1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

27

αὐτῷ ναῦς χρυσίον φέρουσα. Τὰ κατὰ τὴν βασίλισσαν Νότου, τὴν ἐλθοῦσαν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ. Τὰ κατὰ τὸν πλοῦτον αὐτοῦ τὸν μέγαν, τὰ περὶ τῶν ὅπλων τῶν χρυσῶν ὧν ἐποίησε, τὰ περὶ τῆς βασιλείας αὐτοῦ, πόθεν καὶ μέχρι ποῦ παρέτεινεν. Ἐντεῦθεν περὶ τῆς εἰδωλολατρείας αὐτοῦ, καὶ τῆς προσκρούσεως ἧς προσέκρουσε τῷ Θεῷ. Ἐντεῦθεν ἀπειλὴ πρὸς αὐτὸν, καὶ τῆς βασιλείας παράλυσις, εἰρήνης ἀφανισμός. Ἐπανίσταται γὰρ αὐτῷ Ἀδὲρ ὁ Ἰδουμαῖος, καὶ ὁ Ἐσδρώμ. Ἐπανίσταται αὐτῷ καὶ ὁ δοῦλος αὐτοῦ Ἱεροβοάμ. Ἔρχεται πρὸς τὸν ἹεροβοὰμἈχιᾶ ὁ προφήτης, καὶ δίδωσιν αὐτῷ διαῤῥῆξαι ἱμάτιον τελαμῶνας δέκα, προμηνύων αὐτῷ, ὅτι καθέξει τὰ δέκα σκῆπτρα. Ὡς δὲ ἤθελεν αὐτὸν ἀνελεῖν ὁ Σολομῶν, ἔφυγεν εἰς Αἴγυπτον. Ἐπανῆλθεν ἀπ' Αἰγύπτου Ἱεροβοὰμ, ἀποθανόντος Σολομῶντος. Ὁδὲ λαὸς προσελθὼν τῷ Ῥοβοὰμ υἱῷ Σολομῶντος, ἠξίου ἐλαφροτέραν αὐτοῖς γενέσθαι τὴν ἀρχὴν τῆς τοῦ Σολομῶντος. Ὁ δὲ ὑπὸ τῶν συντρόφων αὐτοῦ νέων τινῶν ἀναπεισθεὶς, ἠπείλησε καὶ βαρυτέραν αὐτοῖς ποιήσειν. Ἔνθεν ἀπεσχίσθησαν αἱ δέκα φυλαὶ, καὶ ἐβασίλευσαν ἐφ' ἑαυτῶν τὸν Ἱεροβοάμ. Καὶ βουλόμενον ἐπιστρατεῦσαι αὐτῷ τὸν Ῥοβοὰμ ἐκώλυσεν ὁ Θεός. Ὡς δὲ ἠῤῥώστησε τὸ παιδίον Ἱεροβοὰμ,πέμπει τὴν γυναῖκα αὐτοῦ πρὸς Ἀχιὰ τὸν προφήτην πευσομένην περὶ τῆς νόσου. Ὁ δὲ εἶπεν, ὅτι ἀποθανεῖται, καὶ ἀπέθανεν. Ἵστησι δαμάλεις χρυσᾶς ὁ Ἱεροβοὰμ, μίαν ἐν Βαιθὴλ, καὶ μίαν ἐν ∆ὰν, ἵνα μὴ ἀναβαίνωσιν εἰς Ἱερουσαλὴμ ὁ λαός. Θύοντος δὲ αὐ 56.350 τοῦ ἐκεῖ, ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐλθὼν, προφητεύει τὰ κατὰ τὸν Ἰωσίαν. Καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ βασιλέως, καὶ ἐῤῥάγη τὸ θυσιαστήριον. ∆εηθέντος δὲ τοῦ προφήτου τοῦ Θεοῦ, ὑγίανεν ὁ βασιλεύς. Καὶ παρεκάλει τὸν προφήτην ἑστιαθῆναι παρ' αὐτῷ. Ὁ δὲ οὐκ ἠνέσχετο, πρόσταγμα φυλάττων τοῦ Θεοῦ, ὅπερ ὕστερον παραβὰς, ἀνῃρέθη ὑπὸ τοῦ λέοντος. Ὁ δὲ Ἱεροβοὰμ ἔτι ἐπέμενε τῇ κακίᾳ αὐτοῦ, καὶ ὁ Ῥοβοὰμ εἰδωλολάτρησεν ἔτη πάντα τῆς