Homiliae 7 (collectio HA)

 δουλείας ἐκ τοῦ τραχήλου αὐτοῦ, καὶ λύσας ἐξέβαλεν αὐτὸν ἐκ τῆς φυλακῆς, καὶ ἐποίησε κύριον τῆς Αἰγύπτου· ὁ ἐν βάτῳ πυρὸς ὀφθεὶς τῷ Μωσεῖ, καὶ δοὺς αὐ

 μὴ δυνάμενοι νικῆσαι, τότε ζητοῦσιν ἐκ θεοῦ ὅπλον σπουδαίως· καὶ οὕτως ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ πνεύματος, γίγνονται νικηταί, καὶ πίπτει ὑπὸ τοὺς

 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὅτι τὸ πρὶν κύριος καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε· σήμερο

 ποικίλων πειρασμῶν, ἐπὰν δὲ γεννήσῃ, τουτέστι τελειωθῇ, χαίρει διηνεκῶς χαρᾷ ἀνεκλαλήτῳ, ὅτι ἐγεννήθη ἐπουράνιος καὶ καινὸς ἄνθρωπος εἰς τὸν ἄνω κόσμο

 τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται. ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή, καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ πνεύματος πτέρυγας ἐπά

 ἑαυτὸν εὐτρεπίζει, ὀδυνᾶται καὶ στενοχωρεῖται μὴ ἀνδριζόμενος· ὁ τοιοῦτος ζωῆς οὐ γίνεται τέκνον, ἐπειδὴ μὴ γέγονε μιμητὴς καὶ ἀκό λουθος πάντων τῶν ἁ

 τοίνυν ἑαυτοὺς ἀνακρίνειν πάντοτε καὶ διερευνᾶν τὰς καρδίας ἡμῶν, ὅπως γνωρίσωμεν τὰ ἑαυτῶν σφάλματα, πιστεύοντες τῷ ἐλευθε ρωτῇ τῶν ψυχῶν ἡμῶν Χριστῷ

 εἰδὼς ὅτι οὐκ ἀνθρώπῳ ἀλλὰ τῷ θεῷ τοῦτο ποιεῖς τῷ εἰπόντι Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ψευδόμενος καὶ ἀποστερῶν ἃ προσήγαγες τῷ θεῷ οὐ δοκεῖς ἁμαρτά

 περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόν

 ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ κακὰ τοῦ κόσμου ἔξω

 μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει ὅταν κακῷ σκοπῷ γίγνη ται, ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως, ἢ καθ' ὃν δεῖ τρόπον οὐ γίγνηται· συμβαίνει γὰρ πολ

 ἁλός· καὶ εἰ ἔστι γεῦσις ἐν ῥήμασι κενοῖς, μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; 54.9 τῶν οὖν ἐγκαταλείψεων ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετὴν ἵνα φα

 δόξαν καὶ τιμὴν ἀπενέγκωμαι. καὶ ὁ Παῦλος δέ φησιν Εἰ μὲν ἑκὼν τοῦτο πράττω, μισθὸν οὐκ ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· ὥσπερ γὰρ ἐν τοῖς φαιν

 αὐτῷ περὶ ἡμῶν. αὐτὸς γὰρ μόνον τῆς προαιρέσεως ἡμῶν χρείαν ἔχει, ἐπεὶ ἕτοιμός ἐστι πάντοτε τοῦ ἐλεῆσαι ἡμᾶς καὶ φωτίσαι, ἐὰν μόνον θελήσωμεν ἐπιδοῦνα

 ἀνεκλάλητος, ὥστε αὐτὸν κλαίειν, καὶ εἴπερ ἠδύνατο ἡ ψυχὴ ἀφιέναι τὸ σῶμα, καὶ ἀπιέναι πρὸς τὸν κύριον. ἄλλοτε πάλιν εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ ἔσωθεν ὑ

 λογισμοὺς ἑαυτοῦ ἔμπροσθεν τοῦ θεοῦ ποιήσῃ νυκτὸς καὶ ἡμέρας, καὶ πᾶσαν ὥραν κλαύσῃ ἐνώπιον τοῦ θεοῦ, καὶ λυπούμενος ἐλέγξῃ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι πῶς

αὐτῷ περὶ ἡμῶν. αὐτὸς γὰρ μόνον τῆς προαιρέσεως ἡμῶν χρείαν ἔχει, ἐπεὶ ἕτοιμός ἐστι πάντοτε τοῦ ἐλεῆσαι ἡμᾶς καὶ φωτίσαι, ἐὰν μόνον θελήσωμεν ἐπιδοῦναι ἑαυτούς. 56.3 ἡ γὰρ ψυχὴ κτισθεῖσα ὑπὸ τοῦ θεοῦ κατὰ φύσιν ἔχει τὸ ἀγαπᾶν αὐτὸν καὶ αὐτῷ προσδεδέσθαι· τὸ δὲ σῶμα ἐκ τῆς γῆς ληφθὲν τὰ ἐν τῇ γῇ φρονεῖ· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐνεργεῖται ὑπὸ τοῦ Σατανᾶ, καὶ καθέλκει τὴν ψυχὴν καὶ τὸν νοῦν εἰς τὰς γεώδεις φροντίδας· ὀφείλει οὖν ὁ μονάζων διακριτικὸς εἶναι καὶ ἀσφαλίζεσθαι ἐν τούτῳ τῷ μέρει μήποτε ἡττωθῇ κρυπτῶς ἀγνοῶν. 56.4 ὀφείλομεν δὲ πάλιν μαθεῖν τί ἐστι τὸ ὑπὸ τοῦ χριστοῦ εἰρημένον Ἆρον τὸν σταυρόν σου καὶ ἀκολούθει μοι· μηδὲ γὰρ ὡς ὀφείλων ἐν ξύλῳ ἑαυτὸν κρεμάσαι καὶ ἀκολουθεῖν τῷ κυρίῳ οὕτως νοεῖ, ἀλλὰ σταυρώσει ὁ μονάζων ἑαυτὸν ἐκ τῶν κοσμικῶν πραγμάτων, τοῦ μὴ ἅψασθαι αὐτῶν· καὶ πάλιν ἵνα σταυρώσῃ τὸν νοῦν αὐτοῦ διὰ παντὸς ἐν τῇ εὐχῇ, ὅπως μὴ ἀμελήσῃ τῆς σωτηρίας αὐτοῦ. καὶ οὐκ ὀφείλει δέχεσθαι τοὺς πονηροὺς λογισμούς, ἀλλὰ διακρίνειν, καὶ εἰδέναι, ὅτι τοῦ πονηροῦ εἰσι· χρὴ γὰρ λῦσαι τὸν νοῦν αὐτοῦ ἀπὸ παντὸς περισπασμοῦ, ἵνα μὴ ὀχλῆται ὑπ' αὐτῶν· ἐὰν γὰρ μὴ λύσῃ, μάτην καὶ εὔχεται· ὁ γὰρ νοῦς περὶ ἐκεῖνα ῥέμβεται καὶ δῆθεν εὔχεται, καὶ ἡ εὐχὴ αὐτοῦ πρὸς τὸν θεὸν αὐτοῦ οὐκ ἀναβαίνει· ἐὰν γὰρ μὴ ἔχῃ εὐχὴν καθαρὰν ἐν πίστει πεπληρωμένην, οὐ προσδέχεται ὁ θεός. 56.5 ὁ μονάζων ἀφ' ἑαυτοῦ οὔτε ἰσχύει οὔτε δύναται οὔτε τῷ διαβόλῳ ἀντιστῆναι, οὔτε τοὺς λογισμοὺς τῆς ἁμαρτίας ἀπορρῖψαι ἀφ' ἑαυτοῦ, οὔτε θέλημα τοῦ θεοῦ ποιῆσαι, οὔτε ἐντολὴν αὐτοῦ φυλάξαι, οὔτε τοῖς πάθεσιν ἀντιστῆναι, εἰ μὴ μόνον τοῦτο ἰσχύει, τοῦ τὴν προαίρεσιν αὐτοῦ δοῦναι πρὸς τὸν θεόν, καὶ εὔχεσθαι καὶ παρακαλεῖν αὐτόν, ἵνα αὐτὸς καθαρίσῃ αὐτὸν ἀπὸ τοῦ Σατανᾶ καὶ τῶν τούτου ἐνεργειῶν, καὶ ἵνα εὐδοκήσῃ διὰ τῆς χάριτος αὐτοῦ ἐλθεῖν καὶ βασιλεῦσαι εἰς τὴν ψυχὴν αὐτοῦ, καὶ αὐτὸς τὰς ἰδίας ἐντολὰς καὶ τὸ ἴδιον θέλημα ποιήσει