1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

33

Παραλειπόμενα βιβλίον αʹ. Παραλειπόμενα καλεῖται, ἐπειδὴ πολλὰ ἐν ταῖς Βασιλείαις παραλειφθέντα περιέχεται ἐν τούτοις τοῖς βιβλίοις. Ἔστι δὲ ἐν τούτῳ τῷ πρώτῳ γενεαλογία πασῶν φυλῶν ἀπὸ Ἀδὰμ ἕως τῶν βασιλέων κατὰ φυλὰς καὶ κατὰ δήμους καὶ κατὰ πατριὰς καὶ κατ' οἶκον. Τίνας τε ἔταξε τῶν Λευϊτῶν ∆αυῒδ ἐν αὐλοῖς καὶ κινύραις ᾄδειν τῷ Θεῷ, καὶ τίνας ἔταξεν ἐν τοῖς ἔργοις τοῦ ναοῦ. Πρότερος γὰρ αὐτὸς τὸν ναὸν κτίζειν ἤρξατο. Καὶ ἕτερά τινα λεπτομερῶς βασιλέων καὶ τῶν γενεῶν διέρχεται. Οἷς συναπτέον καὶ ταῦτα, ὅτι γίνεται ὁμοῦ τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ τοῦ ∆αυῒδ τὰ πάντα ἔτη υοδʹ. Οἱ δὲ βασιλεῖς πάντες γεγόνασιν ἐξ ἑνὸς γένους τοῦ ∆αυῒδ, καὶ οἳ μὲν ἐποιήσαντο τὸ εὐθὲς, εἰσὶ θʹ· οἳ δὲ τὸ πονηρὸν ἐποιήσαντο, ιβʹ, χωρὶς μέντοι Γοθολίας. Τῶν δὲ ἐν Σαμαρείᾳ βασιλευσάντων γίνονται ὁμοῦ τὰ πάντα ἔτη σξθʹ καὶ ἡμέραι λʹ· βασιλεῖς μὲν ιβʹ ἐκ διαφόρων ὀκτὼ γενεῶν γεγόνασιν· οἱ δὲ πάντες ἐποιήσαντο τὸ πονηρὸν, κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ. Παραλειπόμενα βιβλίον βʹ. Ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν Παραλειπομένων παράγονται πράξεις βασιλέων. Εἰσὶ δὲ οἱ ταύτας ἀναγράψαντες οἱ κατὰ καιροὺς ὄντες προφῆται. Ὑπὲρ δὲ τοῦ γινώσκειν ἐκ μέρους τοὺς συγγράψαντας, σημειωτέον οὗτος (λ. ὅτι) μὲν πράξεις ἔγκεινται ἐνταῦθα πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα· ἤτοι αἱ παραλειφθεῖσαι τῆς ἱστορίας τῶν βασιλέων. Οἱ δὲ τὰς ἁπάσας αὐτῶν πράξεις ἱστορήσαντες, εἰσὶν οὗτοι· τὰ περὶ τοῦ ∆αυῒδ ἔγραψε Σαμουὴλ, καὶ Ναθὰν καὶ Γὰδ οἱ προφῆται· τὰ περὶ Σολομῶντος, Ναθὰν καὶ Ἀχίας προφῆται· τὰ περὶ Ἱεροβοὰμ, Σαμέας καὶ Ἀδδὼ προφῆται· τὰ περὶ Ἀβιὰ, Ἀδδὼ ὁ προφήτης. Τὰ περὶ Ἀσὰ, ἐν τῷ βιβλίῳ λόγων περὶ τῶν βασιλέων Ἰούδα· τὰ περὶ Ἰωσαφὰτ, Ἰοὺ ὁ προφήτης, τοῦ Ἀναμὴ, ὃςκατέγραψε βιβλίον λόγων τῶν βασιλέων Ἰσραήλ. Τὰ περὶ Ἰωὰς, ἐπὶ τὴν γραφὴν τῶν βασιλέων. Τὰ περὶ Ἀμεσία. ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰπερὶ Ὀζίου, Ἰεσίας (σιξ) ὁ προφήτης. Τὰ περὶ Ἰωθὰμ, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἄχαζ, ἐπὶ βιβλίον βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἐζεκίου, Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης. Ταπερὶ Μανασσῆ, ἐπὶ λόγων τῶν ὁρώντων. Τὰ περὶ Ἰωσίου, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ 56.358 περὶ Ἰωακεὶμ, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Ταῦτα ἔστιν εὑρεῖν οὕτω τεταγμένα ἐν τοῖς Παραλειπομένοις τῶν βασιλέων.

Ἔσδρας βιβλίον αʹ. Ἔσδρας καλεῖται τὸ βιβλίον, ἐπειδὴ αὐτὸς Ἔσδρας ἱερεὺς

ὢν καὶ ἀναγνώστης, ἐξηγεῖται καὶ συγγράφει τὴν ἐπάνοδον τῶν υἱῶν Ἰσραὴλ ἐκ Περσίδος εἰς τὴν Ἱερουσαλὴμ γενομένην. Γέγονε δὲ ἡ ἐπάνοδος προτέρως μὲν ἐκ τοῦ προστάγματος, ἔπειτα δὲ κελεύσαντος Κύρου καὶ ∆αρείου τῶν βασιλέων ἐν χειρὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, καὶ Ἔσδρα καὶ Ζοροβάβελ, οἳ ἤρισαν προβλήμασι, τεθείσης ἐπαγγελίας, αἰτῆσαι τὸν νικῶντα ὅπερ ἐὰν θελήσῃ παρὰ τοῦ βασιλέως. Τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον, καὶ τοῦ ἑτέρου εἰπόντος νικᾷν τὸν βασιλέα, ὁ Ζοροβάβελ εἶπεν νικᾷν τὰς γυναῖκας, ὑπὲρ δὲ πάντα τὴν ἀλήθειαν. Καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσε αἰτήσασθαι ὃ βούλεται, ἠξίωσε αὐτὸς ἀφεθῆναι τὴν αἰχμαλωσίαν, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ. Καὶ γέγονεν ὡς ἠξίωσε, καὶ ἀφείθη ἡ αἰχμαλωσία. Τότε γὰρ ἐπληρώθη καὶ τὰ οʹ ἔτη τῆς ὀργῆς. Εἰσὶ τοίνυν οἱ ἀναβάντες ἀπὸ τῆς αἰχμαλωσίας ἀπὸ Ἰούδα καὶ Βενιαμὶν, καὶ οἱ Λευῗται, τὸν ἀριθμὸν μυριάδες δʹ καὶ δισχίλιοι, ἵπποι τλʹ, ἡμίονοι σμεʹ, κάμηλοι υλεʹ, παῖδες αὐτῶν καὶ παιδίσκαι #22ζτλδʹ, οἱ ᾄδοντες σʹ, ὄνοι #22 ϛψκʹ, καὶ οἱ μὲν οἰκοδομοῦντες ἦσαν Ζοροβάβελ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ Νεεμίας. Ὁ δὲ Ἔσδρας εὐφυὴςἐν τῷ νόμῳ, αὐτὸς προσεκόμισε τὸν νόμον, καὶ ἀνέγνω, καὶ διετύπωσε πάντα τὰ κατὰ τὸ ἱερὸν καὶ τοὺς Λευΐτας. Αὐτὸς ἔδειξε τὸν νόμον, καὶ πεποίηκε ἐκβληθῆναι τὰς ἀλλογενεῖς γυναῖκας τοὺς λαβόντας ἐν καιρῷ τῆς αἰχμαλωσίας. Καὶ ἐξέβαλον πάντες, καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησε τὸ πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν