1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

5

καὶ τῷ μὲν Μελχισεδὲκ εὐλογήσαντι αὐτὸν, ἐξενεγκόντι ἄρτους τε καὶ οἶνον, δεκάτην ἔδωκε. ∆ιό φησιν ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους, ὅτι Καὶ ὁ Λευὶς ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Ὑπὸ τοῦ βασιλέως Σοδόμων παρακληθεὶς τὴν ἵππον λαβεῖν, οὐκ ἐπένευσεν· Ἵνα μὴ εἴπῃς, φησὶν, Ἐγὼ πεπλούτηκα τὸν Ἀβραάμ. Τότε τοῦ Θεοῦ πρὸς αὐτὸν εἰπόντος, ὅτι Ὁ μισθός σου πολὺς ἔσται, ἀποδύρεται τὴν ἀπαιδίαν· καὶ ἀκούει πάλιν, ὅτι ὁ ἐξ αὐτοῦ ἐξελευσόμενος κληρονομήσει αὐτὸν, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. Ἐνταῦθα κεῖται τὸ, Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τὰ διχοτομήματα ποιεῖ, καὶ μανθάνει ὅτι πάροικον ἔσται τὸ σπέρμα αὐτοῦ, καὶ ὅτι μετὰ ταῦτα ἀπαλλαγήσεται, μετὰ τὸ ταπεινωθῆναι ἔτη τετρακόσια. Σάῤῥα δὲ ἐπεὶ στεῖρα ἦν, δίδωσι τὴν Ἄγαρ τῷ Ἀβραὰμ, ἵνα παιδοποιήσηται ἐξ αὐτῆς. Ὡς δὲ ἐκύει, ἐπήρθη κατὰ τῆς κυρίας αὐτῆς· καὶ δίδωσιν αὐτὴν τῇ Σάῤῥᾳ ὁ Ἀβραὰμ, ὥστε ἀμῦναι τῇ ὕβρει τῇ ἑαυτῆς. Ἡ δὲ κακωθεῖσα ὑπὸ τῆς δεσποίνης, ἀπέδρα ἀπὸ τῆς οἰκίας, καὶ κελεύεται ὑπὸ ἀγγέλου ἀποστραφῆναι πρὸς τὴν κυρίαν αὐτῆς· λαμβάνει τε ἐπαγγελίαν, ὅτι τὸ σπέρμα αὐτῆς ἐπιδώσει εἰς πλῆθος, καὶ ὄνομα τῷ παιδίῳ πρὶν ἢ τεχθῆναι ἐπιτίθησιν ὁ ἄγγελος, Ἰσμαὴλ αὐτὸν καλῶν. Ἔτεκεν ἡ Ἄγαρ τὸνἸσμαὴλ, καὶ Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα μετωνομάζετο. Οὐκέτι γὰρ Ἄβραμ, ἀλλὰ Ἀβραὰμ ἐκλήθη. Κελεύεται ὑπὸ τοῦ Θεοῦ περιτμηθῆναι αὐτὸς πανοικεσίᾳ. Καὶ τὸ τῆς Σάρας ὄνομα ἀμείβεται, καὶ καλεῖται Σάῤῥα. Καὶ λαμβάνει περὶ τοῦ Ἰσαὰκ ἐπαγγελίαν ὁ Ἀβραάμ. Ἐπιφαίνεται τῷ Ἀβραὰμ ὁ Υἱὸς 56.320 τοῦ Θεοῦ μετὰ δύο ἀγγέλων, καὶ λέγει πρὸς αὐτόν· Ἐπανήξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου. Ἀβραὰμ δεῖται τοῦ Θεοῦ ὑπὲρ Σοδόμων. Οἱ δύο ἄγγελοι ἔρχονται πρὸς τὸν Λώτ. Ἐπιστάντες οἱ Σοδομῖται ἐπεζήτουν αὐτοὺς, καὶ πλήττονται ἀορασίᾳ. Τὸν δὲ Λὼτ λαβόντες οἱ ἄγγελοι ἐξῆλθον τῆς οἰκίας· καὶ αὐτὸς μὲν ἅμα ταῖς θυγατράσι διασώζεται