Homiliae 7 (collectio HA)

 δουλείας ἐκ τοῦ τραχήλου αὐτοῦ, καὶ λύσας ἐξέβαλεν αὐτὸν ἐκ τῆς φυλακῆς, καὶ ἐποίησε κύριον τῆς Αἰγύπτου· ὁ ἐν βάτῳ πυρὸς ὀφθεὶς τῷ Μωσεῖ, καὶ δοὺς αὐ

 μὴ δυνάμενοι νικῆσαι, τότε ζητοῦσιν ἐκ θεοῦ ὅπλον σπουδαίως· καὶ οὕτως ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ πνεύματος, γίγνονται νικηταί, καὶ πίπτει ὑπὸ τοὺς

 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὅτι τὸ πρὶν κύριος καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε· σήμερο

 ποικίλων πειρασμῶν, ἐπὰν δὲ γεννήσῃ, τουτέστι τελειωθῇ, χαίρει διηνεκῶς χαρᾷ ἀνεκλαλήτῳ, ὅτι ἐγεννήθη ἐπουράνιος καὶ καινὸς ἄνθρωπος εἰς τὸν ἄνω κόσμο

 τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται. ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή, καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ πνεύματος πτέρυγας ἐπά

 ἑαυτὸν εὐτρεπίζει, ὀδυνᾶται καὶ στενοχωρεῖται μὴ ἀνδριζόμενος· ὁ τοιοῦτος ζωῆς οὐ γίνεται τέκνον, ἐπειδὴ μὴ γέγονε μιμητὴς καὶ ἀκό λουθος πάντων τῶν ἁ

 τοίνυν ἑαυτοὺς ἀνακρίνειν πάντοτε καὶ διερευνᾶν τὰς καρδίας ἡμῶν, ὅπως γνωρίσωμεν τὰ ἑαυτῶν σφάλματα, πιστεύοντες τῷ ἐλευθε ρωτῇ τῶν ψυχῶν ἡμῶν Χριστῷ

 εἰδὼς ὅτι οὐκ ἀνθρώπῳ ἀλλὰ τῷ θεῷ τοῦτο ποιεῖς τῷ εἰπόντι Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ψευδόμενος καὶ ἀποστερῶν ἃ προσήγαγες τῷ θεῷ οὐ δοκεῖς ἁμαρτά

 περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόν

 ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ κακὰ τοῦ κόσμου ἔξω

 μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει ὅταν κακῷ σκοπῷ γίγνη ται, ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως, ἢ καθ' ὃν δεῖ τρόπον οὐ γίγνηται· συμβαίνει γὰρ πολ

 ἁλός· καὶ εἰ ἔστι γεῦσις ἐν ῥήμασι κενοῖς, μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; 54.9 τῶν οὖν ἐγκαταλείψεων ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετὴν ἵνα φα

 δόξαν καὶ τιμὴν ἀπενέγκωμαι. καὶ ὁ Παῦλος δέ φησιν Εἰ μὲν ἑκὼν τοῦτο πράττω, μισθὸν οὐκ ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· ὥσπερ γὰρ ἐν τοῖς φαιν

 αὐτῷ περὶ ἡμῶν. αὐτὸς γὰρ μόνον τῆς προαιρέσεως ἡμῶν χρείαν ἔχει, ἐπεὶ ἕτοιμός ἐστι πάντοτε τοῦ ἐλεῆσαι ἡμᾶς καὶ φωτίσαι, ἐὰν μόνον θελήσωμεν ἐπιδοῦνα

 ἀνεκλάλητος, ὥστε αὐτὸν κλαίειν, καὶ εἴπερ ἠδύνατο ἡ ψυχὴ ἀφιέναι τὸ σῶμα, καὶ ἀπιέναι πρὸς τὸν κύριον. ἄλλοτε πάλιν εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ ἔσωθεν ὑ

