De incarnatione et contra Arianos

 Θεὸς, καὶ διδοὺς ζωὴν τῇ ἰδίᾳ σαρκί. Ὅταν οὖν πάλιν λέγῃ, Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἀλλαχοῦ φησιν· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτ

 ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι, ἐν Χριστῷ Ἰησοῦ ἐφ' ἡμᾶς. Καὶ τὸ λέγειν αὐτὸν ἐν

 καὶ θανάτου γεύεται ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς τοῦ Θεοῦ μεταλάβωσι, διὰ τὸν κατὰ Πνεῦμα αὐτῶν Πα

 τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου Πνεύματος, καὶ γινόμεθα υἱοὶ Θεοῦ, οὐ Θεῶν. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιο

 Ὅσα οὖν λέγει ἡ Γραφὴ ὅτι ἔλαβεν ὁ Υἱὸς, διὰ τὸ σῶμα αὐτοῦ λέγει, ὅπερ σῶμα ἀπαρχή ἐστι τῆς Ἐκκλησίας· Ἀπαρχὴ γὰρ, φησὶν, ὁ Χριστός. Τῆς οὖν ἀπαρχῆς λ

 προφήταις, ἐπ' ἐσχάτου τοῦ ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ ἀλλαχοῦ λέγει, ὅτι ὁ Υἱὸς λαλεῖ· Εἰ δοκιμὴν, φησὶ, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χρ

 λέγει· καὶ ἀλλαχοῦ εἴρηκε· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Καὶ ὁ Ματθαῖος περὶ τοῦ Πατρὸς οὕτω λέγει· Εἰ οὖν ὑμεῖς, πονηροὶ

 ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ πάλιν ὁ Παῦλος πρὸς Τιμόθεον γράφει· Τὸ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς

 Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω 1020 τὰ δαιμόνια. Ὅτε γὰρ ἡ Γραφὴ τὸν Χριστὸν βραχίονα ὀνομάζει τοῦ Πατρὸς, τὸ ἅγιον Πνεῦμα δάκτυλον Θεοῦ καλεῖ· καὶ

 ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· οὕτως καὶ ἐνταῦθα νοεῖται· γενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων,

 ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν 10271028 ἡμᾶς. Ὁ δὲ ∆αβὶδ λέγει· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς

προφήταις, ἐπ' ἐσχάτου τοῦ ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ ἀλλαχοῦ λέγει, ὅτι ὁ Υἱὸς λαλεῖ· Εἰ δοκιμὴν, φησὶ, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ὁ δὲ Υἱὸς τὸ Πνεῦμα εἶπε τὸ λαλοῦν ἐν τοῖς ἀποστόλοις, Ὅταν, φησὶ, παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, μὴ μεριμνήσητε, πῶς, ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσητε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Καὶ ὁτὲ μὲν ὁ Ἀπόστολος λέγει, ὅτι τὰ σώματα τῶν πιστῶν ναός ἐστι τοῦ ἁγίου Πνεύματος, ὁτὲ δὲ τὰ μέλη αὐτῶν μέλη Χριστοῦ, ὁτὲ δὲ αὐτοὺς ναὸν εἶναι τοῦ Πατρός· Ὑμεῖς γὰρ, φησὶ, ναός ἐστε Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός· καὶ, Εἴ τις φθείρῃ τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ τοῦτον ὁ Θεός. Καὶ πάλιν· Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον οἰκεῖ ἐν ὑμῖν; Εἴ τις γάρ ἐστι ναὸς τοῦ Πνεύματος, οὗτος ναός ἐστι τοῦ Υἱοῦ καὶ τοῦ Πατρός· ὅπου γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ, ἐκεῖ ὁ Θεὸς κατοικεῖ. Καὶ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Ὁμοίως δὲ καὶ περὶ τοῦ Πνεύματος λέγει, ὅτι Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Πρὸς δὲ Κορινθίους γράφει Παῦλος· Τὸ δὲ Πνεῦμα ζωοποιεῖ. Ὁρᾷς, ὅτι ἅπερ ἐστὶν ἔργα τοῦ Πατρὸς, ταῦτα λέγει ἡ Γραφὴ τοῦ Υἱοῦ εἶναι, καὶ τοῦ ἁγίου Πνεύματος· ὡς καὶ ὁ Ἀπόστολος ἐδίδαξε λέγων· ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ Πνεῦμα τὸ αὐτό· καὶ διαιρέσεις δια 1009 κονιῶν εἰσι, καὶ αὐτὸς ὁ Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Εἰρηκὼς οὖν, ὅτι ὁ Πατήρ ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, καὶ μετ' ὀλίγον λέγει τὸ ἅγιον Πνεῦμα εἶναι τὸ ἐνεργοῦν τὰ πάντα ἐν πᾶσι. Πάντα δὲ ταῦτα, φησὶν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἴδια ἑκάστῳ, καθὼς βούλεται. Καὶ ὅτε μὲν ὁ μακάριος Παῦλος διδάσκει περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι ἀῤῥαβὼν τῆς κληρονομίας ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ∆αβὶδ λέγει τὸν Κύριον εἶναι τὴν κληρονομίαν· Κύριος γὰρ, φησὶ, μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Καὶ ἀλλαχοῦ λέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα, σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῆ ζώντων. Ὁ δὲ Ἱερεμίας λέγει, ὅτι Ὁ πλάσας τὰ πάντα,αὐτὸς κληρονομία τοῦ Ἰακὼβ, Κύριος ὄνομα αὐτῷ. Τῶν οὖν προφητῶν τὸν Κύριον κληρονομίαν λεγόντων τῶν ἁγίων, ὁ Παῦλος τὸ ἅγιον Πνεῦμα κληρονομίαν εἶναι εἶπεν· Ἐν ᾧ, φησὶ, καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν· ὡς καὶ Μωσῆς τὸ πρόσωπον ἐσφραγίσθη τῷ ἁγίῳ Πνεύματι, ὅτε ἔλαβε νόμον παρὰ Θεοῦ, καὶ οὐδεὶς ἠδύνατο αὐτῷ ἀτενίσαι τῶν υἱῶν Ἰσραήλ· ἐσημειώθη γὰρ ἐπ' αὐτὸν τὸ φῶς τοῦ προσώπου Κυρίου· ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὁ Θεὸς γὰρ φῶς ἐστιν· ὁμοίως δὲ καὶ ὁ Υἱὸς φῶς ἐστι, διότι τῆς αὐτῆς οὐσίας ἐστὶ τοῦ ἀληθινοῦ φωτὸς, ὡς καὶ Ἡσαΐας λέγει· Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογὶ καιομένῃ. Ἐν δὲ τῷ Εὐαγγελίῳ Ἰωάννης ὁ Βαπτιστὴς λέγει περὶ τοῦ Κυρίου· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἀλλαχοῦ δὲ λέγει τὸν Κύριον τὸν ἁγιάζοντα. Ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. Καὶ ὅτε τὸν Θεὸν καλεῖ πῦρ ἡ Γραφή· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, ὁμοίως καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου λέγει· ὅτι Ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ὅσοι γὰρ Πνεῦμα Θεοῦ φοροῦσι, φῶς φοροῦσι· καὶ οἱ φοροῦντες φῶς Χριστόν εἰσιν ἐνδεδυμένοι· καὶ οἱ ἐνδεδυμένοι Χριστὸν Πατέρα ἐνδέδυνται. ∆εῖ γὰρ τὸ 1012 φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Οἱ γὰρ φοροῦντες τὸ Πνεῦμα τοῦ Θεοῦ ἀφθαρσίαν φοροῦσιν· ἀφθαρσία δέ ἐστιν ὁ Θεός. Καὶ ὅτε λέγει ∆αβίδ· Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; περὶ τοῦ ἁγίου Πνεύματος