1

 2

 3

3

κἀκεῖ συγκόψονται ἀλλήλους ὥστε ἐκ τῶν αἱμάτων τῶν Ῥωμαίων καὶ τῶν Ἰσμαηλιτῶν μεστὸν γενέσθαι τὸ φρέαρ. Καὶ παραδώσει Κύριος ὁ θεὸς τὸν Ἰσμαὴλ εἰς χεῖρας τοῦ βασιλέως καὶ μετὰ ταῦτα ἀποστελεῖ εἰς τὰς χώρας αὐτῶν καὶ ποιήσει κατασκευὴν πλοίων καὶ ὀρνεύσει αὐτά. καὶ ἄλλους ἀγγέλους αὐτοῦ ἀποστελεῖ εἰς τὰ ἐνδότερα μέρη τῆς Ῥώμης καὶ ἡμερώσει τὰ ξανθὰ ἔθνη καὶ ὁμοῦ διώξουσιν τὸν Ἰσμαήλ. καὶ τότε πληρωθήσεται ἡ προφητεία ἡ λέγουσα ὅτι κύων καὶ σκύμνος διώξουσιν ἀγρόν. Καὶ ἀπερχομένου 37 τοῦ βασιλέως ἐν τῇ Ῥώμῃ εἰσέλθει εἰς τόπον λεγόμενον Λωγγιβαρδίας, καὶ ἀντιτάξονται αὐτὸν οἱ τοῦ τόπου ἐκείνου, καὶ τούτους παρακαλέσας εἰσέλθει ἐν τῇ Ῥώμῃ, καὶ ἐλθὼν ἐν τόπῳ τινὶ οὗ ἦν κεκλεισμένος θησαυρός, κρούει μετὰ τοῦ φραγγελίου αὐτοῦ εἰς τὸ ζόδον, ἔνθα ἐστὶν ὁ θησαυρὸς ἀποκεκλεισμένος. προστάξει δὲ θεοῦ ἀνοιχθήσονται, καὶ ἐξ αὐτοῦ ποιήσει ῥῶγας τῷ λαῷ αὐτοῦ. καὶ ἐξέλθει ἀπὸ Ῥώμης μετὰ πλείστου λαοῦ καὶ ἀπέλθει διὰ τῆς στερεᾶς ἐν τῇ ἑπταλόφῳ πόλει καὶ οὐκ ἔσται ὁ ἀντικείμενος αὐτῷ, ὅτι Κύριος ὁ θεὸς ἦν μετὰ αὐτοῦ. καὶ ἀκουσθήσεται ὁ φόβος αὐτοῦ ἐν πάσῃ πόλει καὶ χώρᾳ καὶ ἀκούσας ὁ εἰς διακοσιοστὸν κεφάλαιον τοῦ τριακοστοῦ κεφαλαίου ἀποδράσει ἀπὸ τῆς πόλεως τῆς ἑπταλόφου εἰς τὸ ἐνδότερον μέρος τῆς ἀνατολῆς καὶ ἀπολεῖται κακῶς.

Εἶτα ἀναστήσεται νεανίας ἐκ φυλῆς τοῦ ∆ὰν κατὰ τὴν προφητείαν τοῦ Ἰακὼβ τοῦ πατριάρχου τὴν λέγουσαν. ὄφις ἐφ' ὁδοῦ ἐκαθήμενος δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω τὴν σωτηρίαν ἀναμένων Κυρίου. Ἱππεύς ἐστιν ἡ ἀλήθεια καὶ ἡ εὐσέβεια τῶν ὀρθοδόξων χριστιανῶν, (πτέρνα) δὲ ἡ ἐσχάτη ἡμέρα. Καὶ οὗτοι ἅγιοι ἐν τῷ χρόνῳ δαχθήσονται ὑπὸ τοῦ ὄφεως ἤτοι τοῦ υἱοῦ τῆς ἀπωλείας εἰς τὰς φαντασίας αὐτοῦ καὶ εἰς τὰς ψευδομαντείας αὐτοῦ· ποιήσει γὰρ σημεῖα καὶ τέρατα ἐπὶ τῆς γῆς ἀνδρανὴ sic καὶ ἐξίτηλα. τυφλοὶ ἀναβλέψουσιν καὶ χωλοὶ περιπατήσουσιν, κωφοὶ ἀκούσονται καὶ δαιμονιώδαις ἰασθήσονται, μεταστρέψει τὸν ἥλιον εἰς σκότος καὶ τὴν σελήνην εἰς αἷμα καὶ ἐν τούτοις τοῖς αὐτοῦ τοῖς σημείοις καὶ φαντασιώδαις ἐν τέρασιν πλάναις καὶ ἀπατήσει εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς καθὼς γέγραπται. Εἰσελεύσεται γὰρ ὁ υἱὸς τῆς ἀπωλείας εἰς Ἱεροσόλυμα καὶ καθίσει εἰς τὸν ναὸν Κυρίου ἶσα θεῷ, ἄνθρωπος ὑπάρχων σάρκινος, ἐκ σπέρματος ἀνδρὸς καὶ ἐκ μήτρας γυναικός, ἐκ τῆς φυλῆς τυγχάνων τοῦ ∆άν. Ἰούδας γὰρ ὁ Ἰσκαριώτης ὁ παραδοὺς scil. τὸν Κύριον) καὶ αὐτὸς ἐκ φυλῆς (ἦν) τοῦ ∆άν. Πληθυνομένης γὰρ τῆς θλίψεως τῶν ἡμερῶν ἐκείνων ἀπὸ τοῦ 38 υἱοῦ τῆς ἀπωλείας οὐ φέρει τὸ θεῖον καθωρᾶν τὴν ἀπώλειαν τοῦ γένους τῶν ἀνθρώπων οὓς ἐξηγόρασεν τῷ ἰδίῳ αὐτοῦ αἵματι ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ, ἀλλὰ ἀποστέλλει ἐν συντόμως τοὺς ἰδίους αὐτοῦ θεράποντας τόν τε Ἐνὼχ καὶ Ἡλίαν εἰς ἔλεγχον αὐτοῦ τοῦ ἀντικειμένου ἐνώπιον πάντων ἐθνῶν. λέγοντες ὅτι οὗτός ἐστιν ὁ πλάνος ὁ ἀντικείμενος, τὸ δὲ βδέλυγμα τῆς ἐρημώσεως. Ὁρῶντες οὖν αὐτὸν τὰ ἔθνη ὑπὸ τῶν δούλων τοῦ Ἐνὼχ καὶ Ἡλίου ἐλεγχόμενον φεύξονται ἀπ' αὐτοῦ καὶ προσακολουθήσονται τοῖς ἁγίοις. ὁρῶν οὖν ὁ ἐχθρὸς ἑαυτὸν ὑπ' αὐτῶν δεινῶς ἐλεγχόμενον καὶ ὑπὸ πάντων καταφρονούμενον θυμῷ καὶ ὀργῇ ἀνελεῖ τοὺς ἁγίους.

Τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τῶν ἀνθρώπων μετὰ δόξης οὐρανίου καὶ ἀνελεῖ αὐτὸν ὁ Κύριος τῷ πνεύματι τοῦ στόματος αὐτοῦ κατὰ τοῦ ἀποστόλου φωνήν. Τότε λάμψουσιν οἱ δίκαιοι ὡς φωστῆρες ἐν τῷ κόσμῳ λόγον ζωῆς ἐπέχοντες, οἱ δὲ ἀσεβεῖς ἐκδιωχθήσονται καὶ ἀποστραφήσονται εἰς τὸν ἅδην, ἐξ οὗ ῥυσθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.