Homiliae 7 (collectio HA)

 δουλείας ἐκ τοῦ τραχήλου αὐτοῦ, καὶ λύσας ἐξέβαλεν αὐτὸν ἐκ τῆς φυλακῆς, καὶ ἐποίησε κύριον τῆς Αἰγύπτου· ὁ ἐν βάτῳ πυρὸς ὀφθεὶς τῷ Μωσεῖ, καὶ δοὺς αὐ

 μὴ δυνάμενοι νικῆσαι, τότε ζητοῦσιν ἐκ θεοῦ ὅπλον σπουδαίως· καὶ οὕτως ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ πνεύματος, γίγνονται νικηταί, καὶ πίπτει ὑπὸ τοὺς

 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὅτι τὸ πρὶν κύριος καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε· σήμερο

 ποικίλων πειρασμῶν, ἐπὰν δὲ γεννήσῃ, τουτέστι τελειωθῇ, χαίρει διηνεκῶς χαρᾷ ἀνεκλαλήτῳ, ὅτι ἐγεννήθη ἐπουράνιος καὶ καινὸς ἄνθρωπος εἰς τὸν ἄνω κόσμο

 τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται. ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή, καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ πνεύματος πτέρυγας ἐπά

 ἑαυτὸν εὐτρεπίζει, ὀδυνᾶται καὶ στενοχωρεῖται μὴ ἀνδριζόμενος· ὁ τοιοῦτος ζωῆς οὐ γίνεται τέκνον, ἐπειδὴ μὴ γέγονε μιμητὴς καὶ ἀκό λουθος πάντων τῶν ἁ

 τοίνυν ἑαυτοὺς ἀνακρίνειν πάντοτε καὶ διερευνᾶν τὰς καρδίας ἡμῶν, ὅπως γνωρίσωμεν τὰ ἑαυτῶν σφάλματα, πιστεύοντες τῷ ἐλευθε ρωτῇ τῶν ψυχῶν ἡμῶν Χριστῷ

 εἰδὼς ὅτι οὐκ ἀνθρώπῳ ἀλλὰ τῷ θεῷ τοῦτο ποιεῖς τῷ εἰπόντι Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ψευδόμενος καὶ ἀποστερῶν ἃ προσήγαγες τῷ θεῷ οὐ δοκεῖς ἁμαρτά

 περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόν

 ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ κακὰ τοῦ κόσμου ἔξω

 μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει ὅταν κακῷ σκοπῷ γίγνη ται, ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως, ἢ καθ' ὃν δεῖ τρόπον οὐ γίγνηται· συμβαίνει γὰρ πολ

 ἁλός· καὶ εἰ ἔστι γεῦσις ἐν ῥήμασι κενοῖς, μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; 54.9 τῶν οὖν ἐγκαταλείψεων ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετὴν ἵνα φα

 δόξαν καὶ τιμὴν ἀπενέγκωμαι. καὶ ὁ Παῦλος δέ φησιν Εἰ μὲν ἑκὼν τοῦτο πράττω, μισθὸν οὐκ ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· ὥσπερ γὰρ ἐν τοῖς φαιν

 αὐτῷ περὶ ἡμῶν. αὐτὸς γὰρ μόνον τῆς προαιρέσεως ἡμῶν χρείαν ἔχει, ἐπεὶ ἕτοιμός ἐστι πάντοτε τοῦ ἐλεῆσαι ἡμᾶς καὶ φωτίσαι, ἐὰν μόνον θελήσωμεν ἐπιδοῦνα

 ἀνεκλάλητος, ὥστε αὐτὸν κλαίειν, καὶ εἴπερ ἠδύνατο ἡ ψυχὴ ἀφιέναι τὸ σῶμα, καὶ ἀπιέναι πρὸς τὸν κύριον. ἄλλοτε πάλιν εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ ἔσωθεν ὑ

 λογισμοὺς ἑαυτοῦ ἔμπροσθεν τοῦ θεοῦ ποιήσῃ νυκτὸς καὶ ἡμέρας, καὶ πᾶσαν ὥραν κλαύσῃ ἐνώπιον τοῦ θεοῦ, καὶ λυπούμενος ἐλέγξῃ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι πῶς

ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ κακὰ τοῦ κόσμου ἔξωθεν ἤτοι τὰς πονηρὰς δυνάμεις ἔνδοθεν, καὶ πάσης συνηθείας καὶ προλήψεως ἀπαλλαγῆναι. τοῦτον τὸν ἀγῶνα καὶ τὸν σκοπὸν ἔχοντες οἱ πατέρες τοῦ ἐλπίζειν ἐπὶ τὸν θεὸν ἠδυνήθησαν εὐαρε στῆσαι· κἂν γὰρ ἐν τοῖς φαινομένοις γυναῖκας καὶ τέκνα καὶ χρήματα ἐκέκτηντο, ἀλλ' ὁ νοῦς αὐτῶν ἀνώτερος ἦν τοῦ κόσμου· ὅθεν εἰς δοκιμα σίας καὶ πειρατήρια εἰσελθόντες ἠνδραγάθησαν, καὶ οὐδὲν ἐλύπει αὐτοὺς ἡ ἀφαίρεσις πάντων τῶν φαινομένων, ἐπειδὴ ἐκέκτηντο τὸ μέγα καὶ ἀληθινὸν κτῆμα, τὴν εἰς θεὸν πεποίθησιν, ὡς ὁ Ἰὼβ πάσης τῆς φαινομένης ἐλπίδος ἐρημωθεὶς καὶ τὸ σῶμα τραυματισθεὶς ἐνίκησε μόνῃ τῇ πρὸς θεὸν ἀγάπῃ· ἐκεῖ γὰρ μεταφέρων τὴν ἔννοιαν ἀνώτερος πάντων ἐγίνετο. οὕτω καὶ ἡμεῖς μεγαλοψύχως πάντα τὰ ἀπαντῶντα καρτερεῖν καὶ ὑπομένειν ὀφείλομεν, τῇ πρὸς θεὸν ἀγάπῃ τετρωμένοι. 53.17 ὥσπερ γὰρ ἐὰν ἔχῃ γυνὴ ἄνδρα, καὶ αὐτὸς μὲν ᾖ ἐν δεσμοῖς καὶ θλίψεσιν, ἡ δὲ ἐν τρυφῇ καὶ ἀμεριμνίᾳ διάγῃ, δηλονότι οὐκ ἔστι σώφρων, μὴ τὴν ὀφειλομένην εὔνοιαν τῷ ἀνδρὶ ἀποσώζουσα, χρὴ γὰρ αὐτῷ συμπάσχειν καὶ συναλγεῖν· οὕτω καὶ ψυχαὶ, αἱ τῷ ἐπουρανίῳ νυμφίῳ συναφθῆναι ἐπιθυμοῦσαι καὶ συμβασιλεῦσαι, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὀφείλουσι διοδεύειν, ἐν ᾗ καὶ αὐτὸς ὥδευσε τύπον ἑαυτὸν παρέχων ἡμῖν· εἰ δὲ ἐκτρέπονται εἰς ἑτέραν ὁδόν, μὴ βαστάζουσαι τὰ στίγματα καὶ τὰ παθήματα τοῦ κυρίου, αἱ τοιαῦται ψυχαὶ ὡς πόρναι λογισθήσονται, καὶ ἀπόβλητοι τῆς βασιλείας ἔσονται. 53.18 παρακαλέσωμεν οὖν τὸν θεὸν ἐν πίστει καὶ πληροφορίᾳ, προσδοκῶντες τὸ ἔλεος παρ' αὐτοῦ, ἅτε δὴ ἔχοντες αὐτοῦ τὰς ὁμολογίας ἐγγράφως, ὅτι Τῷ κρούοντι ἀνοιγήσεται, καὶ ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, εἰ γὰρ ἄνθρωποι μυρίαις περισπώμενοι φροντίσι καὶ πειρασμοῖς ἐπισκοτούμενοι. ὑφ' ὧν καὶ ἀναγκάζονται ψεύδεσθαι ἀφειδῶς, ἐπὰν ἐγγράφους