De incarnatione et contra Arianos

 Θεὸς, καὶ διδοὺς ζωὴν τῇ ἰδίᾳ σαρκί. Ὅταν οὖν πάλιν λέγῃ, Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἀλλαχοῦ φησιν· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτ

 ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι, ἐν Χριστῷ Ἰησοῦ ἐφ' ἡμᾶς. Καὶ τὸ λέγειν αὐτὸν ἐν

 καὶ θανάτου γεύεται ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς τοῦ Θεοῦ μεταλάβωσι, διὰ τὸν κατὰ Πνεῦμα αὐτῶν Πα

 τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου Πνεύματος, καὶ γινόμεθα υἱοὶ Θεοῦ, οὐ Θεῶν. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιο

 Ὅσα οὖν λέγει ἡ Γραφὴ ὅτι ἔλαβεν ὁ Υἱὸς, διὰ τὸ σῶμα αὐτοῦ λέγει, ὅπερ σῶμα ἀπαρχή ἐστι τῆς Ἐκκλησίας· Ἀπαρχὴ γὰρ, φησὶν, ὁ Χριστός. Τῆς οὖν ἀπαρχῆς λ

 προφήταις, ἐπ' ἐσχάτου τοῦ ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ ἀλλαχοῦ λέγει, ὅτι ὁ Υἱὸς λαλεῖ· Εἰ δοκιμὴν, φησὶ, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χρ

 λέγει· καὶ ἀλλαχοῦ εἴρηκε· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Καὶ ὁ Ματθαῖος περὶ τοῦ Πατρὸς οὕτω λέγει· Εἰ οὖν ὑμεῖς, πονηροὶ

 ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ πάλιν ὁ Παῦλος πρὸς Τιμόθεον γράφει· Τὸ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς

 Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω 1020 τὰ δαιμόνια. Ὅτε γὰρ ἡ Γραφὴ τὸν Χριστὸν βραχίονα ὀνομάζει τοῦ Πατρὸς, τὸ ἅγιον Πνεῦμα δάκτυλον Θεοῦ καλεῖ· καὶ

 ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· οὕτως καὶ ἐνταῦθα νοεῖται· γενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων,

 ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν 10271028 ἡμᾶς. Ὁ δὲ ∆αβὶδ λέγει· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς

τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου Πνεύματος, καὶ γινόμεθα υἱοὶ Θεοῦ, οὐ Θεῶν. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, Κύριος σαβαώθ ἐστι. Μία γὰρ ἡ θεότης καὶ εἷς Θεὸς ἐν τρισὶν ὑποστάσεσι. Καὶ διὰ τοῦτο, ἅπερ εἶπεν ὁ Πατὴρ ἐν τῷ Ἡσαΐᾳ, ὁ Ἰωάννης λέγει. ὅτι ὁ Υἱὸς εἶπεν· ἐν δὲ ταῖς Πράξεσιν ὁ Παῦλός φησιν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον εἶπε. Λέγει γὰρ οὕτως ὁ Ἡσαΐας· Εἶδον τὸν Κύριον σαβαὼθ, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ ἐπληρώθη ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ πτέρυξιν ἐκάλυπτον τὰ πρόσωπα, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ μετ' ὀλίγα ὁ αὐτός· Ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν 1001 τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγὼ, ἀπόστειλον με. Καὶ εἶπέ μοι· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἶπον αὐτῷ· Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου. Καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν· καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης λέγει· ∆ιὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν οἱ Ἰουδαῖοι εἰς τὸν Ἰησοῦν, ὅτι εἶπεν Ἡσαΐας, ὅτι Ἐτύφλωσεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τῇ καρδίᾳ νοήσωσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, τουτέστι τοῦ Υἱοῦ· ὥστε καὶ Κύριος Σαβαώθ ἐστιν ὁ Υἱός. Κύριος γὰρ τῶν δυνάμεων ἑρμηνεύεται τὸ Κύριος Σαβαώθ· Ὁ δὲ Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὡς ὁ ∆αβὶδ εἶπε· Κύριος δὲ τῆς δόξης ἐστὶν ὁ ἐσταυρωμένος Χριστὸς κατὰ τὸν Παῦλον. Καὶ καθὼς εἶπε ∆αβίδ· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· καὶ ἀλλαχοῦ· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι. Ἐν δὲ τοῖς Εὐαγγελίοις λέγει ὁ Υἱός· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· αὐτὸς οὖν ἐστιν ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ὁ ποιμαίνων τὸν Ἰσραήλ. Ὁ δὲ Παῦλος ἐν ταῖς Πράξεσι τὸ ἅγιον Πνεῦμα λέγει διὰ Ἡσαΐου εἰρηκέναι ταῦτα, ἅπερεἶπεν Ἡσαΐας, ὅτι Κύριος Σαβαώθ μοι εἶπεν. Ὁ Πατὴρ οὖν καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα Κύριος Σαβαώθ ἐστι. Καὶ ὅτε λέγει ἡ Γραφὴ περὶ τοῦ Πατρὸς, ὅτι Αὐτὸς ἔκτισε τὰ πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· ἀλλαχοῦ ἡ Γραφὴ διδάσκει ἡμᾶς, ὅτι διὰ τοῦ Υἱοῦ ἐκτίσθη. Οὐχ ἕτερα χωρὶς ὁ Πατὴρ ἔκτισε, καὶ ἄλλα ὁ Υἱός· ἀλλ' ἅπερ ὁ Πατὴρ ποιεῖ, διὰ τῆς ἰδίας δυνάμεως ποιεῖ, ἥτις ἐστὶν ὁ Υἱός· τὰ πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. Οὕτως οὖν καὶ ὅτε λέγει ὁ Υἱός· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ἔλεγε δὲ, φησὶ, περὶ τοῦ ἰδίου σώματος· ἑτέρα Γραφὴ λέγει, ὅτι Ὁ Πατὴρ ἤγειρε τὸν Υἱὸν αὐτοῦ ἐκ νεκρῶν· καὶ καλῶς λέγει· ἤγειρε γὰρ διὰ τοῦ ἰδίου Λόγου καὶ Υἱοῦ τὴν σάρκα 1004 τοῦ Υἱοῦ αὐτοῦ. Καὶ οὐ λέγομεν τὸ σῶμα εἶναι Υἱὸν φύσει τοῦ Θεοῦ, ἀλλὰ τὸ σῶμα τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τοῦ οὖν σώματος ἐγειρομένου, ὁ Υἱὸς νοεῖται ἐγηγερμένος ἐκ νεκρῶν. ∆ιὰ τοῦτο κατὰ σάρκα λέγομεν, ὅτι καὶ ἀπέθανε, καὶ ἐτάφη, καὶ ἠγέρθη ἐκ νεκρῶν· κατὰ δὲ τὸ πνεῦμα καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἦν καὶ πανταχοῦ. Ἐπεὶ οὖν πρότερον πλούσιος ὢν, τουτέστι Θεός· ὕστερον δὲ πτωχὸς γέγονε, τουτέστιν ἄνθρωπος, καὶ ὡμοιώθη ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· καὶ διὰ τοῦτο ὡς ἄνθρωπος λαμβάνει ζωὴν, ὁ ἔχων ζωὴν, αὐτὸς γάρ ἐστιν ἡ ζωή· λαμβάνει δὲ δι' ἡμᾶς, καὶ ὡς ἄνθρωπος προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ ἡ ἀΐδιος τοῦ Θεοῦ δύναμις καὶ σοφία, καὶ ὡς ἄνθρωπος ἁγιάζεται ὁ ἅγιος, καὶ μὴ χρείαν ἔχων ἁγιασμοῦ· Ὑπὲρ αὐτῶν γὰρ, φησὶν, ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ὡς ἄνθρωπος ὑψοῦται λαβὼν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ὅπερ ἀεὶ κατὰ φύσιν ἔχει. Θεὸς γὰρ ἦν, φησὶν, ὁ Λόγος.