 λογισμοὺς ἑαυτοῦ ἔμπροσθεν τοῦ θεοῦ ποιήσῃ νυκτὸς καὶ ἡμέρας, καὶ πᾶσαν ὥραν κλαύσῃ ἐνώπιον τοῦ θεοῦ, καὶ λυπούμενος ἐλέγξῃ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι πῶς

τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται. ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή, καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ πνεύματος πτέρυγας ἐπάνω ἐστὶν εἰς τὰ ὕψη τῆς θεότητος, ἐκεῖθεν γὰρ ἐγεννήθησαν. 52.7 ὥσπερ δὲ ἡνίοχος κατέχων τὰ λῶρα ἡνιοχεῖ καὶ ἄγει τὰ ζῷα ὡς οἶδε καὶ ὡς βούλεται, οὕτως καὶ ὁ Κύριος ἐν τοῖς ὑψίστοις ἡνιοχεῖ καὶ κυβερνᾷ τὰ κτίσματα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὡς αὐτὸς ἐπίσταται· αὐτὸς γάρ ἐστιν ἐν οὐρανοῖς ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθεζόμενος, καὶ αὐτός ἐστι τὰ ἐπὶ τῆς γῆς διοικῶν καὶ πᾶσι τοῖς ἁγίοις συνὼν καὶ συνοι κῶν· αὐτός ἐστιν ἄνω, καὶ αὐτός ἐστι κάτω· αὐτός ἐστιν ὁ θεός, καὶ αὐτός ἐστιν ἄνθρωπος· αὐτός ἐστιν ὁ ζῶν, καὶ αὐτός ἐστιν ὁ ἀποθανών· αὐτός ἐστιν ὁ τῶν πάντων Κύριος, καὶ αὐτός ἐστιν ὁ τῶν πάντων δοῦλος· αὐτός ἐστι τὸ ἀρνίον, καὶ αὐτός ἐστιν ἡ θυσία· αὐτός ἐστιν ὁ μόσχος ὁ τυθείς, καὶ αὐτός ἐστιν ὁ θύων ἀρχιερεύς· αὐτός ἐστιν ὁ παθών, καὶ αὐτός ἐστιν ὁ ἀπαθής· αὐτός ἐστιν ὁ νυμφίος, καὶ αὐτός ἐστιν ἡ νύμφη. αὐτός ἐστιν ὁ νυμφών, καὶ αὐτός ἐστιν ὁ παστός· αὐτός ἐστιν ὁ παρά δεισος, καὶ αὐτός ἐστι τὸ ξύλον τῆς ζωῆς· αὐτός ἐστιν ἡ πόλις Ἱερουσα λήμ, καὶ αὐτός ἐστιν ὁ ναὸς καὶ τὰ ἅγια τῶν ἁγίων· αὐτός ἐστι τὸ πέλαγος, καὶ αὐτός ἐστιν ἡ οἰκουμένη· αὐτός ἐστιν ἡ τροφὴ τῶν ψυχῶν, καὶ αὐτός ἐστιν ὁ τῇ σωτηρίᾳ τούτων τρεφόμενος· αὐτός ἐστιν ὁ ἄρτος ὁ ζῶν, καὶ αὐτός ἐστι τὸ ὕδωρ τῆς ζωῆς· αὐτός ἐστιν ἡ ἄμπελος ἡ ἀλη θινή, καὶ αὐτός ἐστιν ὁ οἶνος τῆς εὐφροσύνης· αὐτός ἐστιν ὁ μαργαρίτης, καὶ αὐτός ἐστιν ὁ θησαυρός· αὐτός ἐστιν ἡ σαγήνη, καὶ αὐτός ἐστιν ὁ πολεμιστής· αὐτός ἐστι τὸ ὅπλον, καὶ αὐτός ἐστιν ὁ νικῶν· αὐτός ἐστιν ἡ περιτομή, καὶ αὐτός