Apophthegmata Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου. ∆ιηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελ λίον εἰς Αἴγ

 οὐ δύνασαι ὡς ἡμεῖς, κάθου εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου· καὶ ἠρώτησα αὐτούς· ὅταν γίνηται χειμών, οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμ

 ἀπὸ καμάτου πολλοῦ. ὀψίας δὲ γενομένης ἔβρεξεν ἑαυτῷ ὁ ἀββᾶς Ἀντώνιος θαλλία· καὶ λέγει 34.244 αὐτῷ ὁ ἀββᾶς Μακάριος· κέλευσον, ἵνα κἀγὼ βρέξω ἐμαυτῷ.

 ἐδίδουν αὐτῷ· ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσῃ· ὁ δὲ μαθητὴς, εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· διὰ τὸν κύριον, μὴ δῶτε αὐτῷ·

 ὁ ἀββᾶς Μακάριος· εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦ τος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις· ἀμήχανον γάρ ἐ

 πράγματος ὠφελοῦντος αὐτούς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκα σθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ ε

 αὐτῶν. ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν, πῶς κάθηνται· καὶ κρού σαντός μου ἀνέῳξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχ

 συκίδια· καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν, καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύω αὐτοῦ, κάθημαι κλαίων. Εἶπεν ὁ ἀββᾶς Μακάριος, ὅτι περιπατῶν π

 Μακάριος· φεῦγε τοὺς ἀνθρώπους· κάθισον εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου, καὶ μὴ ἀγαπήσῃς λαλιὰν ἀνθρώπων· καὶ σώζῃ.

