De incarnatione et contra Arianos

 Θεὸς, καὶ διδοὺς ζωὴν τῇ ἰδίᾳ σαρκί. Ὅταν οὖν πάλιν λέγῃ, Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἀλλαχοῦ φησιν· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτ

 ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι, ἐν Χριστῷ Ἰησοῦ ἐφ' ἡμᾶς. Καὶ τὸ λέγειν αὐτὸν ἐν

 καὶ θανάτου γεύεται ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς τοῦ Θεοῦ μεταλάβωσι, διὰ τὸν κατὰ Πνεῦμα αὐτῶν Πα

 τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου Πνεύματος, καὶ γινόμεθα υἱοὶ Θεοῦ, οὐ Θεῶν. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιο

 Ὅσα οὖν λέγει ἡ Γραφὴ ὅτι ἔλαβεν ὁ Υἱὸς, διὰ τὸ σῶμα αὐτοῦ λέγει, ὅπερ σῶμα ἀπαρχή ἐστι τῆς Ἐκκλησίας· Ἀπαρχὴ γὰρ, φησὶν, ὁ Χριστός. Τῆς οὖν ἀπαρχῆς λ

 προφήταις, ἐπ' ἐσχάτου τοῦ ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ ἀλλαχοῦ λέγει, ὅτι ὁ Υἱὸς λαλεῖ· Εἰ δοκιμὴν, φησὶ, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χρ

 λέγει· καὶ ἀλλαχοῦ εἴρηκε· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Καὶ ὁ Ματθαῖος περὶ τοῦ Πατρὸς οὕτω λέγει· Εἰ οὖν ὑμεῖς, πονηροὶ

 ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ πάλιν ὁ Παῦλος πρὸς Τιμόθεον γράφει· Τὸ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς

 Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω 1020 τὰ δαιμόνια. Ὅτε γὰρ ἡ Γραφὴ τὸν Χριστὸν βραχίονα ὀνομάζει τοῦ Πατρὸς, τὸ ἅγιον Πνεῦμα δάκτυλον Θεοῦ καλεῖ· καὶ

 ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· οὕτως καὶ ἐνταῦθα νοεῖται· γενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων,

 ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν 10271028 ἡμᾶς. Ὁ δὲ ∆αβὶδ λέγει· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς

