1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

35

βασιλέως λυπηθέντος ἐπὶ τῷ παρανόμῳ προστάγματι τῷ κατὰ τῶν Ἰουδαίων, καὶ ὀργισθέντος κατὰ τοῦ Ἀμὰν, αὐτὸς ὁ Ἀμὰν παρεκάλει τὴν Ἐσθὴρ, ἀπόντος τοῦ 56.360 βασιλέως, ἐπικύπτων καὶ προσκυνῶν τὰ γόνατα αὐτῆς. Ὁ δὲ βασιλεὺς καὶ ἑωρακὼς τὸν Ἀμὰν ἁπτόμενον τῶν ἰχνῶν τῆς βασιλίσσης, ὑπονοήσας αἰσχρῶς αὐτὸν τοῦτο ποιεῖν, ἐκέλευσεν αὐτὸν μὲν τὸν Ἀμὰν εἰς τὸ ξύλον, ὅπερ ἦν ἑτοιμάσας τῷ Μαρδοχαίῳ, κρεμασθῆναι· γράφει δὲ ἄνεσιν μὲν ἔχειν πάντας τοὺς Ἰουδαίους, τοὺς δὲ ἐχθροὺς αὐτῶν ἀναιρεθῆναι παρ' αὐτῶν. Καὶ οἱ μὲν ἀναιρεθέντες εἰσὶ μύριοι πεντακισχίλιοι. Γέγονε δὲ ἑορτὴ τῇ ιδʹ καὶ ιεʹ ἐν τῷ μηνὶ τῷ δωδεκάτῳ, ὅστις καλεῖται Ἄδαρ. Καλεῖται δὲ ἡ ἡμέρα αὕτη τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Φουρά. ∆ιὰ τοῦτο κατὰ τὴν ἡμέραν ταύτην καίουσιν οἱ Ἰουδαῖοι τὸν Ἀμὰν, καὶ ἑορτάζουσι, μνημόσυνον οὖσαν τῆς σωτηρίας αὐτῶν. Καὶ ἐν τούτοις τέλος ἔχει τὸ βιβλίον. Τωβὶτ βιβλίον. Τωβὶτ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν περὶ αὐτοῦ τοῦ Τωβὶτ ἱστορίαν περιέχει. Ἔστι δὲ ὁ Τωβὶτ ἀπὸ μὲν φυλῆς Νεφθαλεὶμ, γέγονε δὲ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἦν ἐν τῇ Νινευῒ ἐλεήμων καὶ θεοσεβής. Καὶ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ γενόμενος, οὐκ ἤσθιε κοινὸν ἄρτον ἀπὸ τῶν ἐθνῶν, ἀλλ' ἑαυτὸν συνετήρησε. Ἦν δὲ καὶ ἀγοραστὴς τοῦ βασιλέως Ἐνεμασάρου, καὶ παρέθετο ἐν τῇ Μηδείᾳ Γαβαὴλ τάλαντα ιʹ. Οὗτος οὖν ὁ Τωβὶτ σπουδὴν εἶχε θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων. ∆ιαβληθεὶς δὲ τῷ βασιλεῖ Ἀχειρὴλ, ἔφυγε. Καὶ ἐπανελθὼν, καὶ θάψας τινὰ τῶν ἀποθανόντων, ἐκοιμήθη ἔξω τοῦ τείχους, καὶ ὡς εἴωθε κοιμώμενος, ἀνεῳγμένους εἶχε τοὺς ὀφθαλμοὺς, στρουθίων δὲ ἀφοδευσάντων ἄνωθεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώματα ἔσχε, καὶ οὐκέτι ἔβλεπεν. Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις θυγάτηρ τοῦ Ῥαγουὴλ συγγενοῦς αὐτοῦ Σάῤῥα ὀνόματι. Ταύτην γαμηθῆναι οὐκ ἐπέτρεπεν ὁ δαίμων Ἀσμοδαῖος· ἑπτὰ γοῦν ἑξῆς λαβόντας αὐτὴν ἀπέκτεινε [καὶ πάνυ λυπηθεῖσα· ἑπτὰ γὰρ λαβόντας ἑξῆς αὐτὴν ἀπέκτεινε]. Καὶ πάνυ λυπηθεῖσα ἡ παῖς ηὔξατο· καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεὸς τὸν ἀρχάγγελον Ῥαφαήλ. Ὁ τοίνυν Τωβὶτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα, εἰ μὴ ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τοῦ γένους, δίδωσιν αὐτῷ τὸ χειρόγραφον τῶν δέκα ταλάντων, καὶ ἐντέλλεται αὐτῷ ἀπελθεῖν καὶ ἀπαιτῆσαι. Ἀγνοῶν δὲ ὁ παῖς τὴν ὁδὸν καὶ τὸν ἄνθρωπον, ἐξέρχεται ζητῆσαι συνοδοιπόρον. Κατὰ Θεοῦ πρόνοιαν εὑρίσκει τὸν Ῥαφαὴλ, ὡς ἄνθρωπον ἑστῶτα ἔξω, καὶ μισθοῦται αὐτὸν λέγοντα εἰδέναι τὴν ὁδόν. [Καὶ συνοδεύει αὐτῷ ὁ ἄγγελος ὡς ἄνθρωπον λέγοντα εἰδέναι τὴν ὁδόν.] Καὶ συνοδεύει αὐτῷ ὁ ἀρχάγγελος Ῥαφαὴλ ὡς ἄνθρωπος λεγόμενος Ἀζαρίας. Ἐλθόντων δὲ αὐτῶν εἰς τὸν Τίγρην ποταμὸν, ἠθέλησεν ὁ παῖς εἰς αὐτὸν καταβῆναι καὶ λούσασθαι, καὶ εὐθὺς ἰχθὺς ἐπεπήδησε τῷ παιδαρίῳ μέγας. Ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβέσθαι τοῦ ἰχθύος καὶ τεμεῖν αὐτὸν καὶ λαβεῖν τό τε ἧπαρ καὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν χολὴν, καὶ ταῦτα τηρεῖν. Εἶτα πυνθανομένου τοῦ παιδὸς, εἰς τί χρήσιμα ταῦτα, ἐκεῖνος ἔφη· Τὸ ἧπαρ καὶ ἡ καρδία θυμιώμενα διώξει τὸν δαίμονα· ἡ δὲ χολὴ καθαρίσει τὰ λευκώματα. Ὁ μὲν οὖν παῖς συμβουλίᾳ καὶ συνεργίᾳ τοῦ ἀγγέλου λαμβάνει τὴν τοῦ Ῥαγουὴλ θυγατέρα τὴν Σάῤῥαν γυναῖκα, διωχθέντος τοῦ δαι 56.361 μονίου ἐν τῷ θυμιάματι τούτῳ, καὶ δεθέντος εἰς τὰ ἀνώτερα μέρη Αἰγύπτου ὑπὸ τοῦ ἀγγέλου. Μείνας δὲ μετὰ τῆς γυναικὸς ὁ Τωβίας, ἀποστέλλει τὸν Ἀζαρίαν, ὡς ἄνθρωπον ὄντα, εἰς τὴν Μηδίαν, καὶ ἀπαιτήσας ἐκεῖνος τὰ δέκα τάλαντα ὑπέστρεψε μετὰ τῆς γυναικὸς καὶ αὐτοῦ τοῦ ἀγγέλου πρὸς τὸν πατέρα. Ὑποστρέψας δὲ ὁ παῖς, ἐγχρίει τῇ χολῇ τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς, καὶ ἀποπίπτουσιν αἱ λεπίδες, καὶ εὐθὺς ἀνέβλεψε. Ὅτε μὲν ἐτυφλώθη ὁ Τωβὶτ, ἦν ἐτῶν νηʹ, ὅτε δὲ ἀνέβλεψε, ἦν ἐτῶν ξʹ. Καὶ λοιπὸν βλέψαντος αὐτοῦ, ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπος ἦν, ἀλλὰ παρὰ τοῦ Θεοῦ ἀπεστάλη εἰς βοήθειαν αὐτῶν τε καὶ τῆς Σάῤῥα. Γηράσας δὲ ὁ Τωβὶτ, παρήγγειλε τῷ υἱῷ αὐτοῦ Τωβίᾳ, ἀπελθεῖν εἰς τὴν Μηδίαν διὰ τὴν ἐσομένην καταστροφὴν τῆς Νινευῒ κατὰ τὸ ῥῆμα Ἰωνᾶ τοῦ