Homiliae 7 (collectio HA)

 δουλείας ἐκ τοῦ τραχήλου αὐτοῦ, καὶ λύσας ἐξέβαλεν αὐτὸν ἐκ τῆς φυλακῆς, καὶ ἐποίησε κύριον τῆς Αἰγύπτου· ὁ ἐν βάτῳ πυρὸς ὀφθεὶς τῷ Μωσεῖ, καὶ δοὺς αὐ

 μὴ δυνάμενοι νικῆσαι, τότε ζητοῦσιν ἐκ θεοῦ ὅπλον σπουδαίως· καὶ οὕτως ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ πνεύματος, γίγνονται νικηταί, καὶ πίπτει ὑπὸ τοὺς

 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὅτι τὸ πρὶν κύριος καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε· σήμερο

 ποικίλων πειρασμῶν, ἐπὰν δὲ γεννήσῃ, τουτέστι τελειωθῇ, χαίρει διηνεκῶς χαρᾷ ἀνεκλαλήτῳ, ὅτι ἐγεννήθη ἐπουράνιος καὶ καινὸς ἄνθρωπος εἰς τὸν ἄνω κόσμο

 τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται. ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή, καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ πνεύματος πτέρυγας ἐπά

 ἑαυτὸν εὐτρεπίζει, ὀδυνᾶται καὶ στενοχωρεῖται μὴ ἀνδριζόμενος· ὁ τοιοῦτος ζωῆς οὐ γίνεται τέκνον, ἐπειδὴ μὴ γέγονε μιμητὴς καὶ ἀκό λουθος πάντων τῶν ἁ

 τοίνυν ἑαυτοὺς ἀνακρίνειν πάντοτε καὶ διερευνᾶν τὰς καρδίας ἡμῶν, ὅπως γνωρίσωμεν τὰ ἑαυτῶν σφάλματα, πιστεύοντες τῷ ἐλευθε ρωτῇ τῶν ψυχῶν ἡμῶν Χριστῷ

 εἰδὼς ὅτι οὐκ ἀνθρώπῳ ἀλλὰ τῷ θεῷ τοῦτο ποιεῖς τῷ εἰπόντι Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ψευδόμενος καὶ ἀποστερῶν ἃ προσήγαγες τῷ θεῷ οὐ δοκεῖς ἁμαρτά

 περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόν

 ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ κακὰ τοῦ κόσμου ἔξω

 μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει ὅταν κακῷ σκοπῷ γίγνη ται, ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως, ἢ καθ' ὃν δεῖ τρόπον οὐ γίγνηται· συμβαίνει γὰρ πολ

 ἁλός· καὶ εἰ ἔστι γεῦσις ἐν ῥήμασι κενοῖς, μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; 54.9 τῶν οὖν ἐγκαταλείψεων ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετὴν ἵνα φα

 δόξαν καὶ τιμὴν ἀπενέγκωμαι. καὶ ὁ Παῦλος δέ φησιν Εἰ μὲν ἑκὼν τοῦτο πράττω, μισθὸν οὐκ ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· ὥσπερ γὰρ ἐν τοῖς φαιν

 αὐτῷ περὶ ἡμῶν. αὐτὸς γὰρ μόνον τῆς προαιρέσεως ἡμῶν χρείαν ἔχει, ἐπεὶ ἕτοιμός ἐστι πάντοτε τοῦ ἐλεῆσαι ἡμᾶς καὶ φωτίσαι, ἐὰν μόνον θελήσωμεν ἐπιδοῦνα

 ἀνεκλάλητος, ὥστε αὐτὸν κλαίειν, καὶ εἴπερ ἠδύνατο ἡ ψυχὴ ἀφιέναι τὸ σῶμα, καὶ ἀπιέναι πρὸς τὸν κύριον. ἄλλοτε πάλιν εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ ἔσωθεν ὑ

 λογισμοὺς ἑαυτοῦ ἔμπροσθεν τοῦ θεοῦ ποιήσῃ νυκτὸς καὶ ἡμέρας, καὶ πᾶσαν ὥραν κλαύσῃ ἐνώπιον τοῦ θεοῦ, καὶ λυπούμενος ἐλέγξῃ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι πῶς

μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει ὅταν κακῷ σκοπῷ γίγνη ται, ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως, ἢ καθ' ὃν δεῖ τρόπον οὐ γίγνηται· συμβαίνει γὰρ πολλάκις τὸν ἀκόλαστον διεφθαρμένῳ μὲν σκοπῷ ποιεῖν ἐλεημοσύνην ἐπὶ νεωτέρας δι' αἰσχρὸν τέλος, πρᾶξιν δὲ εὔλογον ἐπιδείκνυσθαι, τὸ ὡς ὀρφανῇ ἢ καὶ μόνῃ καὶ ἀσκουμένῃ διδόναι ἐπικουρίαν· συμβαίνει δὲ καὶ σκοπῷ μὲν ὀρθῷ ποιεῖν ἐλεημοσύνην, ἐπὶ νοσοῦντας ἢ γεγηρακότας ἢ ἐκπεπτωκότας πλούτου, φειδωλῶς δὲ καὶ μετὰ γογγυσμοῦ, καὶ εἶναι τὸν μὲν σκοπὸν ὀρθόν, τὴν δὲ πρᾶξιν τοῦ σκοποῦ ἀναξίαν· δεῖ γὰρ τὸν ἐλεήμονα ἐν ἱλαρότητι ἐλεεῖν, καὶ ἐν ἀφειδείᾳ διδόναι. 54.4 ἔλεγε δὲ καὶ τοῦτο· ὅτι προτερήματά εἰσιν ἐν πολλαῖς ψυχαῖς· ἐν αἷς μὲν εὐφυΐα διανοίας, ἐν αἷς δὲ τῶν καλῶν ἐπιτηδειότης· ἐὰν οὖν οἱ τὰ προτερήματα κεκτημένοι μὴ ἐπιγράφωσι τῷ θεῷ ταῦτα τῷ δοτῆρι τῶν ἀγαθῶν ἀλλὰ τῇ ἰδίᾳ προαιρέσει καὶ εὐφυΐᾳ καὶ ἱκανότητι, οἱ τοι οῦτοι καταλειφθέντες, ἢ εἰς αἰσχρουργίαν ἢ αἰσχροπάθειαν ληφθέντες, διὰ τῆς ἐπιγενομένης ταπεινώσεως καὶ αἰσχύνης, ἠρέμα πως τὸν ἐν τῇ νομιζομένῃ ἀρετῇ ἀποτρίβονται τῦφον· ἐπειδὴ γὰρ ὁ πεφυσιωμένος ἐπὶ εὐφυΐᾳ λόγων ἐπαιρόμενος οὐκ ἐπιγράφει τῷ θεῷ τὴν εὐφυΐαν οὔτε τὴν χορηγίαν τῆς γνώσεως, ἀλλὰ τῇ αὐτοῦ ἀσκήσει καὶ εὐφυΐᾳ, ἀφιστᾷ ὁ θεὸς τὸν ἄγγελον τῆς προνοίας· οὗ ἀποστάντος καταδυναστευθεὶς ὑπὸ τοῦ ἀντικειμένου ὁ ἐπαιρόμενος ἐπὶ τῇ εὐφυΐᾳ περιπίπτει ἀκολασίᾳ· ἵνα ἡ κτηνώδης καὶ κυνώδης ἀκολασία ἀπελάσῃ τὴν δαιμονιώδη, ἥ ἐστιν ὑπερ ηφανία, ἵνα τοῦ μάρτυρος τῆς σωφροσύνης ἀφαιρεθέντος, ἀναξιόπιστα γένηται τὰ λεγόμενα παρ' αὐτοῦ· φευγόντων τῶν εὐλαβῶν τὴν ἐκ τοῦ τοιούτου στόματος διδασκαλίαν, καθάπερ πηγὴν βδέλλας ἔχουσαν, ὡς πλη ροῦσθαι τὸ γεγραμμένον Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεὸς ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; 54.5 ἐοίκασι γὰρ ἀληθῶς αἱ τῶν ἐμπαθῶν ψυχαὶ πηγαῖς διαφόροις· οἱ μὲν γαστρίμαργοι καὶ οἰνόφλυγοι πηγαῖς βορβορώδεσιν· οἱ δὲ φιλάρ γυροι καὶ πλεονέκται πηγαῖς βατράχους ἐχούσαις· οἱ δὲ ὑπερήφανοι καὶ βάσκανοι, ἐπιτηδειότητα δὲ γνώσεως ἔχοντες, πηγαῖς ὄφεις τρεφού σαις· ἐν αἷς ἐλλιμνάζει ὁ λόγος τῷ μηδένα ἡδέως ἀρύεσθαι ἐξ αὐτῶν διὰ τὴν πικρίαν τοῦ ἤθους. ὅθεν ὁ ∆αβὶδ παρακαλεῖ τρία αἰτῶν, χρη στότητα καὶ παιδείαν καὶ γνῶσιν· ἄνευ γὰρ χρηστότητος, ἡ γνῶσις ἄχρηστος. 54.6 καὶ εἰ μὲν διορθώσεται ὁ τοιοῦτος, τὴν αἰτίαν τῆς ἐγκαταλεί ψεως ἀποθέμενος, τουτέστι τὸν τῦφον, καὶ ἀναλάβηται ταπεινοφροσύνην, καὶ ἐπιγνῷ ἑαυτοῦ τὰ μέτρα, μήτε κατά τινος ἐπαιρόμενος καὶ τῷ θεῷ εὐχαριστῶν, ἐπανέρχεται πάλιν πρὸς αὐτὸν ἡ ἐμμάρτυρος γνῶσις· λόγοι γὰρ πνευματικοὶ βίον σεμνὸν καὶ σώφρονα μὴ ἔχοντες συνιππά ζοντα ἀστάχυές εἰσιν ἀνεμόφθοροι, τὸ μὲν σχῆμα ἔχοντες, τὸ δὲ τρό φιμον ὑποκλαπέντες. 54.7 πᾶσα οὖν πτῶσις, εἴτε διὰ γλώσσης, εἴτε δι' αἰσθήσεως, εἴτε διὰ πράξεως, εἴτε δι' ὅλου τοῦ σώματος, πρὸς τὴν ἀναλογίαν τῆς ὑπερηφανίας κατ' ἐγκατάλειψιν γίνεται θεοῦ, φειδομένου τῶν ἐγκα ταλιμπανομένων· εἰ γὰρ μετὰ τῆς ὑπερηφανίας καὶ τῇ εὐφυΐᾳ αὐτῶν μαρτυρήσει τῇ χορηγίᾳ τῶν λόγων ὁ κύριος, δαίμονας αὐτοὺς ἀπεργάσε ται ἐπαιρομένους μεγάλα καὶ θρασέα. 54.8 καὶ ταῦτα δὲ ἔλεγεν ἡμῖν ὁ ἀνήρ· ὅταν ἴδῃς τινὰ βίῳ μὲν χαλεπόν, λόγῳ δὲ πιθανόν, μνημόνευσον τοῦ δαίμονος τοῦ ἐν τῇ ἁγίᾳ γραφῇ τῷ Χριστῷ ὁμιλοῦντος, καὶ τῆς λεγούσης μαρτυρίας, ὅτι Ὄφις φρονιμώτερος ἦν πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ᾧ ἡ φρόνησις μᾶλλον εἰς βλάβην γεγένηται, ἄλλης ἀρετῆς αὐτῷ μὴ συνδραμούσης· δεῖ γὰρ τὸν πιστὸν καὶ ἀγαθὸν φρονεῖν μὲν ἃ δίδωσιν ὁ θεός, λαλεῖν δὲ ἃ φρονεῖ, ποιεῖν δὲ ἃ λαλεῖ· ἐὰν γὰρ τῇ ἀληθείᾳ τῶν λόγων ἡ τοῦ βίου μὴ συντρέχῃ συγγένεια, ἄρτος ἐστὶν ἄνευ ἅλατος κατὰ τὸν Ἰώβ· βρωθήσε ται οὖν οὐδαμῶς, ἢ βρωθεὶς εἰς καχεξίαν γενήσεται· Εἰ βρωθήσεται γάρ, φησίν, ἄρτος ἄνευ