Epistula Magna

 παρὰ τῷ ἐπαγγειλαμένῳ θεῷ δυνατὰ τυγχάνει· τὰ γὰρ τῆς ἁμαρτίας πάθη ὕστερον ἐπιγεγόνασι τῇ ψυχῇ καὶ τῷ σώματι διὰ τὴν τοῦ πρωτοπλάστου Ἀδὰμ παράβασιν·

 πᾶσαν τὴν τῶν ἐντολῶν εὐαρέστησιν ἑαυτὸν ἐκδίδωσι, τοσοῦτον καὶ τὴν μετουσίαν τοῦ πνεύματος εἰς τὴν πνευματικὴν αὔξησιν τῆς ἀνακαινώσεως τοῦ νοὸς προσ

 [ὡς] ἅτε δὴ νύμφην Χριστοῦ ἐπουρανίῳ βασιλεῖ καθαρῷ τε καὶ ἀμιάντῳ συναφθῆναι ἐπιποθοῦσαν. ἐξομοιοῦσθαι γὰρ ἐκείνῳ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κάλλει χρὴ τὴν

 τὸ χεῖρον τῆς ἀπωλείας ἐργασίαν, κρυπτὰ καὶ φανερὰ ἁμαρτήματα εἰς ἓν συναριθμῶν, φησίν· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, διὸ καὶ

 κοινωνεῖν καὶ ἑνοῦσθαι, ἀλλὰ μόνον τῷ τοῦ θεοῦ πνεύματι 247 συνενουμένην καὶ προσκολλωμένην τὰς τῆς ἀρετῆς ἱερὰς γονὰς καὶ τοὺς καρποὺς τοῦ πνεύματος

 Ἐν ἄλλῃ δὲ ἐπιστολῇ περὶ τῶν αὐτῶν διδάσκων καὶ τὴν ὑπερβολὴν τοῦ πνευματικοῦ πλούτου ἐπιδεικνύων τοῖς μαθηταῖς καὶ προτρεπόμενος σπεύδειν αὐτοὺς εἰς

 σκοπὸν παρίστησι. καὶ διὰ τὸ μὴ ἱκανοὺς εἶναι πρὸς τὴν πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ πνευματικὰ τῆς πονηρίας πάλην ἀναλαβεῖν ἡμᾶς τὴν πανοπλί

 τὴν θλῖψιν καὶ ἀγῶνα καὶ δρόμον ἄπαυστον ἔχωμεν, ὁσημέραι ἐπὶ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι πάντοτε καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, πεινῶντες ἀεὶ καὶ δ

 καὶ μετὰ ἀγαλλιάσεως ὑπεισελθών, ἅτε δὴ μεγάλης σωτηρίας ἑαυτῷ πρόξενος γενόμενος, ἐὰν μετὰ μακροθυμίας καὶ ὑπομονῆς ἕως τέλους ἐμμείνῃ τῇ καλῇ ταύτῃ

 ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ πάλιν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος καὶ πάντων διάκονος· καθὼς καὶ Ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε δ

 ἐναντίον ἀεὶ ἐν τοῖς καλοῖς ἐμποδίζειν τὸν νοῦν τοῦ μὴ τῇ τῶν καλῶν μνήμῃ ἐρᾶν τῶν ἄνω, ἀλλὰ διὰ τῶν γηίνων ἐπιθυμιῶν τὴν προαίρεσιν δελεάζοντα προσεδ

 ἀγάπην διὰ παντὸς ἀπασχολοῦντας. καὶ οὕτω δυνησόμεθα εἰς ἔρωτα θεῖον ὁσημέραι τὴν αὔξησιν καὶ προκοπὴν λαμβάνειν, βοηθούμενοι ὑπὸ τῆς θείας τοῦ Χριστο

 πρὸς τὸν θεὸν ἔρως τῆς ψυχῆς ἐπεκτείνεται· καὶ λοιπὸν εἴ τις βούλεται ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν καὶ ταῖς νηστείαις σχολάζειν κατὰ τὸ λ

 τοιούτοις παραδιδοὺς τὴν διάνοιαν καὶ ἀδιακρισίας αἰτίᾳ ἐμπληροφούμενος τῇ σωματικῇ γονυκλισίᾳ, τοῦ νοὸς ἐν συγχύσει ἢ ῥεμβασμῷ καθεστῶτος. δύναται γά

 ἔλλειψιν ἰδίαν ἐργασίαν καὶ κάματον τοὺς καρποὺς τοῦ πνεύματος εἶναι νομίσῃ, πολλὴν οἴησιν ματαιότητος κέκτηται καὶ ἀπὸ μεγάλων ἀγαθῶν πνευματικῶν ἐκπ

 τὴν μέλλουσαν τῆς ἀναστάσεως ἐλπίδα 279 ἀθάνατον· καὶ πάθη Χριστοῦ εὐχερῶς καὶ εὐκόλως ἀναλαβεῖν ἔστιν. ἅπερ οἱ μηδέπω δι' ἐνεργείας πνεύματος ἀναλαβε

 γινόμενα· Ὅπως, φησίν, ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. καὶ οἱ ἀπόστολοι δὲ διὰ τοῦ πνεύματος νομοθετήσαντε

 ὑστέρημα τῶν διακονούντων καὶ ἀναπαυόντων, καὶ πάλιν τὸ περίσσευμα τῶν διακονούντων καὶ ἐργαζομένων ἐπὶ τὸ ὑστέρημα τῶν ταῖς εὐχαῖς σχολαζόντων. οὕτως

 τοῦ Χριστοῦ ἀξιούμεθα, ἀλλήλοις κοινωνήσωμεν ἐν πᾶσιν ἀγαθοῖς εἰς οἰκοδομὴν καὶ ὠφέλειαν καὶ ἑαυτῶν καὶ τῶν πλησίον καὶ πάντων ἀνθρώπων· καὶ οὕτως ἀνα

 ἐπιτηδευμάτων ἔσται τυχεῖν εἰ μὴ δι' ὧν προειρήκαμεν, παραθέμενοι διὰ πλειόνων ἅμα καὶ τὰς γραφικὰς μαρτυρίας; ἀφ' ὧν τὸν ἄκρον καὶ τέλειον σκοπὸν τῆς

 ἀληθέσι πιστεύουσιν, ὅτι δεῖ εἰς τὰ μέτρα τῆς ἀπαθείας καὶ ἐλευθερίας φθάσαι τὸν ἀληθῶς προσεληλυθότα δουλεύειν τῷ θεῷ. ἐπειδὴ ἐκεῖ προτρέπεται ὁ κύρι

 ἐργάταις ἢ δούλοις τισὶ ῥηθῇ παρὰ τοῦ δεσπότου πρὸς τρία πλέθρα τῆς ἡμέρας ἕκαστον θερίσαι, καὶ ὁ μὲν εἷς ἐργάτης, τοιαύτην ἐντολὴν παρὰ τοῦ δεσπότου

 ἀφιερώσασιν ἐπαγγέλλεται. Τοὺς γὰρ ἀδύνατον ἡγουμένους τὴν κατόρθωσιν ταύτην διὰ τοῦ πνεύματος ἐν ἀνθρώποις γίνεσθαι, ἥτις ἐστὶν ἡ ὄντως καινὴ κτίσις

 πνεύματος πειθομένοις, ὅτι χρὴ τὸν ἐν ἀληθείᾳ προσεληλυθότα θεῷ, ἐν ὅλῃ καρδίᾳ πιστεύοντα ταῖς ἐπαγγελίαις αὐτοῦ καὶ πάσῃ δυνάμει ἐν ταῖς ἐντολαῖς αὐτ

