τυχεῖν, ἥτις ἐστὶν ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. ΟΜΙΛΙΑ Μ. 1 Περὶ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων ἐκδέδενται πᾶσαι αἱ ἀρεταί, ὡσπερεὶ γάρ τις πνευματικὴ ἅλυσις· μία τῆς μιᾶς ἤρτηνται. ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος, ὥσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ' ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας· καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα. οὕτως κἂν τῷ ἀγαθῷ μέρει ἀλλήλων εἰσὶν ἐκκρεμάμεναι αἱ ἀρεταὶ καὶ ἀπηρτημέναι. κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶ τὸ προσκαρτερεῖν τῇ εὐχῇ, ἀφ' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα. ἐντεῦθεν γὰρ ἐγγίνεται τοῖς καταξιουμένοις ἡ κοινωνία τῆς τοῦ θεοῦ ἁγιότητος καὶ τῆς πνευματικῆς ἐνεργείας, καὶ ἡ συνάφεια τῆς τοῦ νοῦ διαθέσεως πρὸς τὸν κύριον ἐν ἀγάπῃ ἀρρήτῳ· ὁ γὰρ ἑαυτὸν ὁσημέραι τῇ προσευχῇ προσκαρτερεῖν ἀναγκάζων, εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης ἐκκαίεται πρὸς θεὸν καὶ τὴν χάριν τῆς τοῦ πνεύματος ἁγιαστικῆς τελειότητος ὑποδέχεται. 20Ἐρώτησις:20 ἐπειδή τινες πωλοῦσι μὲν τὰ ὑπάρχοντα καὶ δούλους ἐλευθεροῦσι καὶ ποιοῦσιν ἐντολάς, οὐ ζητοῦσι δὲ λαβεῖν ἐν τῷ κόσμῳ τούτῳ τὸ πνεῦμα, ἆρα ζῶντες οὕτως οὐκ ἀπέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; 20Ἀπόκρισις:20 ὁ λόγος οὗτος λεπτός ἐστι. τινὲς γὰρ λέγουσι μίαν βασιλείαν καὶ μίαν γέενναν· ἡμεῖς δὲ λέγομεν βαθμοὺς πολλοὺς καὶ διαφορὰς καὶ μέτρα, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ καὶ ἐν αὐτῇ τῇ γεέννῃ. ὥσπερ δέ ἐστι μία ψυχὴ ἐν ὅλοις τοῖς μέλεσι, καὶ ἄνω ἐν τῷ ἐγκεφάλῳ ἐνεργεῖ καὶ κάτω τοὺς πόδας αὕτη κινεῖ, οὕτως καὶ ἡ θεότης πάντα τὰ κτίσματα τὰ ἐπουράνια καὶ τὰ ὑποκάτω τῆς ἀβύσσου περιέχει καὶ πανταχοῦ πεπλήρωται ἐν τῇ κτίσει, εἰ καὶ ἐξωτέρα τῶν κτισμάτων ἐστὶ διὰ τὸ ἀμέτρητον καὶ ἀπερίληπτον. προσέχει οὖν αὕτη ἡ θεότης τοῖς ἀνθρώποις καὶ οἰκονομεῖ πάντα κατὰ λόγον. καὶ ἐπειδή τινες μὲν εὔχονται, μὴ εἰδότες τί ζητοῦσι, τινὲς δὲ νηστεύουσιν, ἄλλοι στήκουσιν εἰς διακονίαν, ἑκάστῳ κατὰ τὸ μέτρον τῆς πίστεως ὁ θεὸς, δικαιοκρίτης ὤν, ἀποδίδωσι τὸν μισθόν. ἃ γὰρ ποιοῦσι, διὰ φόβον θεοῦ ποιοῦσιν· ἀλλ' οὔκ εἰσιν οὗτοι πάντες υἱοὶ οὔτε βασιλεῖς οὔτε κληρονόμοι. εἰσὶ δὲ ἐν τῷ κόσμῳ οἱ μὲν φονεῖς, ἄλλοι πόρνοι καὶ ἄλλοι ἅρπαγες, οἱ δὲ πάλιν τὰ ἴδια πτωχοῖς διαδιδόντες. προσέχει καὶ τούτοις κἀκείνοις ὁ κύριος. καὶ τοῖς μὲν ἀγαθοποιοῦσιν ἀνάπαυσιν καὶ μισθὸν δίδωσιν. εἰσὶ γὰρ μέτρα ὑπερέχοντα καὶ μέτρα μικρά· καὶ ἐν αὐτῷ τῷ φωτὶ καὶ τῇ δόξῃ διαφορά ἐστι. καὶ ἐν αὐτῇ τῇ γεέννῃ καὶ τῇ κολάσει φαίνονται οἱ φαρμακοὶ καὶ οἱ λῃσταὶ καὶ οἱ ἄλλοι οἱ μικρὰ πλημμελήσαντες. οἱ δὲ λέγοντες ὅτι μία ἐστι βασιλεία καὶ μία γέεννα καὶ οὔκ εἰσι βαθμοί κακῶς λέγουσι. πόσοι γάρ εἰσι κοσμικοὶ νῦν εἰς θέατρα στήκοντες καὶ λοιπὰς ἀταξίας, καὶ πόσοι εἰσὶν ἄρτι εὐχόμενοι καὶ φοβούμενοι τὸν θεόν. τούτοις οὖν κἀκείνοις ὁ θεὸς προσέχει, καὶ ὡς δικαιοκρίτης τοῖς μὲν ἀνάπαυσιν ἑτοιμάζει, τοῖς δὲ κόλασιν. Ὥσπερ δὲ ζευγνύοντες ἄνθρωποι ἵππους καὶ ἅρματα ἡνιοχοῦσι καὶ κατ' ἀλλήλων ἐλαύνουσιν (ἕκαστος γὰρ ἀγωνίζεται, πῶς ῥίψει καὶ