1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

18

τῇ ἐρήμῳ, καὶ διὰ τοῦτο ἀπερίτμητοι 56.337 ἦσαν αὐτῶν οἱ πλεῖστοι τῶν μαχίμων, οἳ καὶ ἀπώλοντο· ἀντὶ δὲ τούτων ἀντικατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς ὁ Ἰησοῦς περιέτεμε, διὰ τὸ γενέσθαι αὐτοὺς ἀπεριτμήτους ἐν τῇ ὁδῷ. Τότε ἐποίησε τὸ πάσχα. Καὶ ἐν τῇ ἡμέρᾳ ᾗ ἔφαγον ἄζυμα ἀπὸ τοῦ σίτου τῆς γῆς ἐκείνης, ἐξέλιπε τὸ μάννα. Κελεύεται ὁ Ἰησοῦς λῦσαι τὸ ὑπόδημα αὐτοῦ, καὶ κυκλῶσαι τὴν Ἱεριχῶ μετὰ σαλπίγγων καὶ τῆς κιβωτοῦ ἡμέρας ἑπτά. Οὗ γενομένου αὐτόματα ἔπεσον τὰ τείχη. ∆ῆλον οὖν ὅτι ἔκτοτε ἀρχὴν ἔλαβε λύεσθαι τὸ σάββατον· ὅθεν γὰρ ἂν ἄρξηταί τις, ἀνάγκη τὸ σάββατον ἐμπεσεῖν ἐν ταῖς ἓξ ἡμέραις. Τότε σώζεται μὲν ἡ Ῥαὰβ μετὰ τῆς συγγενείας αὐτῆς, καὶ οἰκεῖ ἐν τῷ Ἰσραὴλ, ἐμπιπρᾶται δὲ ἡ πόλις καὶ ἀναθεματίζεται, καὶ κατηράσατο Ἰησοῦς τῷ οἰκοδομοῦντι αὐτήν. Ἔκλεψεν ἐκ τοῦ ἀναθέματος Ἄχαρ, καὶ ἡττᾶται ὁ λαὸς προσβαλὼν ἑτέρᾳ πόλει. ∆εῖται τοῦ Θεοῦ Ἰησοῦς, κελεύει ὁ Θεὸς ἐξαρθῆναι τὸ ἀνάθεμα. Ἀνεδείχθη ὁ Ἄχαρ, ἠλέγχθη τὸ κλέμμα, ἐλιθοβολήθη μετὰ τῶν υἱῶν καὶ θυγατέρων ὁ Ἄχαρ. Ἀνεμαχέσατο Ἰησοῦς τὴν μάχην, καὶ εἷλετὴν Γάζαν, καὶ ἐνεπύρισε· καὶ ἔπεσον ἐν αὐτῇ δώδεκα χιλιάδες· καὶ τὸν βασιλέα τῆς πόλεως ἐκρέμασαν ἐπὶ ξύλου. Συνέρχονται πολεμῆσαι τὸν Ἰσραὴλ οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων καὶ Χαναναίων, καὶ οἱ λοιποί. Οἰκοδομεῖ Ἰησοῦς θυσιαστήριον ἐκ λίθων ὁλοκλήρων καὶ γράφει τὸ ∆ευτερονόμιον ἐκεῖ. Καὶ οἱ ἡμίσεις ἵστανται πλησίον τοῦ ὄρους Γεβὰλ, καὶ οἱ ἡμίσεις πλησίον τοῦ ὄρους Γαριζίν. Ἐντεῦθεν τὰ κατὰ τοὺς Γαβαωνίτας. Οὗτοι γὰρ ἀκούσαντες περὶ τῶν Ἰσραηλιτῶν, καὶ φοβηθέντες αὐτοὺς ἐξ ὧν ἤδη κατώρθωσαν ἐν τοῖς πολεμίοις, ἔρχονται πρὸς αὐτοὺς, παλαιὰ περιθέμενοι ἱμάτια, ἄρτους ἐπιφερόμενοι ξηροὺς, σανδάλια πεπαλαιωμένα, καί φασι πρὸς τὸν λαὸν, ὅτι ἐκ γῆς πόῤῥωθεν ἥκουσι, καὶ σημεῖον τοῦ πόῤῥω οἰκεῖν, τὰ ἱμάτια, καὶ τοὺς ἄρτους, καὶ τὰ σανδάλια ἐποιοῦντο. Ἐν γὰρ τῇ ὁδῷ αὐτὰ πεπαλαιῶσθαι ἔλεγον· ἥκειν δὲ ἐπὶ τῷ συνθήκας ποιήσασθαι πρὸς αὐτοὺς