[ὡς] ἅτε δὴ νύμφην Χριστοῦ ἐπουρανίῳ βασιλεῖ καθαρῷ τε καὶ ἀμιάντῳ συναφθῆναι ἐπιποθοῦσαν. ἐξομοιοῦσθαι γὰρ ἐκείνῳ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κάλλει χρὴ τὴν ἐπιποθοῦσαν αὐτῷ συναφθῆναι ψυχὴν καὶ εἰς ἓν πνεῦμα ἐπιθυμοῦσαν μετ' αὐτοῦ γενέσθαι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Ἰωάννου· Καὶ πᾶς, φησίν, ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι· καὶ Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. οὐ γὰρ ἀπὸ φανερῶν ἁμαρτημάτων μόνον οἷον πορνείας ἢ κλοπῆς ἢ φόνου ἢ γαστριμαργίας ἢ καταλαλιᾶς ἢ ψεύδους ἢ ἀργολογίας ἢ κραυγῆς ἢ γέλωτος ἢ εὐτραπελίας ἢ φιλαργυρίας ἢ πλεονεξίας ἁγνεύειν δεῖ τὴν ψυχὴν τὴν ἀρνησαμένην μὲν κοινωνίαν σαρκικήν, κόσμου δὲ ἀναχωρήσασαν καὶ παρθενίαν ἐξασκοῦσαν, εἰς συνάφειαν δὲ καὶ κοινωνίαν τοῦ ἀφθάρτου νυμφίου ἑαυτὴν καθομολογήσασαν, ἀλλὰ πολλῷ μᾶλλον τῶν βιαιοτέρων τῆς ψυχῆς παθῶν καὶ κρυπτῶν ἁμαρτημάτων καθαρεύειν αὐτὴν χρή, τουτέστιν ἐπιθυμίας κενοδοξίας ἀνθρωπαρεσκείας ὑποκρίσεως φιλαρχίας δόλου κακοηθείας μίσους ἀπιστίας φθόνου ἐπάρσεως ζήλου αὐταρεσκείας φιλαυτίας τύφου καὶ τῶν τούτοις ὁμοίων ἀοράτων τῆς ἀτιμίας παθῶν. Οἶδε γὰρ ἡ γραφὴ τὰ κρύφια τῆς ψυχῆς ἁμαρτήματα, εἴ γε πιστεύομεν τοῖς λόγοις τοῦ πνεύματος, τῶν ἐκτὸς ἁμαρτημάτων ἴσα καὶ ὅμοια ἡγεῖσθαι· Κύριος γάρ, φησί, διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, καὶ Ἄνδρα αἱμάτων καὶ δόλιον 242 βδελύσσεται κύριος, τὸν δόλον καὶ τὸν φόνον εἰς ἓν συναριθμῶν παράβαμα· καὶ κατὰ τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, ∆ὸς αὐτοῖς κύριε κατὰ τὰ ἔργα αὐτῶν. καὶ πάλιν· Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ. καὶ ὁ κύριος μεμφόμενος τοῖς ἀνθρωπαρέσκοις φησί· Πάντα ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· διὸ καὶ παραγγέλλει λέγων· Βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς· τουτέστι μὴ παρὰ ἀνθρώπων ἐπιζητεῖν θέλετε καὶ θηρεύειν ἔπαινον ἢ δόξαν διὰ τὰ καλὰ ἐπιτηδεύματα, ἀλλὰ μᾶλλον παρὰ τοῦ θεοῦ, οὗ ἡ δόξα ἀληθὴς καὶ αἰώνιος καὶ οὗ ἡ ἀτιμία αἰώνιος. καὶ τὸ Οὐαὶ ὑμῖν ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι, τουτέστιν ὅταν θέλητε παρὰ ἀνθρώπων καλῶς ἀκούειν καὶ δόξαις καὶ ἐπαίνοις τοῖς παρ' αὐτῶν προσερχομένοις χαίρειν· ἐπεὶ πῶς δυνατὸν ἦν ἀγαθοεργοῦντας μὴ φανεροὺς εἶναι πᾶσιν; ὁπότε αὐτὸς ὁ κύριος λέγει· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἰς δόξαν θεοῦ ἀγωνίζεσθε, φησί, πᾶν ἀγαθὸν ποιεῖν ἐπιτήδευμα καὶ μὴ εἰς τὴν ἰδίαν δόξαν, μὴ δὲ ἐπιζητεῖτε καὶ χαίρετε τοῖς ἐπαίνοις τῶν ὀλιγοχρονίων 243 ἀνθρώπων, ἀλλὰ τὸν ἔπαινον καὶ τὴν δόξαν παρὰ θεοῦ μόνου ἐκδέχεσθε· καθὼς καὶ ὁ μακάριος ∆αβὶδ λέγει· Παρὰ σοῦ ὁ ἔπαινός μου, καὶ πάλιν· Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ὡς καὶ ὁ ἀπόστολος ἕως τοῦ φαγεῖν καὶ πιεῖν εἰς δόξαν θεοῦ ἐντέλλεται γίνεσθαι. Εἴτε γὰρ ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, φησί, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε· τοὺς γὰρ παρὰ ἀνθρώπων δόξαν ἢ ἐπαίνους ἐπιζητοῦντας ἀπίστους εἶναι ὁ κύριος ἀπέδειξεν εἰπὼν Πῶς δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητοῦντες; ὁ δὲ Ἰωάννης τὸ μῖσος τῷ φόνῳ συγκρίνων φησίν· Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί· καὶ Οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ. τὸ ἐν τῷ κρυπτῷ μῖσος τὸ κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ γινόμενον τῷ φόνῳ συγκρίνει. ἀλλὰ καὶ ὁ ἀπόστολος Παῦλος τοὺς τοῖς πάθεσι τῆς ἀτιμίας παραδοθέντας διὰ τὴν ἀσύνετον αὐτῶν καὶ ἀπειθῆ καρδίαν διαγορεύων καὶ ἐξαριθμῶν αὐτῶν τὴν ἐπὶ