ὁμολογίας ποιήσωνται, κἂν θελήσωσιν ἀγνω μονεῖν οὐ δύνανται, πόσῳ μᾶλλον ὁ ἀψευδὴς θεὸς εἰς ἡμᾶς πληρώσει τὴν ὁμολογίαν αὐτοῦ, ἤγουν τὴν τοῦ ἁγίου πνεύματος χάριν καὶ δωρεὰν ἡμῖν καταπέμπων; ἀλλ' ἡμεῖς ἐσμὲν ἀληθῶς ψεῦσται, μὴ ζητοῦντες αὐτὸν ὡς προσέταξεν ἐν πίστει ἀδιστάκτῳ. ἀλλὰ τότε καὶ ἡμεῖς μετὰ πολλῆς παρρησίας αἰτεῖν αὐτὸν δυνησόμεθα, ἐπάν, ὅσον ἡμῖν ἐστι δυνατόν, ὅλους ἑαυτοῦς δῶμεν ἐκδότους τῷ κυρίῳ, ἀπὸ τῶν ἰδίων θελη μάτων ἀναχωροῦντες, καὶ μὴ ὡς ἑαυτοῖς ζῶντες, ἀλλ' ὡς ἠγορασμένοι τιμίῳ αἵματι, κατὰ τὸ δεσποτικὸν θέλημα ποιοῦντες, καὶ οὕτως ἀρνησά μενοι ἑαυτοὺς καὶ ὑποθέντες ἑκουσίως μόνῳ τῷ ἀγοράσαντι ἡμᾶς, ὡς εὐγνώμονες καὶ πιστοὶ δοῦλοι εὑρεθέντες, τὸ τῆς ἐπαγγελίας ἅγιον πνεῦμα ἀπολάβωμεν, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ πνεῦμα εἰς τοὺς αἰῶνας, ἀμήν. 54.τ ΟΜΙΛΙΑ Ν∆ 54.1 ἐρώτησις. περὶ τῶν ἐκπιπτόντων ἀδελφῶν ἢ σφαλλομένων ἐν τῷ καθήκοντι βίῳ, τίς ἡ αἰτία τοῦ οὕτως ζῶντας ἁγνοὺς ἐν τῇ ἐρήμῳ, τοὺς μὲν ἀπατηθῆναι τὴν φρένα, τοὺς δὲ περιπαρῆναι τῇ ἀκολασίᾳ; ἀπόκρισις. ταύτην οὖν ἡμῖν ἔδωκε τὴν ἀπόκρισιν Παφνούτιος ὁ γνωστικώτατος· πάντα τὰ γιγνόμενα διῄρηται εἰς δύο· εἰς τε εὐδοκίαν θεοῦ, καὶ εἰς παραχώρησιν· ὅσα μὲν γὰρ ἀγαθὰ καὶ ἐπωφελῆ καὶ κέρδος ψυχαῖς περιποιούμενα, ταῦτα γίνεται εὐδοκίᾳ θεοῦ· ὅσα δὲ πάλιν ἐπιζήμια καὶ ἐπικίνδυνα καὶ περιστατικά, ταῦτα γίγνεται κατὰ θεοῦ συγχώρησιν· ἡ δὲ συγχώρησις ἐκ λόγου δικαίου, ἀδύνατον γὰρ τὸν ὀρθῶς φρονοῦντα καὶ ὀρθῶς βιοῦντα περιπεσεῖν πταίσματι αἰσχύνης ἢ πλάνῃ δαιμόνων. 54.2 ὅσοι τοίνυν διεφθαρμένῳ σκοπῷ, νόσῳ ἀνθρωπαρεσκίας καὶ αὐθαδείας λογισμῷ, μετέρχεσθαι δοκοῦσι τὴν ἀρετήν, οὗτοι καὶ σφάλμασι περιπίπτουσι, τοῦ θεοῦ πρὸς τὸ συμφέρον ἐγκαταλιμπάνοντος αὐτούς, ἵνα διὰ τῆς ἐγκαταλείψεως αἰσθόμενοι τὴν ἐκ τῆς μεταβολῆς ἀλλοίωσιν διορθώσωνται τὴν πρόθεσιν ἢ τὴν πρᾶξιν. 54.3 ποτὲ