ ἐπώνυμον αὐτὸν γενέσθαι. Τί οὖν γίνεται; Ἐπειδὴ εἷς ἦν ὁ αὐτὸς, ἵνα διπλοῦς γένηται πατριάρχης, τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆ τοὺς υἱοὺς αὐτοῦ τοὺς δύο, 56.316 τούτους ἐποίησε δύο φυλῶν γενέσθαι ἐπωνύμους, καὶ αἱ δύο φυλαὶ τῷ Ἰωσὴφ ἐλογίζοντο. Ὥστε συνέβη ἐκ τούτου ἕνδεκα (λ. τρισκαίδεκα) εἶναι τὰς φυλὰς, ἕνδεκα τὰς τῶν ἄλλων, δύο τὰς τοῦ Ἰωσὴφ τὰς διὰ τῶν παίδων. Ὑπεξαιρεῖται ἡ τοῦ Λευὶ, καὶ ἀφορίζεται τῇ τάξει τῆς ἱερωσύνης· οὐδὲ γὰρ ἦν ἀναγκαῖον ἄλλο τι μεταχειρίσαι· καὶ μένει τῶν δώδεκα ὁ ἀριθμὸς μὴ ἀκρωτηριασθείς. Αἱ μὲν οὖν δώδεκα τὰ ἄλλα πάντα ἔπραττον· ἡ δὲ τοῦ Λευὶ τὰ ἱερατικὰ ἦν ἐπιτεταγμένη μόνη. Ἐκ ταύτης ἦν ὁ Μωϋσῆς. Οὗτοι τοίνυν οἱ δώδεκα πατριάρχαι ἀπελθόντες εἰς Αἴγυπτον, τῆς τοῦ Θεοῦ ἐπαγγελίας τῆς πρὸς τὸν Ἀβραὰμ πληρουμένης τῆς λεγούσης, Ποιήσω τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, ἑξακοσίων χιλιάδων ἐγένοντο πρόγονοι. Ἐντεῦθεν τὸ τῶν Ἰουδαίων συνέστη γένος ἀπὸ τῆς Ἰούδα φυλῆς ὀνομασθὲν τῆς βασιλικωτάτης, ὅθεν οἱ βασιλεῖς ἂν ἐγένοντο.

Τῆς οὖν Παλαιᾶς ἐστι τὸ μὲν ἱστορικὸν, τοῦτο δὴ ὃ προειρήκαμεν· τὸ δὲ συμβουλευτικὸν, ὡς αἵ τε Παροιμίαι, καὶ ἡ τοῦ Σειρὰχ Σοφία, καὶ ὁ Ἐκκλησιαστὴς, καὶ τὰ Ἄσματα τῶνᾀσμάτων· τὸ δὲ προφητικὸν, ὡς οἱ δεκαὲξ λέγω Προφῆται, καὶ Ῥοὺθ, καὶ ∆αυΐδ. Εὕροι δ' ἄν τις τὰ εἴδη ταῦτα διῃρημένα ἁδρομερῆ ἐν ἀλλήλοις ὄντα. Οἷόν τι λέγω, ἐν ταῖς ἱστορίαις εὕροι τις ἂν προφητείαν· καὶ τῶν προφητῶν