Homiliae 7 (collectio HA)

 δουλείας ἐκ τοῦ τραχήλου αὐτοῦ, καὶ λύσας ἐξέβαλεν αὐτὸν ἐκ τῆς φυλακῆς, καὶ ἐποίησε κύριον τῆς Αἰγύπτου· ὁ ἐν βάτῳ πυρὸς ὀφθεὶς τῷ Μωσεῖ, καὶ δοὺς αὐ

 μὴ δυνάμενοι νικῆσαι, τότε ζητοῦσιν ἐκ θεοῦ ὅπλον σπουδαίως· καὶ οὕτως ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ πνεύματος, γίγνονται νικηταί, καὶ πίπτει ὑπὸ τοὺς

 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὅτι τὸ πρὶν κύριος καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε· σήμερο

 ποικίλων πειρασμῶν, ἐπὰν δὲ γεννήσῃ, τουτέστι τελειωθῇ, χαίρει διηνεκῶς χαρᾷ ἀνεκλαλήτῳ, ὅτι ἐγεννήθη ἐπουράνιος καὶ καινὸς ἄνθρωπος εἰς τὸν ἄνω κόσμο

 τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται. ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή, καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ πνεύματος πτέρυγας ἐπά

 ἑαυτὸν εὐτρεπίζει, ὀδυνᾶται καὶ στενοχωρεῖται μὴ ἀνδριζόμενος· ὁ τοιοῦτος ζωῆς οὐ γίνεται τέκνον, ἐπειδὴ μὴ γέγονε μιμητὴς καὶ ἀκό λουθος πάντων τῶν ἁ

 τοίνυν ἑαυτοὺς ἀνακρίνειν πάντοτε καὶ διερευνᾶν τὰς καρδίας ἡμῶν, ὅπως γνωρίσωμεν τὰ ἑαυτῶν σφάλματα, πιστεύοντες τῷ ἐλευθε ρωτῇ τῶν ψυχῶν ἡμῶν Χριστῷ

 εἰδὼς ὅτι οὐκ ἀνθρώπῳ ἀλλὰ τῷ θεῷ τοῦτο ποιεῖς τῷ εἰπόντι Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ψευδόμενος καὶ ἀποστερῶν ἃ προσήγαγες τῷ θεῷ οὐ δοκεῖς ἁμαρτά

 περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόν

 ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ κακὰ τοῦ κόσμου ἔξω

 μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει ὅταν κακῷ σκοπῷ γίγνη ται, ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως, ἢ καθ' ὃν δεῖ τρόπον οὐ γίγνηται· συμβαίνει γὰρ πολ

 ἁλός· καὶ εἰ ἔστι γεῦσις ἐν ῥήμασι κενοῖς, μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; 54.9 τῶν οὖν ἐγκαταλείψεων ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετὴν ἵνα φα

 δόξαν καὶ τιμὴν ἀπενέγκωμαι. καὶ ὁ Παῦλος δέ φησιν Εἰ μὲν ἑκὼν τοῦτο πράττω, μισθὸν οὐκ ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· ὥσπερ γὰρ ἐν τοῖς φαιν

 αὐτῷ περὶ ἡμῶν. αὐτὸς γὰρ μόνον τῆς προαιρέσεως ἡμῶν χρείαν ἔχει, ἐπεὶ ἕτοιμός ἐστι πάντοτε τοῦ ἐλεῆσαι ἡμᾶς καὶ φωτίσαι, ἐὰν μόνον θελήσωμεν ἐπιδοῦνα

 ἀνεκλάλητος, ὥστε αὐτὸν κλαίειν, καὶ εἴπερ ἠδύνατο ἡ ψυχὴ ἀφιέναι τὸ σῶμα, καὶ ἀπιέναι πρὸς τὸν κύριον. ἄλλοτε πάλιν εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ ἔσωθεν ὑ

 λογισμοὺς ἑαυτοῦ ἔμπροσθεν τοῦ θεοῦ ποιήσῃ νυκτὸς καὶ ἡμέρας, καὶ πᾶσαν ὥραν κλαύσῃ ἐνώπιον τοῦ θεοῦ, καὶ λυπούμενος ἐλέγξῃ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι πῶς

περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόνων. 53.12 ἀλλὰ σύ γε, ὦ ἀθλητὰ εὐσεβείας καὶ ἀσκητά, εἰ βούλοιο ταύτην διαπλεῦσαι τὴν μεγάλην καὶ εὐρύχωρον θάλασσαν, διὰ τὸ ἀχανὲς ἐν μέσῳ καὶ ἄφατον πέλαγος, προκόψας ἀπὸ γῆς ἤδη καλῶς καὶ τῆς ὕλης ἀποσπάσας τὴν ναῦν, μὴ πάλιν εἰς γῆν ὁδηγοῦ, ζητῶν ἐπιστρέ φειν, ἀλλὰ πρὸς οὐρανὸν ἀτενὲς ἔχε τὸ ὄμμα. εὑρήσεις γὰρ ἀστέρας εἰς ὃν ἐγώ σέ φημι οὐρανὸν ἀφορᾶν, ὧν τὰ ὀνόματα καὶ τὸν ἀριθμὸν ὁ οὐράνιος ἐπίσταται κυβερνήτης. εὑρήσεις ἐν αὐτῷ τοὺς φωστῆρας ἅπαν τας, πατέρας, πατριάρχας, προφήτας, ἀποστόλους, καὶ μάρτυρας, φωστῆρας ἀληθῶς ἀπλανεῖς, τὴν ἀφεγγῆ τοῦ βίου καταυγάζοντας νύκτα· πρὸς οὓς ἀποβλέπων ἀσφαλῶς ὁδηγήσεις τὴν τῆς εὐσεβείας ναῦν ἐπὶ λιμένα τῆς ἀναπαύσεως, Ἱερουσαλὴμ τὴν ἐπουράνιον, πάντα καταλελοιπὼς κατὰ μίμησιν αὐτῶν, καὶ πρὸς μηδὲν αὐτῶν ἐπιστρεφό μενος. 53.13 οἱ γὰρ ἐνδιατρίβοντες τοῖς χείροσι πλείους, σπάνιοι δὲ οἱ τῆς εὐσεβείας ἐργάται. σοῦ δὲ ἡ τῆς ἐπιπόνου ἀποταγῆς πρόθεσις οὐχὶ μετὰ τῶν πολλῶν γέγονε τῆς πλατείας, ἀλλὰ τῶν διὰ τῆς στενῆς καὶ τεθλιμμένης εἰς τὴν αἰώνιον ζωὴν εἰσελθεῖν βιαζομένων, καὶ ὀφείλεις ἄληστον ἔχειν ἐν τῷ νῷ τὸ ἐπάγγελμα, καὶ οὕτω δυνήσῃ πάσας τὰς θλίψεις φέρειν γενναίως. οὐ γὰρ οἱ τυχόντες, ἀλλὰ γενναῖοι καὶ ἕτοιμοι τῷ θελήματι τοῦ θεοῦ ὑπακούειν, τὴν στενὴν διαπορεύονται, καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἀδιάλειπτον ἔχουσι πόλεμον, οἵτινες δικαίως τὴν βασιλείαν κληρονομοῦσιν ὡς ἐκλεκτοὶ στρατιῶται τοῦ θεοῦ. 53.14 καὶ ἑτέρως δὲ ὁ τοῦ θεοῦ θεράπων Μωυσῆς αἰνιττόμενος τὰ διχηλοῦντα καὶ μηρυκώμενα τετράποδα καθαρὰ ἔλεγεν εἶναι τὰ δὲ μὴ οὕτως ἔχοντα ἀκάθαρτα· ὅτι οὐ χρὴ ἑνὶ λογισμῷ ἀδιακρίτως ἀκολου θεῖν τὸν τοῦ θεοῦ ἄνθρωπον συνδιαζῶντα καὶ συνηδόμενον τῷ τῆς κακίας συνόντι πονηρῷ λογισμῷ, ἀλλ' ἑκάστοτε