1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

23

ἀποστέλλει ληψόμενος αὐτὸν ἐκεῖθεν. Ὡς δὲ οἱ πεμπόμενοι οὐχ ὑπέστρεφον, ἀλλὰ μένοντες προεφήτευον, ἀπῆλθεν αὐτός. Ἔρχεται πρὸς τὸν Ἰωνάθαν ὁ ∆αυΐδ· ἀπαγγέλλει αὐτῷ, ὅτι φονᾷ κατ' αὐτοῦ ὁ Σαούλ. Καὶ εἰ βούλει σαφέστερον αὔριον μαθεῖν, κατὰ τὸν τοῦ ἀρίστου καιρὸν ἀπολειφθήσομαι. Εἶτα ἐὰν ἔρηται ὁ πατήρ σου τὴν αἰτίαν, εἰπὲ, ὅτι θυσίας οὔσης ἐν τῇ πόλει, ᾔτησεν ἀπελθεῖν. Ἐὰν μὲν οὖν πράως ἐνέγκῃ, οὐδὲν ὑποπτεύω δεινόν· ἐὰν δὲ δυσχεράνῃ, πρόδηλος ἡ κατ' ἐμοῦ δίκη καὶ ἐπιβουλή. Ποιεῖ ταῦτα ὁ Ἰωνάθαν· ὁ δὲ Σαοὺλ οὕτως ὠργίσθη, ὥστε καὶ ἐπιχειρῆσαι τὸν υἱὸν αὐτοῦ ἀνελεῖν. Ὁ δὲ ἀναπηδήσας ἐκ τῆς τραπέζης, ἐξῆλθε εἰς τὸ πεδίον, καὶ ῥίπτει τὰς σχίζας· ἦν γὰρ καὶ τοῦτο 56.344 σύνθημα· καὶ ἐπιδραμὼν ὄπισθεν τῷ παιδὶ αὐτοῦ, κρυπτομένου ἐκεῖ που τοῦ ∆αυῒδ, φησί· Ταχύνας πορεύου, καὶ μὴ στῇς, ὅτι ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα. Συνῆκεν ὁ ∆αυῒδ τί ἐβούλετο τὰ ῥήματα ταῦτα, καὶ τοῦ παιδὸς ἀναχωρήσαντος, ἐπιπίπτει τῷ Ἰωνάθαν καὶ κλαίει· ὁ δὲ κελεύει φυγεῖν καὶ μεμνῆσθαι τῶν συνθηκῶν. Αὗται δὲ ἦσαν, μηδέποτε ἐξᾶραι ἔλεον ἐκ τοῦ οἴκου Ἰωνάθαν, μήτε ζῶντος, μήτε θανόντος αὐτοῦ. Ἔρχεται πρὸς τὸν ἱερέα τὸν Ἀβιμέλεκ ὁ ∆αυΐδ. Τότε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε· ἔλαβε δὲ καὶ τὴν ῥομφαίαν Γολιὰθ, φήσας ὑπὸ τοῦ βασιλέως ἀπεστάλθαι που κατὰ σπουδήν. Καὶ ἔρχεται ἐκεῖθεν πρὸς Ἀγχοῦς, εἶτα εἰς Ὀδολὰμ, καὶ παρατίθεται τῷ βασιλεῖ Μωὰβ τὴν οἰκίαν αὐτοῦ. Ὡς δὲ ἐδυσχέραινεν ὁ Σαοὺλ πρὸς τοὺς αὐτοῦ παῖδας, ὅτι μηδεὶς αὐτῷ συμπονεῖ, μηδὲ παραδίδωσι τὸν ∆αυῒδ, ∆ωὴκ Ἰδουμαῖος (ἔτυχε γὰρ τότε ἐκεῖ, ὅτε ∆αυῒδ πρὸς τὸν ἱερέα ἦλθεν), ἀπήγγειλεν αὐτῷ τὸ γεγονός. Ὁ δὲ μεταπεμψάμενος τοὺς ἱερεῖς, καὶ τῶν παρεστηκότων οὐ βουλομένων αὐτοὺς ἀνελεῖν, κελεύει τῷ ∆ωήκ. Ὁ δὲ ἀνεῖλε τριακοσίους πεντήκοντα ἄνδρας αἴροντας ἐφοὺδ, καὶ τὴν Νοβὰ τὴν πόλιν αὐτῶν ἐξωλόθρευσεν. Ἀπαγγέλλει ταῦτα τῷ ∆αυῒδ εἷς τῶν τοῦ ἱερέως υἱῶν διασωθείς. Ὁ δὲ ἀλγήσας εἶχε μεθ' ἑαυτοῦ τὸν διασωθέντα, καὶ τὴν Κῖλα πολεμουμένην ἔσωσεν. Ἀκούσας τε, ὅτι ὁ Σαοὺλ ἔρχεται ἐπ' αὐτὸν, ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν ἔρημον Ζίφ. Ὡς δὲ ἤκουσεν ὁ Σαοὺλ, ἔρχεται ἐπ' αὐτόν. Ἀπαγγελθείσης δὲ ἐφόδου πολεμίων μεταξὺ διώκειν αὐτὸν, ἀναχωρεῖ. Εἶτα ἐπανελθὼν ἐκ τῶν πολεμίων, πάλιν αὐτὸν ἐπεζήτει, καὶ εἰσέρχεται εἰς τὸ σπήλαιον, ἔνθα ∆αυῒδ ἐκάθητο, καὶ μετ' αὐτοῦ ἄνδρες ἐσώτεροι. Καὶ πάντων παρακελευομένων ἀνελεῖν τὸν Σαοὺλ, οὐκ ἐπείσθη, οὔτε τοῖς βουλομένοις συνεχώρησεν. Ὡς δὲ ἐξῆλθεν ἐκεῖνος ἐκ τοῦ σπηλαίου, ἐπηκολούθησε καὶ οὗτος, καὶ βοήσας πρὸς αὐτὸν, τήν τε ἐκείνου κακίαν καὶ τὴν αὑτοῦ δικαιοσύνην ἐδίδασκε τὸν Σαούλ. Ὁ δὲ ἐδάκρυσε. Τότε ἀπέθανε Σαμουήλ. Πέμπει, δῶρα τὸν Νάβαλ αἰτῶν, ἀντὶ τῆς φυλακῆς ἧς ἐφύλαξεν αὐτοῦ τὰ ποίμνια. Ὁ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ὕβρισεν αὐτὸν διὰ τῶν ἀπεσταλμένων. Ἐξοπλισάμενος δὲ ἀνῄει ὥστε ἀπολέσαι αὐτόν. Ἔμαθε ταῦτα ἡ Ἀβιγαία ἡ τούτου γυνὴ, καὶ λαβοῦσα δῶρα ἀπήντησε τῷ ∆αυῒδ, καὶ πολλὰ δεηθεῖσα, ἐπέσχεν αὐτὸν τῆς ὁρμῆς. Καὶ ἀποθανόντος τοῦ Νάβαλ, γίνεται αὐτῷ γυνή. Ἀκούσας ὁ Σαοὺλ, ἔνθα ἦν ὁ ∆αυῒδ, ἔρχεται πάλιν ἐπ' αὐτόν. Ὡς δὲ καὶ ἐκαθεύδησε μετὰ τῆς στρατιᾶς ἁπάσης, ἐφίσταται ὁ ∆αυῒδ μετὰ Ἀβεσσᾶ· καὶ κελεύοντος ἐκείνου παίειν τὸν ἐχθρὸν, οὐκ εἶξεν, ἀλλὰ τὸν πρὸς κεφαλῆς κείμενον φακὸν λαβὼν καὶ δόρυ, ἀπῆλθεν ἕως ποῤῥωτάτω, καὶ βοήσας διήγειρέ τε αὐτοῦ τὸν στρατηγὸν, καὶ ἐνεκάλει ῥᾳθυμίαν, ὅτι μὴ φυλάττει τὸν βασιλέα. Ἐπιδεικνύει τό τε δόρυ καὶ τὸν φακὸν, καὶ ἐγκαλεῖ τῷ Σαοὺλ, ὅτι τὸν οὐδὲν ἠδικηκότα καταδιώκει. Τότε φεύγει πρὸς Ἀγχοῦς ὁ ∆αυΐδ· οὐ γὰρ ἀσφαλὲς ἡγεῖτο εἶναι πλησίον διατρίβειν τοῦ Σαούλ. Λαμβάνει ὁ ∆αυῒδ παρὰ τοῦ Ἀγχοῦς τὴν Σεκελάκ· καὶ ἐπετίθετο τοῖς πολεμίοις, καὶ ἐλάμβανε χρήματα καὶ πρόβατα πολλά. Τότε συναθροίζονται οἱ ἀλλόφυλοι κατὰ τοῦ Ἰσραὴλ, καὶ Σαοὺλ ἐρωτᾷ τὴν ἐγγαστρίμυθον. Ἀποστραφεὶς ὁ ∆αυῒδ ἀπὸ τοῦ στρατοπέδου (οὐ γὰρ εἴασαν αὐτὸν οἱ σατράπαι τῶν ἀλλο 56.345 φύλων συνεξελθεῖν, ὑποπτεύοντες αὐτὸν προδιδόναι τὸ στρατόπεδον), εὑρίσκει τὴν