ἐστι τὸ σάββατον καὶ ὁ νόμος· αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας τῶν ἁγίων, καὶ αὐτός ἐστιν ὁ τοῦ σινάπεως κόκκος· αὐτός ἐστιν ὁ ἀμπελών, καὶ αὐτός ἐστιν τὸ ἄροτρον· αὐτός ἐστιν ἡ χάρις, καὶ αὐτός ἐστιν ἡ πίστις· αὐτός ἐστιν ὁ γάμος, καὶ αὐτός ἐστι τὸ ἔνδυμα τοῦ γάμου· αὐτός ἐστιν ἡ ὁδός, καὶ αὐτός ἐστιν ἡ θύρα· αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ αὐτός ἐστι τὸ φῶς τῶν ψυχῶν· αὐτός ἐστιν ἡ ζωή, καὶ αὐτός ἐστιν ἡ βασιλεία· αὐτός ἐστιν ἡ ἀρχὴ καὶ αὐτός ἐστι τὸ τέλος· αὐτός ἐστιν ὁ πάντων ἐπέκεινα, καὶ αὐτός ἐστιν ὁ τὰ πάντα ἐν πᾶσι γινόμενος. τοῦτο τὸ ἱερὸν καὶ θεῖον γέννημα ἐγεννήθη ἡμῖν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἡ σωτηρία καὶ ἡ ζωὴ τῶν ψυχῶν ἡμῶν· δόξα τῇ μεγαλειότητι αὐτοῦ· δόξα τῇ φιλανθρωπίᾳ· δόξα τῇ ἀνεικάστῳ προνοίᾳ αὐτοῦ περὶ τὸ γένος ἡμῶν. παρακαλέσωμεν οὖν καὶ ἡμεῖς καὶ πιστεύ σωμεν δέξασθαι αὐτόν, ἵνα καὶ ἡμεῖς εὑρόντες αὐτὸν ἀπολαύσωμεν αὐτοῦ, τοσούτων ἀγαθῶν γινομένων ἐν ἡμῖν βουλήσει πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, εἰς τοὺς αἰῶνας· ἀμήν. 53.τ ΟΜΙΛΙΑ ΝΓ 53.1 ὁ βουλόμενος θεῷ εὐαρεστῆσαι καὶ υἱὸς θεοῦ γενέσθαι καταξιωθῆναι πρὸ πάντων τῆς μακροθυμίας δραξάμενος ὀφείλει εὐχαριστεῖν ἐν ταῖς ἀπαντώσαις θλίψεσι διαφόροις, στενοχωρίαις τε καὶ ἀνάγκαις· λέγω δὴ νοσημάτων καὶ παθῶν, ἤτοι πνευματικῶν θλίψεων τῶν ἐπαγομένων ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἤτοι ζημιῶν σωματικῶν ἀδοξιῶν τε καὶ ὕβρεων ὑπὸ ἀνθρώπων ἐπαγομένων· ἅπερ πάντα ἐμπόδια τυγχάνει, τοῦ τῆς βασιλείας ἀλλοτριῶσαι καὶ μὴ προσεγγίσαι τὴν ψυχὴν τῷ θεῷ. ἐν τούτοις τοίνυν πᾶσι τοῖς ἀπαντῶσιν ὁ βουλόμενος εὐδοκιμῆσαι παρὰ Χριστῷ ὀφείλει χαίρειν, ἥδεσθαι καὶ ἀγαλλιᾶν, καὶ τῇ πρὸς θεὸν ὁρμῇ ζέειν, καὶ τῇ προαιρέσει πρὸς αὐτὸν σπεύδειν, καὶ ὅτε μᾶλλον ἐν τοῖς τοιούτοις ἐμποδισθῇ, ἀναπαύεσθαι καὶ γενναίως ὑπερπηδᾶν πᾶσαν θλίψιν τῇ πρὸς Κύριον ἀγάπῃ· εἰ δὲ μὴ οὕτως διακεῖται μήτε οὕτως