διακρίνοντα ἑαυτὸν διὰ τοῦ λόγου ἀκριβῶς ἔχειν τῆς φύσεως τὸν ἴδιον λογισμὸν ἀνταγωνιστὴν τῶν πονηρῶν τῆς κακίας ἐπιτηδευμάτων, καὶ ἀναμηρυκᾶσθαι καὶ ἐμμελε τᾶν καὶ γυμνάζειν τὸν νοῦν εἰς τὰ πιστὰ τῶν ἐντολῶν τοῦ θεοῦ λόγια, ὅπως ἀεὶ ἐν τούτοις ὁ ἀνταγωνιστὴς καὶ εὐσεβὴς λογισμὸς ἐνδιαιτώμενος δυναμωθῇ κατὰ τῆς συνούσης κακίας, ἕως οὗ ἐνδύσηται τὴν ἐξ ὕψους δύναμιν, ἥτις ἐξουσιαστικῶς τὴν συνοῦσαν πονηρίαν ἀνελοῦσα καθαρὸν τὸν τῆς καθαρᾶς φύσεως λογισμὸν ἀναδείξει. οἱ οὕτως οὖν ἀγωνιζόμενοι καὶ διακρίνοντες ἑαυτοὺς καθαροὶ παρὰ θεῷ λογίζονται, ἑκουσίων ἁμαρ τημάτων ἐκτὸς καθεστῶτες, καὶ τὸ ἑαυτῶν θέλημα, ὅση δύναμις, θεῷ μόνῳ παραστήσαντες. 53.15 ὁ γὰρ γενέσθαι βουλόμενος ἐξ ἀληθείας Χριστιανὸς τὸν πόνον καὶ τὸν ἀγῶνα οὐ σαρκικὸν ὀφείλει κεκτῆσθαι, ἀλλὰ τῷ νῷ αὐτοῖς τοῖς λογισμοῖς. τουτέστιν ἀεὶ τῇ τῶν ἀγαθῶν καὶ καθαρῶν ἐννοιῶν μελετῇ ὀφείλει ἑαυτὸν, ὅση δύναμις, ἐθίζειν, καὶ εἰς τὸ δεξιὸν μέρος τὸν νοῦν αὐτοῦ ἐκτείνειν, τὴν ἐπιφοίτησιν τοῦ πνεύματος πᾶσαν ὥραν ἐν πίστει προσ δοκῶντα, ὅπως διὰ τοῦ τοιούτου ἀγῶνος τὸν καθαρισμὸν δέξασθαι δυνηθῇ, ἵνα πᾶν ὃ βλέπει ἐν κόσμῳ εἰς οἰκοδομὴν τῆς ψυχῆς λαμβάνῃ καθαρῶς ἐννοούμενος πάντα· οἷον διὰ τοῦ πλούτου καὶ τῶν λοιπῶν τοῦ κόσμου τερπνῶν τὸν ἄνω ἐπουράνιον πλοῦτον ἀληθινὸν ἢ τρυφὴν ἢ δόξαν ἀμάραντον, ὧν εἰσι ταῦτα σκιαί. ὁ γὰρ κόσμος οὗτος, τοῦ ἀληθι νοῦ καὶ αἰωνίου εἰκὼν τυγχάνει· πᾶν οὖν ὅπερ ὁ ἄνθρωπος βλέπει ἔνδον ἐν τῇ ψυχῇ ἐπ' ὠφελείᾳ λαμβάνειν ὀφείλει, ἵνα μηδέποτε ἠρεμῇ ὁ νοῦς τῆς ἀπὸ τῶν ἀγαθῶν μελετῆς, ἐπειδὴ ταῦτα μετὰ πολλοῦ ἀγῶνος καὶ ἱδρῶτος καὶ πόνου ψυχῆς δύναται κατορθωθῆναι· τὸ δὲ πᾶν αὐτὸς ὁ θεὸς καταρτίζει ἐν ἀληθείᾳ. 53.16 τὸν γὰρ βουλόμενον διαφυγεῖν καὶ ῥυσθῆναι τοῦ πονηροῦ ἀεὶ τοὺς λογισμοὺς αὐλιστήριον καὶ καταφυγὴν εἰς τὸν κύριον δεῖ κεκτῆσθαι, καὶ