1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

44

∆ίκαιόν ἐστι, τὸ ἀποδιδόναι ἅπερ ἔλαβέ τις φυλάξαι· τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν ἀντὶ ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὅρους. Μὴ εἴπῃς γὰρ, Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησε. ∆ιὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει τούτοις· τὸ ἀληθὲς δίκαιον, τὸ ἀποδιδόναι ἑκάστῳ τὸ ἴδιον. Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Ἔπειτα τίμα βασιλέα, καὶ τοῖς μὲν γονεῦσι τὸ καθῆκον ἀποδίδου, τοῖς δὲ πᾶσι τὸ ἴσον. Καὶ οὗτος μὲν εἷς τύπος. ∆εύτερος δὲ, δικαιοῦν τὴν ψυχὴν ἑαυτοῦ, τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισό 56.372 τητα· ἀλλὰ τῷ μὲν λογικῷ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοί σου ἔστωσαν κρίματα· ὥστε κρίνειν ἑαυτὸν ἕκαστον, καὶ τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθήν· Ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθὴ, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικὸν, Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου. Ὅλον γὰρ τὸν θυμὸν ἐκφέρει αὐτοῦ ἄφρων· ὁ δὲ σοφὸς ταμιεύεται κατὰ μέρος. Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων, ἔσται γινώσκων τὴν ἀληθῆ δικαιοσύνην. Κρίματα δὲ κατευθύνειν ἐστὶ, προηγουμένως μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ Θεοῦ νόμον, ὥς φησι· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς. ∆ιάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος τοῖς λαοῖς καὶ μισητὸς εἰς ἔθνη. Αἰδεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν. Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ ῥητέον· ἔπειτα δὲ ἵνα ὅπερ ἑτέρους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρίμα κατευθύνῃ, καὶ ἑαυτὸν δοκιμάζῃ, ἐπιτιμῶν μὲν ἑαυτῷ, ἐὰν πλεονεκτῇ ὁ θυμός· ἐπέχων δὲ, ἐὰν περισσεύῃ ἡ ἐπιθυμία· διεγείρων δὲ, ἐὰν ἀφυπνοῖ τὸ λογιστικὸν, λέγων· Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατήγορος ἑαυτοῦ γινόμενος, κρίμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκούσεται παρ' ἑτέρου· Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ λέγων, Μὴ μοιχεύσῃς, μοιχεύεις; Ὥσπερ γὰρ ὁ ὁδεύων καὶ κατευθύνων τὴν ὁδὸν φθάνει εἰς τὸ τέλος· οὕτως ὁ κατευθύνων κρίματα, δίκαιος γνωσθήσεται καὶ σοφός. Παραβολαὶ δὲ λέγονται λόγοι, ὥσπερ εἰκόνες τῶν λεγομένων. Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὸ λεγόμενον καταλαμβάνεται. Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησί· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμαι αὐτήν; ὡς τῶν κατὰ ὁμοίωσιν λεγομένων παραβολῆς οὔσης. Καὶ γὰρ λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὕστερον ἐπέφερε, ∆ιὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ. Εἰσὶν οὖν τοιαῦται αἱ παραβολαί· Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατάκαυμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν. Καὶ πάλιν· Ὥσπερ ἄνεμοι, καὶ νέφη, καὶ ὑετοὶ, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ· καὶ τὰ ὅμοια τούτοις. Ῥήσεις δὲ σοφῶν εἰσι λόγοι οὐ σεσοφισμένοι, οὐδὲ ἐν τῷ πιθανῷ ἀπατῶντες, ἀλλ' ἠκριβωμένοι· οὐχ ὡς κατὰ πρόσταξιν δὲ λεγόμενοι, ἀλλ' ὡς παρ' αὐτῶν γνωσθέντες, καὶ ὡς ἀποφάσεις αὐτῶν προσφερόμενοι· οἷοί εἰσι· Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Καὶ, Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. Καὶ, Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Καὶ, Ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει. Τῶν μὲν γὰρ ἄλλων ἀνθρώπων οἱ λόγοι κατὰ πλεῖστον ἀμφίβολοι τυγχάνουσιν ὄντες· οἱ δὲ τῶν σοφῶν, οἷοί εἰσιν οὗτοι, ἀληθεῖς εἰσιν, καὶ πανταχόθεν ἠκρίβωνται, ὥστε μηδὲ ἀντιλέγεσθαι αὐτούς. Καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ τοῦ τέλους γνωρίζουσι τὸ πρᾶγμα· οἷόν ἐστιν, ὅτι ὁ ἄδικος φαῦλός ἐστι, καὶ ὁ μοιχὸς οὐ καλός· τοῦτο δὲ καὶ παντὶ δῆλον ἂν εἴη. Οἱ δὲ σοφοὶ 56.373 τὰς ἀρχὰς τῶν πράξεων προλέγουσιν, ἵν' ἕκαστος γινώσκων τὰς ἀρχὰς τῶν κακῶν φυλάττηται, καὶ ὥσπερ σύμβολον τῶν τῆς ψυχῆς κινημάτων παραγγέλλουσιν, οἷά