1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

8

ἀγγελικήν. Εἶτα ἐν μέσῳ παρενεβλήθη νόμος· μετὰ δὲ ταῦτα πάλιν ἀνεκλήθη ἐκεῖνος ὁ πρότερος βίος, διὰ τῆς κατὰ Χριστὸν πολιτείας ἐπὶ τὸ τελειότερον παραχθείς. Ἠγόρασε τὸν Ἰωσὴφ ὁ ἀρχιμάγειρος Φαραὼ ὁ Πεντεφρής· ἐνεχείρισε τὰ κατὰ τὴν οἰκίαν. Οὐκ εἶξε τῇ δεσποίνῃ παρανομεῖν κελευούσῃ ἐκεῖνος. Ἐσυκοφαντήθη, ἐνεβλήθη εἰς τὸ δεσμωτήριον· ἦν ἄρχων κἀκεῖ, διέκρινε τῷ ἀρχιοινοχόῳ καὶ τῷ ἀρχισιτοποιῷ τὰ ἐνύπνια. Ἐξέβη καθὼς εἶπε· καὶ ὁ μὲν ἀνῃρέθη, ὁ δὲ εἰς τὴν προτέραν ἐπανῆλθε τιμήν. Εἶδε Φαραὼ τὰ ἐνύπνια τῶν βοῶν, τῶν σταχύων· δι' ὧν ἐδηλοῦτο ἡ εὐθηνία, καὶ ὁ διαδεξάμενος αὐτὴν λιμός. Ἐξηνέχθη Ἰωσὴφ τοῦ δεσμωτηρίου, ἵνα ἐπιλύσῃ· ἐμήνυσε γὰρ ὁ ἀρχιοινοχόος. Ἐπέλυσεν, ἔδωκε καὶ γνώμην τὴν τὸν λιμὸν παραμυθησομένην. Γίνεται μετὰ τὸν Φαραὼ, καὶ συναγαγὼν σῖτον πολὺν ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας, ὅτε ὁ λιμὸς ἐπέστη, ἐπώλει τοῖς βουλομένοις. Ἦλθον καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρίασθαι. Ὡς δὲ οὐκ εἶδε μετ' αὐτῶν τὸν Βενιαμὶν, δεδοικὼς μὴ καὶ αὐτὸν ἀπώλεσαν, αἰτιᾶται ὡς κατασκόπους τῆς γῆς, καὶ τοῦ ἐγκλήματος οὐκ εἶναι ἑτέραν λύσιν, πλὴν εἰ μὴ τὸν ἀδελφὸν τὸν νεώτερον τὸν Βενιαμὶν καταγαγόντες εἰς Αἴγυπτον ἐπιδεῖξαι δυνηθεῖεν. Λαβὼν δὲ τὸν Συμεὼν 56.324 ἀπ' αὐτῶν καὶ δήσας, τοὺς λοιποὺς ἐξέπεμψε, τόν τε σῖτον δοὺς καὶ τὸ ἀργύριον. Ὡς δὲ εἶδον τὸ ἀργύριον ἐν τῷ κενοῦν τοὺς μαρσίππους, ἐταράχθησαν τῷ παραδόξῳ, καὶ τὸν Βενιαμὶν ᾔτουν παρὰ τοῦ πατρὸς λαβεῖν, τὰ γεγονότα ἀπαγγέλλοντες ἅπαντα. Ὁ δὲ ἀντείχετο τοῦ παιδίου. Ὡς δὲ ἐπεκράτησεν ὁ λιμὸς, καὶ Ἰούδας ἐπέκειτο βουλόμενος λαβεῖν τὸν Βενιαμὶν, ὑγιῆ καὶ σῶον ἐπαγγειλάμενος ἐπανήξειν, ἔδωκεν ὁ Ἰακὼβ τό τε ἀργύριον διπλοῦν, κελεύσας ἐπιφέρεσθαι καὶ δῶρα ἕτερα. Ὡς δὲ ἦλθον πρὸς τὸν Ἰωσὴφ, ἐδέξατο αὐτοὺς εὐμενῶς, καὶ περὶ τοῦ πατρὸς ἠρώτησε, καὶ εἱστίασε λαμπρῶς. Ἡνίκα δὲ ἔδει ἀπιέναι, τὸ ποτήριον τὸ ἀργυροῦν κελεύει ἐμβληθῆναι τῷ μαρσίππῳ τοῦ Βενιαμὶν, οὐκ εἰδότων ἐκείνων. Ὡς δὲ ἐνεβλήθη καὶ λαβόντες ἀπῆλθον, προστάσσει τῷ ἐπὶ τῆς οἰκίας ὁ Ἰωσὴφ καταδιῶξαι τοὺς ἄνδρας. Ὁ δὲ καταδιώξας ἐνεκάλει, ὅτι κακοῖς τὸν εὐεργέτην ἠμείψαντο. Ταραττομένων δὲ αὐτῶν, καὶ τῷ μὲν ἁλόντι ἐπὶ τῇ κλοπῇ, εἰ εὑρεθείη, θάνατον ὁριζόντων, ἑαυτοῖς δὲ δουλείαν, εὑρίσκεται παρὰ τῷ Βενιαμίν. Τότε εἰσελθὼν ὁ Ἰούδας, καὶ μακρὸν ἀποτείνας λόγον περί τε τοῦ πατρὸς καὶ περὶ τοῦ Ἰωσὴφ καὶ τοῦ Βενιαμὶν, ὃς ἦν ἑλόμενος ἀντὶ τοῦ μειρακίου δουλεύειν αὐτὸς, εἰς τοσοῦτον ἐνέβαλεν οἶκτον τὸν Ἰωσὴφ, ὡς ἐλεγχθῆναι τὴν σκηνὴν ἅπασαν. Πάντας γὰρ ἐκβαλὼν, ἵνα αὐτῷ μετ' ἐξουσίας δακρύειν ἐξῇ, γνωρίζει τε αὑτὸν τοῖς ἀδελφοῖς, καὶ ἀποστέλλει ἐπὶ τὸν πατέρα μετὰ δώρων καὶ ἁμαξῶν· ἦν δὲ καὶ τῷ Φαραὼ τοῦτο συνευδοκοῦν. Ὡς δὲ ἤκουσεν ὁ Ἰακὼβ τὰ κατὰ τὸν Ἰωσὴφ, περιχαρής τε ἦν, καὶ τοῦ Θεοῦ κελεύσαντος κατέβη εἰς Αἴγυπτον. Ὁρᾷ τὸν Ἰωσὴφ ὁ πατὴρ, ἀπηγγέλθη ταῦτα τῷ Φαραὼ, καὶ κατῴκησεν ἐν Ῥαμεσσῆ. Ὡς δὲ ἀνάλωτο τὸ ἀργύριον τῆς γῆς, κτήνη διδόντες οἱ ἄνθρωποι, ἐλάμβανον σῖτον· ἐπειδὴ δὲ καὶ ταῦτα ἐπέλιπε, καὶ ὁ λιμὸς οὐκ ἐπαύετο, ἑαυτοὺς ἔδωκαν μετὰ τῆς γῆς· καὶ γενόμενοι τῷ Φαραὼ δοῦλοι, ἔσπειρον, καὶ τὸ πέμπτον μέρος ἐδίδοσαν αὐτῷ, τὰ τέσσαρα αὐτοὶ καρπούμενοι. Μέλλων δὲ τελευτᾷν ὁ Ἰακὼβ, ὅρκον ἀπαιτεῖ τὸν Ἰωσὴφ, ὥστε μὴ θάψαι αὐτὸν ἐν Αἰγύπτῳ, ἀλλ' ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ. Καὶ τοὺς υἱοὺς Ἰωσὴφ, τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆ, οὐκ εἰς ἐγγόνων, ἀλλ' εἰς υἱῶν καταλέγει τάξιν. Καὶ ἠμβλυώπει Ἰακώβ· ὡς δὲ κατεφίλησεν αὐτοὺς, καὶ ἔδει εὐλογεῖν, ἐξ ἀριστερῶν τοῦ Ἰακὼβ ἔστησε τὸν Ἐφραῒμ ὁ Ἰωσὴφ, τὸν δὲ Μανασσῆ ἐκ δεξιῶν. Ὁ δὲ Ἰακὼβ τὴν δεξιὰν χεῖρα ἐπέθηκεν ἐπὶ τὸν ἐξ ἀριστερῶν ἑστῶτα τὸν νεώτερον, τὴν δὲ ἀριστερὰν ἐπὶ τὸν ἐκ δεξιῶν, καὶ εὐλόγησε, τοῦ δὲ Ἰωσὴφ οἰομένου κατὰ ἄγνοιαν τοῦτο ποιεῖν τὸν πατέρα, καὶ διορθουμένου, οὐκ ἠνέσχετο ὁ Ἰακώβ· εἰδὼς γὰρ ἔφη τοῦτο ποιεῖν, οὐκ ἀγνοῶν. Τότε δίδωσι τῷ Ἰωσὴφ ὁ Ἰακὼβ τὴν Σίκιμαν ἐξαίρετον, ἢν ὁ Συμεὼν καὶ Λευῒ εἷλον. Καὶ εὐλογεῖ τοὺς υἱοὺς αὐτοῦ. Ἐνταῦθα περὶ τοῦ Χριστοῦ προφητεύει.