εἰρήνης. Οἱ δὲ μὴ ἐρόμενοι τὸν Θεὸν, ἐποιήσαντο συνθήκας. Ὡς δὲ ἔγνωσαν ἠπατημένοι, καὶ ὅτι οὐ πόῤῥω, ἀλλὰ πλησίον οἰκοῦσι, μὴ δυνάμενοι αὐτοὺς καταπολεμῆσαι διὰ τοὺς ὅρκους, δούλους ἐποιήσαντο ξυλοκόπους τε καὶ ὑδροφόρους. Ἐνταῦθα ἐκβαίνει ἡ πρόῤῥησις τοῦ Νῶε, ἣν εἶπε· Χαναὰν παῖς οἰκέτης· ἐξ ἐκείνου γάρ εἰσιν οὗτοι. Ἤκουσεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ, ὅτι ἑάλω Ἱεριχὼ καὶ Γάζα, καὶ ὅτι ηὐτομόλησαν οἱ Γαβαωνῖται, καὶ ἐπιστρατεύει ἐπ' αὐτοὺς μετὰ καὶ ἑτέρων βασιλέων. Οἱ δὲ ἐκάλουν εἰς συμμαχίαν τὸν Ἰησοῦν. Ἦλθε δὲ καὶ συνέβαλε, καὶ ἐτρέψατο αὐτούς· καὶ ἄνωθεν ἐπ' αὐτοὺς χάλαζα κατηνέχθη· καὶ πλείους ἀνεῖλεν ἡ χάλαζα, ἢ οἱ υἱοὶ Ἰσραὴλ ἐν μαχαίρᾳ. Τότε ἔστη ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ· καὶ πάντα τῶν ἐχθρῶν τὸν λαὸν ἀπέκτεινεν Ἰησοῦς, καὶ πέντε βασιλεῖς. Εἷλε δὲ καὶ τὴν Μακηλὰ, καὶ τὴν Λοβνὰ, καὶ τὴν Λαχὶς, καὶ τὴν Ὀδολὰν, καὶ τὴν Χεβρὼν, καὶ τὴν ∆αβὴρ, καὶ τὴν ὀρεινὴν, καὶ τὴν πεδινήν. Συνῆλθον ἕτεροι βασιλεῖς πολλοὶ μετὰ στρατοπέδων μεγάλων, καὶ τούτους εἷλεν Ἰησοῦς. Ἔγκειται δὲ αὐτῶν ἐνταῦθα καὶ τὰ ὀνόματα καὶ αἱ πόλεις, καὶ ὁ 56.338 ἀριθμός. Προστάσσεται δὲ Ἰησοῦς διαδοῦναι τὴν γῆν τοῖς Ἰσραηλίταις. Καὶ διαγράφει τίς φυλὴ τίνας κλήρους ἔλαβε, καὶ τοῖς Λευΐταις τί δοθῇ. Ἐκπέμπεται Ἰησοῦς τὴν φυλὴν Ῥουβὶμ καὶ τὴν Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ εἰς τοὺς κλήρους αὐτῶν, οὓς ἔλαβον ἔτι ζῶντος Μωϋσέως. Οἱ δὲ ἀπελθόντες, παρὰ τὸν Ἰορδάνην ᾠκοδόμησαν βωμόν. Ἐτάραξε τοῦτο τὰς ἄλλας φυλάς. Ὤοντο γὰρ ἀποστασίας ἕνεκεν τοῦτο πεποιηκέναι αὐτούς. Πέμπουσι πρὸς αὐτοὺς ἐγκαλοῦντες· οἱ δὲ ἀπελογοῦντο λέγοντες, οὐκ ἀποστασίας ἕνεκεν οἰκοδομῆσαι τὸν βωμόν· ἀλλ' ἵνα μὴ ἔχωσιν οἱ μεθ' ὑμᾶς γενόμενοι τοὺς ἡμετέρους υἱοὺς ὡς ἀλλοτρίους τῆς ἑαυτῶν συγγενείας, διὰ τὸ τὸν Ἰορδάνην μέσον ἑκατέρων ῥεῖν· ἀλλ' ἵνα ᾖ ὁ βωμὸς εἰς μαρτύριον, καὶ μὴ ἔχωσι λέγειν τὰ τέκνα ὑμῶν τοῖς ἐγγόνοις ἡμῶν, Οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. Ἐπείσθησαν μηκέτι πολεμῆσαι αὐτοὺς αἱ λοιπαὶ φυλαί. Τότε