εἰς Σηγώρ· ἡ δὲ γυνὴ γέγονε στήλη ἁλὸς, ἐπειδὴ ἀπέβλεψεν εἰς τὰ ὀπίσω. Ὡς δὲ ἐνεπρήσθη ἡ Σοδομηνὴ, καὶ ἀπῆλθεν εἰς τὸ ὄρος Λὼτ, καὶ συνέλαβον ἐξ αὐτοῦ αἱ θυγατέρες αὐτοῦ, καὶ ἡ μὲν πρεσβυτέρα ἔτεκε τὸν Μωὰβ, ἡ δὲ νεωτέρα τὸν Ἀμμών· τὴν δὲ μετὰ τοῦ πατρὸς μίξιν ἔκλεψαν τῇ μέθῃ· ᾤοντο γὰρ τὸ ἀνθρώπινον ἐκλελοιπέναι γένος. Παρῴκησεν ἐν Γεράροις ὁ Ἀβραὰμ, καὶ ὁ βασιλεὺς Γεράρων Ἀβιμέλεχ ἔλαβε τὴν Σάῤῥαν· ἀπειλήσαντος δὲ αὐτῷ τοῦ Θεοῦ, ἀπελογεῖτο λέγων, ἀδελφὴν αὐτοῦ νενομικέναι τὴν γυναῖκα εἶναι· οὕτω γὰρ αὐτὴ εἶπεν. Ἀπέδωκε δὲ αὐτὴν τῷ Ἀβραὰμ μετὰ δώρων. Τότε ἀποδοθεῖσα τίκτει τὸν Ἰσαάκ. Ἐκβάλλει δὲ τὴν παιδίσκην τῆς οἰκίας μετὰ τοῦ παιδίου Ἰσμαήλ. Ὁ δὲ Ἀβιμέλεχ τίθεται πρὸς τὸν Ἀβραὰδιαθήκην, ὥστε μὴ ἀδικῆσαι ἀλλήλους, καὶ λαμβάνει ἑπτὰ ἀμνάδας παρὰ τοῦ Ἀβραὰμ, εἰς μαρτύριον τοῦ φρέατος τοῦ ὁρκισμοῦ, ἵνα ᾖ δῆλον ὅτι τοῦ Ἀβραάμ ἐστι. Κελεύεται ἀνενέγκαι τὸν υἱὸν εἰς ὁλοκάρπωσιν, καὶ ἀναφέρεται, καὶ σφάζεται κριὸς ἀντ' αὐτοῦ. Ταῦτα δὲ τύποι ἦσαν τῆς μελλούσης οἰκονομίας ὑπὸ Χριστοῦ τελεῖσθαι ὑπὲρ ἡμῶν. Ἀποθνήσκει Σάῤῥα, καὶ ἀγοράσας τόπον ὁ Ἀβραὰμ παρὰ Ἐφρὼν τοῦ Χετταίου, θάπτει ἐκεῖ τὴν γυναῖκα, καὶ πέμπει τὸν παῖδα αὐτοῦ, ὥστε μνηστεύσασθαι τῷ Ἰσαὰκ γυναῖκα ἀπὸ Μεσοποταμίας, παραγγείλας μὴ ἀποστρέψαι τὸν υἱὸν αὐτοῦ ἐκεῖ, εἰ μὴ βούλοιτο ἐλθεῖν ἡ γυνή. Ὡς δὲ ἦλθεν ὁ παῖς εἰς τὴν πόλιν Ναχὼρ, καὶ τὸ σημεῖον ᾔτησε, καθ' ὃ ἤμελλε γνωρίζειν τὴν παρθένον· ἦν δὲ τὸ σημεῖον, παρασχεῖν ἐκείνην αὐτῷ τε καὶ ταῖς καμήλοις αὐτοῦ πιεῖν· ἐξέρχεται Ῥεβέκκα ἡ θυγάτηρ Βαθουὴλ τοῦ υἱοῦ Ναχώρ· ὁ δὲ Ναχὼρ ἀδελφὸς ἦν τοῦ Ἀβραάμ· δοῦσά τε αὐτῷ πιεῖν καὶ ταῖς καμήλοις, εἰποῦσά τε, τίνος εἴη θυγάτηρ, εἰσάγει τὸν ἄνδρα καὶ ξενίζει. Ἐπειδὴ δὲ εἶπεν ἐκεῖνος, τίνος ἕνεκεν ἦλθε, καὶ ᾔτει τὴν παῖδα λαβεῖν, τῇ παρθένῳ τὴν αἵρεσιν ἐπέτρεψαν οἱ γονεῖς. Ὡς δὲ ἐπένευσεν ἐκείνη, λαβὼν αὐτὴν ἀπῆλθε· καὶ ἐγένετο τῷ Ἰσαὰκ γυνή. Λαμβάνει ὁ Ἀβραὰμ γυναῖκα τὴν Χεττούραν, ἀποθανούσης Σάῤῥας, καὶ τοὺς ἐξ αὐτῆς γενομένους παῖδας ἐξαπέστειλεν ἀπὸ Ἰσαὰκ, δόματα δοὺς