Θεὸς, καὶ διδοὺς ζωὴν τῇ ἰδίᾳ σαρκί. Ὅταν οὖν πάλιν λέγῃ, Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἀλλαχοῦ φησιν· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ· καὶ ὅταν λέγῃ· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; ἐκ προσώπου ἡμετέρου λέγει· διότι μορφὴν δούλου λαβὼν, καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ τὰ ἑξῆς. Καὶ καθὼς λέγει Ἡσαΐας· Αὐτὸς τὰς μαλακίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· ὥστε οὐχ ὑπὲρ ἑαυτοῦ ὀδυνᾶται, ἀλλ' ὑπὲρ ἡμῶν· καὶ οὐκ αὐτὸς ἐγκατελείφθη ὑπὸ τοῦ Θεοῦ, ἀλλ' ἡμεῖς, καὶ δι' ἡμᾶς τοὺς ἐγκαταλειφθέντας παρεγένετο εἰς τὸν κόσμον. Καὶ ὅτε λέγει· ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, περὶ τοῦ ναοῦ λέγει, ὅ ἐστι τὸ σῶμα αὐτοῦ. 989 Οὐ γὰρ ὁ Ὕψιστος ὑψοῦται, ἀλλ' ἡ σὰρξ τοῦ Ὑψίστου ὑψοῦται· καὶ τῇ σαρκὶ τοῦ Ὑψίστου ἐχαρίσατο ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ οὐχ ὁ Λόγος τοῦ Θεοῦ κατὰ χάριν ἔλαβε τὸ καλεῖσθαι Θεὸς, ἀλλ' ἡ σὰρξ αὐτοῦ σὺν αὐτῷ ἐθεολογήθη. Οὐ γὰρ εἶπεν, ὅτι ὁ Λόγος Θεὸς γέγονεν, ἀλλὰ, Θεὸς ἦν ὁ Λόγος· Ἀεὶ ἦν, φησὶν, ὁ Θεὸς Λόγος, καὶ οὗτος αὐτὸς ὁ Θεὸς γέγονε σὰρξ, ἵνα ἡ σὰρξ αὐτοῦ γένηται Θεὸς Λόγος· καθὼς καὶ ὁ Θωμᾶς, ψηλαφήσας τὴν σάρκα αὐτοῦ, ἀνεβόησεν· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου, τὸ συναμφότερον θεολογῶν· ὁμοίως δὲ καὶ ὁ Ἰωάννης ἔγραψεν· Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Φανερὸν οὖν ἐστιν, ὅτι ἐν σαρκὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Πατρὸς ἐψηλαφήθη, καὶ τὸ συναμφότερον, Λόγον ζωῆς, ἡ θεία Γραφὴ παραδέδωκε ψηλαφηθέντα. Καὶ ὅτε λέγει· Οὔπω ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη, τὴν σάρκα αὐτοῦ λέγει μήπω δοξασθεῖσαν. Οὐ γὰρ ὁ Κύριος τῆς δόξης δοξάζεται, ἀλλ' ἡ σὰρξ τοῦ Κυρίου τῆς δόξης· αὕτη λαμβάνει δόξαν συναναβαίνουσα αὐτῷ εἰς οὐρανόν. Ὅθεν καὶ Πνεῦμα υἱοθεσίας οὔπω ἦν ἐν ἀνθρώποις, διότι ἡ ληφθεῖσα ἀπαρχὴ ἐξ ἡμῶν οὔπω ἦν ἀνελθοῦσα εἰς οὐρανόν. Ὅσα οὖν λέγει ἡ Γραφὴ, ὅτι ἔλαβεν ὁ Υἱὸς, καὶ ἐδοξάσθη ὁ Υἱὸς, διὰ τὴν ἀνθρωπότητα αὐτοῦ λέγει, οὐ διὰ τὴν θεότητα. Καὶ ὅτε λέγει, Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστὶν, ἐπεὶ ἄνθρωπος γέγονε, μείζω αὐτοῦ λέγει τὸν Πατέρα. Λόγος δὲ ὢν τοῦ Πατρὸς, ἴσος αὐτοῦ ἐστιν. Ἐγὼ γὰρ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Καὶ οὐκ ἀπὸ ἁρπαγῆς ἔχει τὸ εἶναι αὐτὸν ἴσον τῷ Πατρὶ, ἀλλὰ κατὰ φύσιν ἴσος ἐστὶ καὶ ὁμοούσιος τῷ Πατρί· διότι ἐκ τῆς πατρικῆς οὐσίας γεγέννηται. Καὶ ὅτε λέγει ὁ Ἀπόστολος, Ὅτι ἐν Χριστῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ἐν τῇ σαρκὶ αὐτοῦ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος νοητέον. Καὶ ὅτε λέγει, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, ἀλλαχοῦ λέγει· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς. 992 Οὐ γὰρ ἑαυτὸν ἦλθε σῶσαι ὁ ἀθάνατος Θεὸς, ἀλλὰ τοὺς θανατωθέντας· καὶ οὐχ ὑπὲρ ἑαυτοῦ ἔπαθεν, ἀλλ' ὑπὲρ ἡμῶν· ὥστε διὰ τοῦτο τὴν εὐτέλειαν ἡμῶν καὶ τὴν πτωχείαν ἀνεδέξατο, ἵνα ἡμῖν τὸν πλοῦτον αὐτοῦ χαρίσηται. Τὸ γὰρ πάθος αὐτοῦ, ἡμῶν ἀπάθειά ἐστι· καὶ ὁ θάνατος αὐτοῦ, ἡμῶν ἀθανασία ἐστί· καὶ τὸ δάκρυον αὐτοῦ, χαρὰ ἡμετέρα· καὶ ἡ ταφὴ αὐτοῦ, ἡμῶν ἀνάστασις· καὶ τὸ βάπτισμα αὐτοῦ, ἡμῶν ἁγιασμός· Ὑπὲρ αὐτῶν γὰρ, φησὶν, ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ὁ μώλωψ αὐτοῦ, ἡμῶν ἴασις· Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ ἡ παιδεία αὐτοῦ, ἡμῶν εἰρήνη· Παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ' αὐτόν· τουτέστιν, ἕνεκεν τῆς ἡμῶν εἰρήνης αὐτὸς παιδεύεται· καὶ ἡ ἀδοξία αὐτοῦ, ἡμῶν δόξα· ὅθεν αἰτεῖ τὴν δόξαν δι' ἡμᾶς, λέγων· ∆όξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Ἡμεῖς γάρ ἐσμεν οἱ ἐν αὐτῷ δοξαζόμενοι· καὶ ἡ κάθοδος αὐτοῦ, ἡμῶν ἐστιν ἄνοδος, κατὰ τὸ γεγραμμένον· Καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· καὶ τὸ, Ἵνα