βασιλείας αὐτοῦ. Ἐλθὼν Σουσακεὶμ ἔλαβε τοὺς θησαυρούς. Μετὰ τοῦτον βασιλεύει Ἀβιᾶς ὁ υἱὸς αὐτοῦ, καὶ μετὰ τοῦτον ὁ υἱὸς τοῦ Ἀβιᾶ ὁ Ἀσᾶ. Μετὰ δὲ τὸν Ἱεροβοὰμβασιλεύει ὁ υἱὸς αὐτοῦ Ἀδάβ· ὃν ἀνελὼν Βασᾶ ἐβασίλευσε, καὶ ἐπολέμει τὸν Ἀσᾶ. Ὁ δὲ τῇ συμμαχίᾳ τοῦ Σύρου Ἄδερ χρησάμενος, ἐπικρατέστερος γέγονεν. Ὡς δὲ πονηρὸς ἦν ὁ Βασᾶ, ἀπειλεῖ αὐτῷ ὁ Θεὸς κακὰ μεγάλα. Ἀποθανόντος δὲ αὐτοῦ ἐβασίλευσεν Ἐλᾶ ὁ υἱὸς αὐτοῦ, ὃν ἀνελὼν Ζαμβρὶ εἷς τῶν ἀρχόντων, ἐβασίλευσε, καὶ ὠλόθρευσε τὸν οἶκον Βασᾶ. Ὡς δὲ καὶ Ζαμβρὶ ἀπέθανεν ἑαυτὸν ἐμπρήσας, βασιλεύει Ἀμβρί. Ὡς δὲ ἀπέθανε καὶ οὗτος, βασιλεύει Ἀχαὰβὁ υἱὸς αὐτοῦ. Βασιλεύει ὁ υἱὸς Ἀσᾶ Ἰωσαφάτ. Ἀπειλεῖ Ἠλίας ὁ προφήτης τῷ Ἀχαὰβ τὴν γενομένην ἀνομβρίαν ἐπὶ τρία ἔτη καὶ μῆνας ἕξ. Τότε διατρέφεται διὰ τῶν κοράκων ὁ προφήτης. Ἐνταῦθα τὰ κατὰ τὴν χήραν τὴν ἐν Σαρέφθοις, τὰ κατὰ τὸν καμψάκην τοῦ ἐλαίου, καὶ τὴν ὑδρίαν τοῦ ἀλεύρου, καὶ τὸν θάνατον τοῦ παιδίου, καὶ τὴν ἐκ τοῦ θανάτου ἔγερσιν. Ἀποστέλλεται πρὸς τὸν Ἀχαὰβ ὁ Ἠλίας,καὶ ποιεῖ τὴν θυσίαν, καὶ καταφέρει τὸ πῦρ ἐξ οὐρανοῦ, καὶ ἀναλίσκει αὐτήν. Τότε λαβὼν τοὺς ἱερεῖς τοῦ Βαὰλ ἀπέσφαξε. Τότε εὐαγγελίζεται τῷ Ἀχαὰβ τὸν ὑετόν. Καὶ ἀνελθὼν εἰς τὸν Κάρμηλον ηὔξατο Ἠλίας, καὶ ποιεῖ τὴν θυσίαν· ἰδοὺ ὑετός. Ἀπειλεῖ τῷ Ἠλίᾳ θάνατον Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ, ὁ δὲἔρχεται εἰς τὴν ἔρημον, καὶ κοιμηθεὶς, καὶ διεγερθεὶς ὑπὸ ἀγγέλου Θεοῦ, εὗρεν ἐγκρυφίαν ὀλυρίτην, καὶ φαγὼν αὐτὸν, ἐνίσχυσεν. Ἐν ἐκείνῃ τῇ βρώσει τεσσαράκοντα ἡμέρας ἦλθεν εἰς Χωρήβ. Τότε λέγει· Κύριε, τὰ θυσιαστήριά σου κατέσκαψαν. Τὰ ζεύγη τῶν βοῶν ἀφεὶς ὁ Ἑλισσαῖος ἀκολουθεῖ τῷ Ἠλίᾳ. Ἐντεῦθεν τὸ διήγημα τὸ κατὰ τὸν ἀμπελῶνα τοῦ Ναβουθαί· καὶ ἡ ἀπειλὴ κατὰ Ἰεζάβελ καὶ Ἀχαὰβ, καὶ ἡ κατάνυξις τοῦ Ἀχαάβ. Ἐπῆλθε τῷ Ἰσραὴλ ὁ ΣύροςἌδερ μετὰ τριακονταδύο βασιλέων· ὁ δὲ ἐχειρώσατο αὐτούς. Καὶ δεύτερον ἐπιστρατεύσας περιέπεσε πληγῇ μεγάλῃ. Ὡς δὲ ἑώρα ἑαυτὸν ἐν κινδύνῳ, σχῆμα περιθέμενος ἐλεεινὸν, ἔρχεται πρὸς τὸν Ἀχαὰβ, δοῦλον ἑαυτὸν ἀποκαλῶν, καὶ ἀγαπητῶς ἔχων