1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

31

πάντα τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν ἔτη μʹ οὕτως· ἐν μὲν Χεβρὼν ἔτη ζʹ, ἐν δὲ παντὶ τῷ Ἰσραὴλ καὶ τῷ Ἰούδᾳ ἔτη λγʹ. Καὶ ἐποίησε τὸ εὐθὲς ἐν τελείᾳ καρδίᾳ. Ἐπὶ τούτου ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Σολομῶν ὁ υἱὸς ∆αυῒδ ἐβασίλευσεν ἐπὶ πάντα τὸν λαὸν ἔτη μʹ καὶ αὐτός· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ αὐτοῦ ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιζʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἐσχίσθη ἡ βασιλεία, καὶ ἔμειναν μετ' αὐτοῦ μὲν ἐν Ἱερουσαλὴμ φυλαὶ δύο, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν. Ἐν δὲ τῇ Σαμαρείᾳ φυλαὶ δέκα. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀχίας ὁ Σιλωνίτης, καὶ Ἀδδώ. Ἀβία ὁ υἱὸς αὐτοῦ ἐβασίλευσε ἔτη τρία. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ ὡς ∆αυῒδ, ἀλλ' 56.355 ἐπορεύθη ἐν τῇ ἁμαρτίᾳ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐπὶ τούτου ἦν Ἀδδὼ ὁ προφήτης. Ἀσὰ ὁ υἱὸς αὐτοῦ ἔτη μαʹ, καὶ ἐποίησε τὸ εὐθές· ἀλλ' ἔτι ἦν τὰ ὑψηλά. Ἐπὶ τούτου ἦσαν Ἀζαρίας υἱὸς Ὠδὴδ, καὶ Ἀναμὶ, οἱπροφῆται. Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κεʹ, καὶ ἐποίησε τὸ εὐθές· ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε. Καὶ μετὰ ταῦτα μέμψιν ἔσχεν ἀνομίας, ὅτι ἐφιλίασε τῷ Ὀχοζίᾳ βασιλεῖ Ἰσραὴλ, καὶ ἐκοινώνησεν αὐτῷ εἰς πλεῖον πραγματείας. Ἐπὶ τούτου ἦσαν προφῆται Ἠλίας, Ἑλιςσαιὲ, Μιχαίας, καὶ Ἰοῦ ὁ τοῦ Ἀνεμὶ, καὶ Ὀζιὴλ ὁτοῦ Ζαχαρίου, καὶ Ἐλιάδαδ ὁ τοῦ Ἀδιὰ ἀπὸ Μαρίσσης. Ἰωρὰμ ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, καὶ ἐποίησε τὸ πονηρόν. Εἶχε γὰρ γυναῖκα θυγατέρα Ἀχαάβ. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἑλισσαῖος. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ, καὶ ἐποίησε τὸ πονηρόν. Μετ' αὐτὸν Γοθολία ἡ μήτηρ αὐτοῦ, ἔτη ἑπτά. Ἰωᾶς υἱὸς Ὀχοζίου ἔτη μʹ. Οὗτος ἐφόνευσε τὸν Ζαχαρίαν, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὅλῃ τῇ ψυχῇ αὐτοῦ, ἕως Ἰωδαὲ ὁ συνετὸς ἔζη, καὶ ἐφώτισεν αὐτόν. Τοῦτον ἀπέκτειναν οἱ δοῦλοι αὐτοῦ ἐν οἴκῳ Μαελώθ. Ἐπὶ τούτου ἐπροφήτευσε Ζαχαρίας υἱὸς Ἰωδαέ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη ιθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ἀρχῇ, ἀλλ' οὐχ ὡς ∆αυΐδ. Ἔτι γὰρ ὁ λαὸς ἐθυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ τὰ ἄλση οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται, ἀλλ' οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν. Μετὰ ταῦτα μέντοι Ἀμεσίας πατάξας τοὺς ἐν Σηεὶρ, ἐπήρθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηεὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἀζαρίας ὁ καὶ Ὀζίας ἔτη νβʹ, καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Εὐοδούμενος δὲ ἐπήρθη, καὶ ἠθέλησεν ἑαυτῷ θυμιᾶσαι ἐν τῷ ναῷ, ὅπερ μόνοις τοῖς ἱερεῦσιν ἔξεστι. ∆ιὸ καὶ ἐλεπρώθη ἀκούσας· Οὐ σοὶ, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ, ὃ μόνοις τοῖς ἱερεῦσιν ἔξεστιν. Ἐπὶ τούτου προφήτης Ἡσαΐας. Ἰωθὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ι ϛʹ, καὶ ἐποίησε τὸ εὐθὲς ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἀχὰζ υἱὸς αὐτοῦ ἔτη ι ϛʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας καὶ Ὠδὴδ προφῆται. Ἐζεκίας ὁυἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ὡς ∆αυῒδ τελείως. Οὗτος καθεῖλεν ὄφιν χαλκοῦν, ὃν ἐκρέμασε Μωϋσῆς. Ἐπὶ τούτου Σεναχηρεὶμ καὶ Ῥαψάκης οἱἈσσύριοι βλασφημοῦντες ἐπατάχθησαν μὲν αὐτοὶ, μετὰ ταῦτα ἐν μιᾷ δὲ νυκτὶ χιλιάδας ρπεʹ ἐξελθὼν ἄγγελος ἀνεῖλε. Μέλλων δὲ Ἐζεκίας ἀποθνήσκειν, ἔλαβε προσθήκην ἔτη ιεʹ. Μανασσῆς ὁ υἱὸς αὐτοῦ ἔτη νεʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ὅσα δὲ κατέσκαψεν Ἐζεκίας, ταῦτα οὗτος ἀνήγειρε, καὶ γέγονεν ἄλλος Ἱεροβοὰμ τῷ Ἰούδᾳ, ὥστε δι' αὐτὸν παθεῖν τὴν Ἱερουσαλὴμ, ὡς τὴν Σαμάρειαν. Καὶ γὰρ ἐπ' αὐτοῦ ἐλέχθη, Ὃς ἐξήμαρτε τὸν Ἰούδαν. ∆ιὸ καὶ αἰχμάλωτος ἀπήχθη εἰς Βαβυλῶνα. Ἀλλ' ἐν τῇ αἰχμαλωσίᾳ, ὡς ἐν τοῖς Παραλειπομένοις γέγραπται, μετανοήσαντα αὐτὸν μετέστρεψεν ὁ Θεὸς εἰς Ἱερουσαλὴμ, καὶ πάλιν ἀντελάβετο τῆς βασιλείας. Μετανοῶν δὲ καὶ διδάσκων τὸν λαὸν δουλεύειν τῷ Θεῷ, ἐτελεύτησεν. Οὐκ ἐτάφη δὲ ἐν πόλει ∆αυῒδ, ἀλλ' ἐν τῷ κήπῳ αὐτοῦ, κήπῳ Ὀζᾶ. Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσῆς, καὶ ἀνεῖλον αὐτὸν οἱ παῖδες αὐτοῦ, καὶ ἐτάφη ἐν κήπῳ Ὀζᾶ, ἔνθα καὶ ὁ πατὴρ αὐτοῦ. Ἰωσίας ὁ υἱὸς αὐτοῦ ἔτη λαʹ. Τοῦτον ὁ λαὸς ἤγειρε βασιλέα, ὄντα ἐτῶν ηʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν πάσῃ 56.356 ὁδῷ ∆αυῒδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ. Καὶ γὰρ καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τὰ εἴδωλα πάντα καθεῖλε.