ἐν αὐτῷ, καὶ πᾶσαν ἀρετὴν δικαιοσύνης ἐμπιστεύσει αὐτῷ, πρῶτον μὲν πίστιν ἀληθινήν, εὐχὴν ἐνεργῆ, ἀγάπην τὴν ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως, ἐλπίδα, νηστείαν, ἐγκράτειαν, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυ μίαν, ὑπομονήν, καὶ τὰ ἑξῆς. καὶ λοιπὸν ὁ τοιοῦτος οὐ δύναται καυχήσα σθαι ἐν ἑαυτῷ καὶ εἰπεῖν, ὅτι ἐγώ τί ποτε κατώρθωσα, ἀλλ' εὐχαριστεῖ τῷ κυρίῳ πάντοτε ὅτι αὐτὸς παρακαλούμενος πάντα κατορθοῖ· ἡ γὰρ ὑπομονὴ τῆς εὐχῆς μεγάλα κατορθώματα ἀνύει· ἡ δὲ ὑπὸ τοῦ Σατανᾶ δεδομένη ἀμέλεια τοῖς ἀνθρώποις, μεγάλην μελανίαν καὶ σκότωσιν ἐμποι οῦσα τῇ ψυχῇ, ἀποπλανᾷ τὸν ἄνθρωπον ἀπὸ τοῦ θεοῦ, καὶ αἰχμαλωτίζει αὐτοῦ τὴν διάνοιαν. 56.6 ὀφείλομεν οὖν ἐγρήγοροι εἶναι ἐπιλεγόμενοι τὸ καλόν, εἰς ὃ δυνάμεθα σωθῆναι, καὶ ἀγαπᾶν τὸν θεὸν καὶ ἀλλήλους οὐχ ἁπλῶς ἀλλ' ἐν ἀληθείᾳ· ταύτην οὖν τὴν ἀγάπην διὰ τῆς λατρείας ὀφείλει ὁ μονάζων κτήσασθαι ἐν ἑαυτῷ, καὶ ἐν ἔργῳ αὐτὴν ἐπιτελέσαι, ὅτι πᾶν παράγγελ μα ἐκεῖ τελεῖται. ὁ μὲν γὰρ ἔγγραπτος νόμος πολλὰ διηγεῖται μυστή ρια κρυπτῶς· ὁ δὲ μονάζων, ἐὰν σχολάζῃ τῇ εὐχῇ καὶ τῇ ὁμιλίᾳ τῇ πρὸς τὸν θεὸν ἀδιαλείπτως, εὑρίσκει αὐτά. καὶ τούτων φοβερώτερα τῶν ἐν ταῖς γραφαῖς ἡ χάρις αὐτῷ δείκνυσιν· οὔτε γὰρ ἐκ τῆς ἀναγνώσεως τοῦ ἐγγράπτου νόμου δύναταί τις κατορθῶσαί τί ποτε ὅσον ἐν τῇ λατρείᾳ τοῦ θεοῦ· πάντα γὰρ ἐκεῖ τελειοῦνται. ὁ οὖν τοῦτο ἐπιλεξά μενος, οὐ τοσοῦτον χρῄζει τῆς τῶν γραφῶν ἀναγνώσεως· οἶδε γὰρ ὅτι πάντα ἐν τῇ εὐχῇ τελειοῦνται. 56.7 περὶ δὲ τῶν παθῶν τῆς ἁμαρτίας πολὺν πόλεμον ἔχει καὶ βιάζεται ἑαυτὸν κατορθῶσαι αὐτά, καὶ οὐ δύναται· ἐὰν δὲ παραμείνῃ εὐχόμενος καὶ παρακαλῶν, καὶ πάντα ἐπιτρέψῃ ἐπὶ τὸν κύριον, αὐτὸς αὐτὰ ἐξολοθρεύσει ἐξ αὐτοῦ, ἐπειδὴ τὴν πᾶσαν μέριμναν αὐτοῦ τῷ κυρίῳ ἀπέδωκε. καὶ λοιπὸν ποιεῖ ἐν αὐτῷ ἡ χάρις τοῦ θεοῦ πολλὰς ἐνερ γείας· ἔρχεται γὰρ αὐτῷ πολλάκις ἐνέργεια ὥρας, ὅτι τοιοῦτος πόθος αὐτὸν λαμβάνει καὶ χαρὰ