1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

11

προσέταξεν αὐτῷ ὁ Θεὸς εἰπεῖν τῷ λαῷ, ὅτι ἔσονται τοῦ Θεοῦ βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, ἐὰν ὑπακούσωσι. Οἱ δὲ εἶπον· Ἅπαντα, ὅσα εἶπεν ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα. Τότε προστάσσει τῷ λαῷ ἁγνισθῆναι ἕως τρίτης ἡμέρας, πλῦναι τὰ ἱμάτια αὐτῶν. Ἐνταῦθα εἴρηται καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ ἐν τῇ πρὸς Ἑβραίους· Κἂν θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Τότε ἐκαπνίζετο τὸ ὅρος, φωναὶ σαλπίγγων ἤχουν. Τότε τὰς ἐντολὰς τοῦ νόμου λαμβάνει Μωϋσῆς, τὴν ∆εκάλογον, καὶ τὰ λοιπὰ δικαιώματα. Τὸ δὲ, Θεοὺς οὐ κακολογήσεις, οὐ περὶ εἰδώλων εἴρηται, ἀλλὰ περὶ τῶν ἀρχόντων· ἐπάγει γὰρ, Ἄρχοντι τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Ἐπαγγέλλεται, εἰ ὑπακούσειαν, πολλὰ αὐτοῖς ἀγαθά· κρατήσειν τῶν ἐθνῶν, τῆς γῆς κληρονομίαν, τὸ ὕδωρ αὐτῶν εὐλογήσειν καὶ τὸν ἄρτον, πάσης μαλακίας αὐτοὺς ἀπαλλάξειν, μὴ ἔσεσθαι στεῖραν ἐν αὐτοῖς, μηδὲ ἄγονον, μηδὲ θάνατον ἄωρον, τὰ ὅρια αὐτῶν θήσειν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης ἕως τῆς Φυλιστιεὶμ, ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Εὐφράτου. Τότε θύει Μωϋσῆς, καὶ τὸ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον· καὶ λαβὼν τὸ αἷμα κατεσκέδασε τοῦ λαοῦ. Μέμνηται τούτων ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους λέγων, ὅτι Οὐδὲ ἡ πρώτη διαθήκη χωρὶς αἵματος ἐγ 56.328 κεκαίνισται. Κελεύεται Μωϋσῆς ἀνελθὼν λαβεῖν τὰ πυξία. Καὶ ἦν ἐκεῖ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἤκουσε δὲ τὴν διάταξιν τῆς σκηνῆς καὶ τῶν ἐν αὐτῇ, καὶ τῆς ἱερατικῆς στολῆς, καὶ τῆς χρίσεως τῶν ἱερέων, καὶ τῶν λύτρων. Ταῦτα δὲ ἦν τὸ ἥμισυ τοῦ διδράχμου ἕκαστον διδόναι, τουτέστιν, ὀβολοὺς δέκα. Καὶ περὶ τῆς συνθέσεως τοῦ ἐλαίου παραινεῖ, καὶ ὑπὲρ τῆς φυλακῆς τοῦ σαββάτου. Ἐκκλησιάζουσιν οἱ Ἰσραηλῖται κατὰ Ἀαρὼν καὶ εἰδωλολατροῦσι. Τότε φησὶν ὁ Θεὸς τῷ Μωϋσῇ· Ἔασόν με, καὶ ἐξαλείψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Ὡς δὲ κατελθὼν ὁ Μωϋσῆς εἶδε τὸν μόσχον καὶ τὸν λαὸν παίζοντας, ἔῤῥιψε τὰς πλάκας, καὶ συνέτριψεν, ἐπετίμησε τῷ Ἀαρὼν, ἐκέλευσε τοῖς υἱοῖς Λευῒ ἐλθοῦσιν, εἶπε· Εἴ τις πρὸς Κύριον, ἴτω πρός με, σφάξειν ἕκαστον τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν πλησίον αὐτοῦ. Καὶ ἔπεσον τρισχίλιοι ἄνδρες. Τότε δὲ ἀνελθὼν Μωϋσῆς λέγει τῷ Θεῷ· Εἰ μὲν ἀφιεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Τότε ἐπένθησεν ὁ λαὸς, καὶ ἐκελεύσθη περιελεῖν τὸν κόσμον αὐτοῦ. Ἐνταῦθα εἴρηται· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ οὐκ ἐξεπορεύετο τῆς σκηνῆς. Τότε παρακαλεῖ Μωϋσῆς τὸν Θεὸν, ὥστε μὴ καταλιπεῖν τὸν λαόν· καὶ λαξεύσας δύο πλάκας, λαμβάνει τὴν ∆εκάλογον, ποιήσας πάλιν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐντέλλεται δὲ αὐτῷ πάλιν περὶ τοῦ πάσχα, περὶ τοῦ σαββάτου, περὶ τοῦ ἐξολοθρεῦσαι τοὺς θεοὺς τῶν ἐθνῶν, ὑπὲρ τοῦ ἁγιάσαι αὐτῷ τὰ πρωτότοκα. Ἐνταῦθα κεῖται, ὅτι μετὰ καλύμματος ἐλάλει Μωϋσῆς τῷ λαῷ· ὃ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους φησὶν ὁ Παῦλος. Τότε αὐτοῖς παραγγέλλεται περὶ τοῦ σαββάτου, καὶ περὶ τῆς ὕλης τῆς ὀφειλούσης προχωρῆσαι εἰς τὴν τῆς σκηνῆς ἐργασίαν, τουτέστι, περὶ τοῦ χρυσοῦ, τοῦ χαλκοῦ, τῶν τριχῶν, καὶ τῆς λοιπῆς ὕλης. Καὶ οἱ μὲν ἔφερον πολλῇ τῇ προθυμίᾳ, ὡς καὶ περισσεύειν· ἐργάζεται δὲ Βεσελεὴλ ἐκ τῆς φυλῆς Ἰούδα, καὶ Ἐλιὰβ ἐκ τῆς φυλῆς ∆ὰν ἅπαντα τὰ πρὸς τὴν κατασκευὴν, καὶ ἔστη ἡ σκηνὴ, καὶ ἐκάλυψεν αὐτὴν ἡ νεφέλη. Τὸ δὲ ἀναλωθὲν εἰς τὰ ἔργα χρυσίου μὲν τάλαντα κθʹ καὶ σίκλοι ψʹ, ἀργυρίου δὲ τάλαντα ρʹ, σίκλοι ψοβʹ, καὶ χαλκοῦ τάλαντα οʹ, καὶ σίκλοι, βφʹ.

Λευϊτικὸν, βιβλίον γʹ. Λευϊτικὸν καλεῖται τοῦτο τὸ βιβλίον, ἐπειδὴ ἰδικῶς πᾶσαν τῆς τε Λευϊτικῆς λειτουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγονται ἐκ τῆς φυλῆς Λευῒ, καὶ χρίονται εἰς ἱερέας, πᾶσάν τε τὴν διαφορὰν τῶν θυσιῶν· καὶ τὴν ποιότητα πᾶσαν τῆς ἐν τῷ ἱερῷ λατρείας καὶ ἱερατικῆς λειτουργίας. ∆ιηγεῖται καὶ τὸν νόμον ἑκάστης θυσίας, περί τε τοῦ σωτηρίου καὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου πλημμελήματος, καὶ πῶς ἑκάστῳ τῶν