1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

45

ἐστι τὰ προειρημένα· Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Ὁ γὰρ φίλερις ἀπὸ μίσους ἔχει τὴν ἀρχὴν τῆς τοιαύτης κακίας, καὶ οὐκ ἄν τις εἴποι ἀγαπᾷν τὸν φιλονεικοῦντα. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου ὁ μὴ φιλονεικῶν, γνώρισμα ἀγάπης ἔχει. Καὶ οὐκ ἄν τις εἴποι φιλόνεικον τὸν ἀγαπῶντα· ὡς πάλιν τὸ, Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός· καὶ πᾶς ὀξύθυμος πράσσει μετὰ ἀβουλίας. Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυμον μηδεμίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε. Καὶ ὅλως οὗτοι τὰ ἠθικὰ μᾶλλον ἀπαγγέλλουσι, τὴν ἀρχὴν τῆς πράξεως, ὅθεν συνίστανται, λέγοντες, ὅτι τῆς μὲν φιλονεικίας προηγεῖται μῖσος· τοῦ δὲ μὴ φιλονεικεῖν προηγεῖται ἀγάπη, καὶ τῆς μὲν ἀεργίας προηγεῖται ἡδονὴ κακή· τοῦ δὲ ὀξυθύμου προηγεῖται ἀβουλία· καὶ τοῦ μὲν ἐξουθενημένου ἀρχή ἐστι τὸ καταφρονεῖν αὐτὸν τοῦ νόμου· τῆς δὲ ὑγείας προηγεῖται ὁ φόβος τοῦ Θεοῦ· καὶ τῆς μὲν ἀπωλείας τῆς ψυχῆς ἐστιν ἀρχὴ τὸ ἀφύλακτον ἔχειν τὸ στόμα· τοῦ δὲ πτοεῖσθαί τινα προηγεῖται ἡ προπέτεια. Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀναλύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κακῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράττειν δὲ τὰ ἀγαθά. Αἰνίγματα δὲ καὶ σκοτεινοὶ λόγοι, οἵτινες ἀσφαλεῖς μὲν οὕτως εἰσὶν, ὥστε ἀνιᾷν τὸν ἐντυγχάνοντα τὸ μηδὲν ἐμφαίνειν, μηδέ τινα ὑπόνοιαν παρέχειν· ἐρευνώμενοι δὲ ὅμως δεικνύουσι τὸν ἐν αὐτοῖς νοῦν. Οἷοί εἰσι· Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗται, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, Ἱκανόν. Ἅδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν, Ἀρκεῖ. Καὶ πάλιν· Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι· καὶ ὅσα τοιαῦτά ἐστιν αἰνίγματα· ἕτερα γάρ τινα δηλοῖ, καὶ ἑτέρων ἔννοιαν παρίστησι· καὶ ἀσαφῆ μέν ἐστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν. Καὶ ἡ μὲν περιοχὴ τοῦ βιβλίου τῶν Παροιμιῶν τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσις ἐν τούτοις. Ἐν προοιμίοις περὶ αὐτῶν τῶν παροιμιῶν Σολομῶντος υἱοῦ ∆αυῒδ, ὃς ἐβασίλευσε ἐν Ἱερουσαλὴμ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν. Καὶ ὅτι Ἀρχὴ σοφίας φόβος Κυρίου. Περὶ τοῦ ἀκούειν νόμους πατρὸς, καὶ μὴ ἀπώσασθαι θεσμοὺς μητρός. Περὶ τοῦ μὴ πλανηθῆναι, μηδὲ συμπορεύεσθαι ὁδοὺς μετὰ τῶν συντελούντων ἄνομα· κοινὸν γὰρ βαλάντιον κέκτηνται. Ὅτι σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἀσεβεῖς δὲ ἐμίσησαν αἴσθησιν. Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπήκουσάν μου, διὰ τοῦτο, ὅταν καλέσωνταί με, οὐχ ὑπακούσομαι αὐτῶν. Περὶ τοῦ, ∆έχου ῥήσεις ἐντολῶν, καὶ εἰσακούσεται σοφίας τὸ οὖς σου, ἵνα συνήσῃς δικαιοσύνην καὶ κρίμα. Ὦ οἱ καταλιπόντες ὁδοὺς εὐθείας, καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ. Περὶ τοῦ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἵνα εὕρῃς τρίβους δικαιοσύνης λείας. Περὶ 56.374 τοῦ μὴ ἐπιλανθάνεσθαί σε τήρησιν νόμου, ἵνα μακροβιώσῃς ἐν εἰρήνῃ. Περὶ τοῦ εἶναί σε πεποιθότα ἐν ὅλῃ καρδίᾳ ἐπὶ Θεῷ, καὶ μὴ εἶναι φρόνιμον παρ' ἑαυτῷ, ἀλλὰ τιμᾷν τὸν Κύριον ἀπὸ τῶν δικαίων πόνων. Περὶ τοῦ μὴ ὀλιγωρεῖν παιδείας Κυρίου· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Καὶ, Μακάριος ἄνθρωπος ὃς εὕρῃ σοφίαν. Περὶ τοῦ μὴ παραῤῥύεσθαί σε, ἀλλὰ τηρεῖν βουλὴν καὶ ἔννοιαν, ἵνα ἔσται ἴασις τῇ σαρκί σου. Περὶ τοῦ μὴ ἀποσχέσθαι εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Καὶ, Μὴ τέκταινε ἐπὶ σῷ φίλῳ κακὰ, ὅτι ἀκάθαρτος ἐνώπιον Κυρίου πᾶς παράνομος. Ὅτι, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ μεταδίδωσι χάριν. Καὶ περὶ τοῦ ἀκούειν παιδείας πατρός. Περὶ τοῦ, Υἱὲ, ἐμῇ ῥήσει πρόσεχε, καὶ πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, καὶ Κύριος ὀρθὰς ποιήσει τὰς τροχιάς σου. Περὶ τοῦ μὴ προσέχειν φαύλῃ γυναικί· Ὁδοὺς γὰρ ζωῆς οὐ μετέρχεται, μακρὰν ποίησον ἀπ' αὐτῆς σύνοδον. Περὶ τοῦ, Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων· καὶ Ἡ πηγὴ τοῦ ὕδατός σου ἔστω σοι ἡδεῖα. Ἐν γὰρ τῇ ταύτης σοφίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ νεανία, καὶ γίνου σοφώτερος· ὅτι πολλὴν ἐν