σάββατον ἀληθινόν, τρυφερόν, ἅγιον· καὶ ἑορτάζουσιν ἑορτὴν πνεύματος, χαρᾶς καὶ ἀγαλλιάσεως ἀνεκλαλήτου· καὶ λατρεύουσι λατρείαν καθαρὰν καὶ εὐάρεστον τῷ θεῷ ἐκ καθαρᾶς καρδίας. τοῦτό ἐστι τὸ ἀληθινὸν καὶ ἅγιον σάββατον. παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεὸν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ταύτην τοῦ ἀργεῖν ἡμᾶς ἀπὸ τῶν αἰσχρῶν καὶ πονηρῶν καὶ ματαίων διαλογισμῶν, ἵνα οὕτως δυνηθῶμεν λατρεῦσαι τῷ θεῷ ἐκ καθαρᾶς καρδίας καὶ ἑορτάσαι ἑορτὴν πνεύματος ἁγίου. μακάριος οὖν «ὁ εἰσελθὼν εἰς ἐκείνην τὴν κατάπαυσιν». δόξα τῷ οὕτως εὐδοκήσαντι πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. ἀμήν. ΟΜΙΛΙΑ Λ ςʹ. 1 Ἀνάστασις τῶν νεκρῶν ψυχῶν ἀπὸ τοῦ νῦν γίνεται, ἀνάστασις δὲ τῶν σωμάτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ὥσπερ δὲ ἐν τῷ οὐρανῷ πεπηγμένοι ὄντες οἱ ἀστέρες οὐκ ἴσοι πάντες εἰσίν, ἀλλ' εἷς τοῦ ἑνὸς διαφέρει ἐν τῇ λαμπρότητι καὶ μεγαλειότητι, οὕτω κἂν τοῖς πνευματικοῖς κατὰ τὸ μέτρον τῆς πίστεως εἰσὶ προκοπαὶ ἐν αὐτῷ τῷ πνεύματι· εἷς πλουσιώτερος τοῦ ἑτέρου. καὶ ἡ γραφὴ λέγει ὅτι «ὁ λαλῶν ἐν γλώσσῃ πνεύματι θεοῦ λαλεῖ». οὗτος πνευματικός ἐστι, «θεῷ λαλῶν, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ»· οὗτος περισσείαν ἔσχε τῆς χάριτος. ὁ μὲν γὰρ «ἑαυτὸν μόνον οἰκοδομεῖ», ὁ δὲ ἑαυτὸν καὶ τὸν πλησίον. τοῦτο δέ ἐστιν ὥσπερ κόκκος σίτου σπειρόμενος ἐν τῇ γῇ, καὶ ὁ αὐτὸς ἐκ τῆς μιᾶς καρδίας πολλοὺς καὶ διαφόρους κόκκους ἐκφέρει. καὶ πάλιν αὐτοὶ οἱ στάχυες, οἱ μέν εἰσι μειζότεροι, οἱ δὲ μικρότεροι, ὅλοι δὲ εἰς μίαν συνάγονται ἅλωνα, εἰς μίαν ἀποθήκην· διάφοροι ὄντες εἷς ἐξ αὐτῶν γίνεται ἄρτος. Ἢ ὥσπερ εἰσὶν ἐν πόλει πλήθη ἀνθρώπων, καὶ οἱ μέν εἰσι παιδία νήπια, οἱ δὲ ἄνδρες ἢ νεανίσκοι· πάντες δὲ ἀπὸ μιᾶς πηγῆς ὕδωρ πίνουσι καὶ ἀπὸ ἑνὸς ἄρτου ἐσθίουσιν, ἕνα ἀέρα ἔχοντες· ἢ ὥσπερ εἰσὶ λύχνοι, καὶ ὁ μὲν ἔχει δύο μυκτῆρας, ὁ δὲ ἑπτά, ἀλλ' ὅπου ἐστὶν ἡ περισσεία τοῦ φωτός, ἄλλως φωτίζει, οὕτως ὅσοι εἰσὶν ἐν πυρὶ καὶ φωτί, οὐ δύνανται εἶναι ἐν σκότει, ἀλλὰ διαφορὰ πολλή ἐστιν. ὥσπερ ἂν εἴ τις πατὴρ ὢν υἱοὺς ἔχοι δύο, τὸν μὲν παιδίον, τὸν δὲ νεανίσκον, καὶ τὸν μὲν εἰς πόλεις ἀποστέλλει καὶ πατρίδας, τὸ δὲ νήπιον πάντοτε δορυφορεῖ, ἐπεὶ μηδὲν δύναται ποιεῖν. δόξα τῷ θεῷ. ἀμήν. ΟΜΙΛΙΑ ΛΖ. 1 «Ἡ φιλία τοῦ κόσμου» κατὰ τὸ γεγραμμένον «ἔχθρα ἐστὶν εἰς θεόν». διὸ ἡ γραφὴ κελεύει «πάσῃ φυλακῇ τηρεῖν» ἕκαστον τὴν ἑαυτοῦ «καρδίαν», ἵνα τις ὡς παράδεισον φυλάσσων ἐν αὐτῇ τὸν λόγον ἀπολαύσῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον ἱλυσπωμένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι' ἧς γεννᾶται θυμὸς ὁ ἀδελφοκτόνος καὶ θνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ' ἀκούων τοῦ κυρίου λέγοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι' ὧν γεννᾶται ἡ φιλόθεος καὶ φιλάνθρωπος ἀγάπη ἡ τὴν αἰώνιον ζωὴν παρέχουσα. εἰς τοῦτον τὸν παράδεισον εἰσῆλθε Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς. τοῦτον φυλάσσων Ἀβραὰμ φωνὴν θεοῦ ἤκουσε. τοῦτον φυλάσσων Μωϋσῆς δόξαν εἰς τὸ πρόσωπον ἐλάμβανεν. ὁμοίως ∆αβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν ἐκυρίευεν. ἀλλὰ καὶ Σαούλ, ἕως οὗ ἐφύλασσε τὴν καρδίαν, εὐωδοῦτο· ὅτε δὲ εἰς τέλος παρέβη, εἰς τέλος ἐγκατελήφθη. ἐν μέτρῳ γὰρ κατὰ ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ θεοῦ· ὅσον ἐπικρατεῖ τις, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, τοσοῦτον φυλάσσεται. ∆ιὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων, τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τὸ τοῦ