ἀπὸ καμάτου πολλοῦ. ὀψίας δὲ γενομένης ἔβρεξεν ἑαυτῷ ὁ ἀββᾶς Ἀντώνιος θαλλία· καὶ λέγει 34.244 αὐτῷ ὁ ἀββᾶς Μακάριος· κέλευσον, ἵνα κἀγὼ βρέξω ἐμαυτῷ. ὁ δὲ εἶπε· βρέξον. καὶ ποιήσας δεσμὸν μέγαν ἔβρεξε· καὶ καθήμενοι ἀπὸ ὀψὲ λαλοῦντες περὶ σω τηρίας ψυχῶν ἔπλεκον· καὶ ἡ σειρὰ διὰ τῆς θυρίδος εἰς τὸ σπήλαιον κατέβαινε. καὶ εἰσελθὼν πρωῒ ὁ μα κάριος Ἀντώνιος εἶδε τὸ πλῆθος τῆς σειρᾶς τοῦ ἀββᾶ Μακαρίου, καὶ ἔλεγε· πολλὴ δύναμις ἐκ τῶν χειρῶν τούτων ἐξέρχεται. Ἔλεγεν ὁ ἀββᾶς Μακάριος περὶ τῆς ἐρημώσεως τῆς Σκήτεως τοῖς ἀδελφοῖς· ὅταν ἴδητε κελλίον οἰκο δομούμενον ἐγγὺς τοῦ ἔλους, μάθετε ὅτι ἐγγύς ἐστιν ἡ ἐρήμωσις αὐτῆς· ὅταν ἴδητε δένδρα, ἐπὶ θυ ρῶν ἐστιν. ὅταν δὲ ἴδητε παιδία, ἄρατε τὰ μηλωτάρια ὑμῶν, καὶ ἀναχωρήσατε. Ἔλεγε πάλιν, παρηγορῆσαι θέλων τοὺς ἀδελ φούς· ἦλθεν ὧδε παιδίον δαιμονιζόμενον μετὰ τῆς μητρὸς αὐτοῦ, καὶ ἔλεγε τῇ μητρὶ αὐτοῦ· ἔγειρε, γραῖα, ἄγωμεν ἔνθεν. ἡ δὲ εἶπεν· οὐ δύναμαι πε ζεῦσαι. καὶ εἶπεν αὐτῇ τὸ παιδίον· ἐγώ σε βαστάζω. καὶ ἐθαύμασα τὴν πονηρίαν τοῦ δαίμονος, πῶς ἠθέλησεν αὐτοὺς φυγαδεῦσαι. Ἔλεγεν ὁ ἀββᾶς Σισόης· ὅτε ἤμην εἰς Σκῆτιν μετὰ τοῦ Μακαρίου, ἀνέβημεν θερίσαι μετ' αὐτοῦ ἑπτὰ ὀνόματα. καὶ ἰδοὺ μία χήρα καλαμωμένη ἦν ὀπίσω ἡμῶν, καὶ οὐκ ἐπαύετο κλαίουσα· ἐφώνησεν οὖν ὁ γέρων τὸν κύριον τοῦ χωρίου καὶ εἶπεν αὐτῷ· τί ἔχει ἡ γραῦς αὕτη, ὅτι πάντοτε κλαίει; λέγει αὐτῷ· ὅτι ὁ ἀνὴρ αὐτῆς εἶχε παραθήκην τινός, καὶ ἀπέθανεν ἄφνω, καὶ οὐκ εἶπε ποῦ ἔθηκεν αὐτήν· καὶ θέλει ὁ κύριος τῆς παραθήκης λαβεῖν αὐτὴν καὶ τὰ τέκνα αὐτῆς εἰς δούλους. λέγει αὐτῷ ὁ γέρων· εἰπὲ αὐτῇ, ἵνα ἔλθῃ πρὸς ἡμᾶς, ὅπου ἀναπαυόμεθα τὸ καῦμα. καὶ ἐλθούσης τῆς γυναικὸς εἶπεν αὐτῇ ὁ γέρων· τί πάντα οὕτως κλαίεις; καὶ εἶπεν· ὁ ἀνήρ μου ἀπέθανε λαβὼν παραθήκην τινός, καὶ οὐκ εἶπεν ἀποθνήσκων, ποῦ ἔθηκεν αὐτήν. καὶ εἶπεν ὁ γέρων πρὸς αὐτήν· δεῦρο, δεῖξόν μοι ποῦ ἔθηκας αὐτόν. καὶ λαβὼν τοὺς ἀδελφοὺς μεθ' ἑαυτοῦ, ἐξῆλθε σὺν αὐτῇ· καὶ ἐλθόν των ἐπὶ τὸν τόπον, εἶπεν αὐτῇ ὁ γέρων· ἀναχώρησον εἰς τὸν οἶκόν σου. καὶ προσευξαμένων αὐτῶν, ἐφώ 34.245 νησεν ὁ γέρων τὸν νεκρὸν λέγων· ὁ δεῖνα, ποῦ ἔθηκας τὴν ἀλλοτρίαν παραθήκην; ὁ δὲ ἀποκριθεὶς εἶπεν· εἰς τὸν οἶκόν μου κέκρυπται ὑπὸ τὸν πόδα τῆς κλίνης. καὶ λέγει αὐτῷ ὁ γέρων· κοιμῶ πάλιν ἕως τῆς ἡμέρας τῆς ἀναστάσεως. ἰδόντες δὲ οἱ ἀδελφοὶ, ἀπὸ τοῦ φόβου ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ. καὶ εἶ πεν αὐτοῖς ὁ γέρων· οὐ δι' ἐμὲ γέγονε τοῦτο· οὐδὲν γάρ εἰμι· ἀλλὰ διὰ τὴν χήραν καὶ τὰ ὀρφανὰ ὁ Θεὸς ἐποίησε τὸ πρᾶγμα· τοῦτο δέ ἐστι τὸ μέγα, ὅτι ἀν αμάρτητον θέλει ὁ Θεὸς τὴν ψυχήν· καὶ εἴ τι ἂν αἰτή σεται, λαμβάνει. ἐλθὼν δὲ ἀνήγγειλε τῇ χήρᾳ ποῦ κεῖται ἡ παραθήκη· ἡ δὲ λαβοῦσα αὐτὴν ἔδωκε τῷ κυρίῳ αὐτῆς, καὶ ἠλευθέρωσε τὰ τέκνα αὐτῆς. καὶ πάντες οἱ ἀκούσαντες ἐδόξασαν τὸν Θεόν. Ἔλεγεν ὁ ἀββᾶς Πέτρος περὶ τοῦ ἁγίου Μακα ρίου, ὅτι παραγενόμενός ποτε πρός τινα ἀναχωρη τήν, καὶ εὑρὼν αὐτὸν κακούμενον, ἐπυνθάνετο τί βούλοιτο τραφῆναι οὐδενὸς ὄντος ἐν τῷ κελλίῳ αὐ τοῦ. καὶ φήσαντος ἐκείνου, πάστιλον, εἰς τὴν Ἀλε ξανδρέων πόλιν οὐκ ὤκνησεν ὁ ἀνδρεῖος παραγενέσθαι καὶ δοῦναι τῷ κάμνοντι· καὶ τὸ θαυμαστὸν μηδενὶ κατάδηλον γενόμενον. Εἶπε πάλιν, ὅτι ἐν ἀκακίᾳ τοῦ ἀββᾶ Μακαρίου πολιτευομένου πρὸς πάντας τοὺς ἀδελφοὺς, ἔφησαν αὐτῷ τινες· διὰ τί οὕτως ἑαυτὸν ποιεῖς; ὁ δὲ εἶπε· δώδεκα ἔτη ἐδούλευσα τῷ κυρίῳ μου, ἵνα μοι χαρίσηται τὸ χάρισμα τοῦτο, καὶ πάντες μοι συμβου λεύετε ἀποθέσθαι αὐτό; Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ εὐ καίρησε μετὰ ἀδελφῶν, ἐτίθει ἑαυτῷ ὅρον· ὅτι ἐὰν εὑρεθῇ οἶνος, διὰ τοὺς ἀδελφοὺς πίνε, καὶ ἀντὶ ἑνὸς ποτηρίου οἴνου μίαν ἡμέραν μὴ πίῃς ὕδωρ· οἱ οὖν ἀδελφοὶ χάριν ἀναπαύσεως