1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

40

ὧν με ὁ Θεὸς ἐφύλαξεν; Ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. ∆ιέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνατῶν. Εὐλογία ἀπολλυμένων ἐπ' ἐμὲ ἐπέλθοι. Ὀφθαλμὸς, φησὶν, ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν, πατὴρ δὲ ἀδυνάτων. Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. Κατεσκήνουν ὡς βασιλεὺς ἐν μονοζώνοις. Ἀφρόνων υἱοὶ, καὶ ἄτιμοι ὄνομα· νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν. Ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς. Χειρὶ δὲ κραταιᾷ με ἐμαστίγωσας. Ἀδελφὸς, φησὶ, γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Εἰ ἐξηκολούθησε ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ. Θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τοῦ μιᾶναι αὐτοῖς γυναῖκα. Εἰ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου οὐκ ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός μου. Εἰ γὰρ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, καὶ εἶπε ἡ καρδία μου, Εὖγε, ἀκοῦσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου Εἰ μὴ ῥήξας αὐτὴν 56.367 ἀπέδωκα, οὐθὲν λαβὼν ἀπὸ χρεωφειλέτου, εἰ ἐπ' ἐμοὶ ἡ γῆ ἐστέναξε, ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη. Τὰ περὶ Ἐλιοὺζ τοῦ Βαραχιὴλ τοῦ Βουζίτου· ὡς ὠργίσθη τῷ Ἰὼβ, ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου. Ὑπολαβὼν Ἐλιοὺζ ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης, εἶπε· Νεώτερός εἰμι τῷ χρόνῳ· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμὴν ἐπιστήμην. Ἐξαναστὰς Ἐλιοὺζ ἐν ἀναιδείᾳ καταλέγει τοῦ Ἰὼβ, τῶν τριῶν ἀποσιωπησάντων· Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥήματος. Εἶπε δὲ Ἐλιοὺζ πρὸς Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. Ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν. Ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας. Ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. Ἤλεγξε δὲ αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης. Ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα, ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ. Τότε, φησὶν, ἀπομέμψεται αὐτὸς ἑαυτῷ λέγων· Οἷα συνετέλουν; Οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον. Ἔτι ἐλάλησεν Ἐλιοὺζ πρὸς Ἰώβ· Ἐνωτίζου, [ ̓Ιὼβ], καὶ ἄκουέ μου· κώφευσον καὶ λαλήσω. Εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι· θέλω γὰρ δικαιολογηθῆναί σοι. Ἔτι προσθεὶς Ἐλιοὺζ τρίτον λέγει· Ἀκούσατέ μου, σοφοὶ, οἱ ἐπιστάμενοι ἐνωτίσασθαι καλόν· ὅτι οὖς λόγους δοκιμάζει. Ἔτι εἶπεν Ἐλιούζ· Τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ; οὐχ ἁμαρτὼν, οὐδὲ ἀσεβήσας; [Μή μοι εἴη] καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον. Ἀλλ' ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν. Ἀσεβὴς ὁ λέγων βασιλεῖ, Παρανομεῖς παρανομῶν. Καὶ, Ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐναντίον μου. Ὅτι Κύριος πάντα ἐφορᾷ, καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Ἀνὴρ σοφὸς ἀκήκοέ μου τὸ ῥῆμα· Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε. Τέταρτον προσθεὶς Ἐλιοὺζ λέγει πρὸς Ἰώβ· Τί τοῦτο ἡγήσω ἐν κρίσει; Σὺ τίς εἶ, ὅτι εἶπας, ∆ίκαιός εἰμι ἐναντίον Κυρίου; Τὸ πέμπτον προσθεὶς Ἐλιοὺζ τῷ λόγῳ, καὶ οὔτε Ἰὼβ, οὔτε οἱ τρεῖς φίλοι προσποιοῦνται αὐτὸν ὡς ἄθεον. ∆ῆλον οὖν ἐκ τότε, ὅτι μετενόησαν οἱ τρεῖς. Καὶ λέγει πρὸς Ἰώβ· Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέγειν. Εἶπεν Ἐλιούζ· Ἐνωτίζου ταῦτα, Ἰώβ. Στῆθι, νουθετοῦ δύναμιν Κυρίου. Μὴ βίβλος ἢ γραμματεύσας σοι παρέστηκε; ἢ ἀπὸ βοῤῥᾶ νέφη χρυσαυγίζοντα; Ἐμφανισθεὶς ὁ Θεὸς δικαιοῖ τὸν Ἰὼβ, καὶ διδάσκων τὸ μυστήριον τοῦ Χριστοῦ, εἶπε πρὸς Ἰώβ· Τίς οὗτος ὁ κρύπτων μου βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ; ∆ιάλογος Κυρίου, ὅτι Ἔφραξα θάλασσαν πύλαις. Εἶπα δὲ αὐτῇ, Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ διατριβήσονταί σου τὰ κύματα. Λόγος Κυρίου, ὅτι Σὺ λαβὼν πηλὸν, ἔπλασας ζῶον; Ἀνοίγονταί σοι φόβῳ πύλαι θανάτου; πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Ἔτι, Ἦλθες ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; Πόθεν δὲ ἐκπορεύεται πάχνη; τίς δὲ ἡτοίμασε ὑετῷ