De incarnatione et contra Arianos

 Θεὸς, καὶ διδοὺς ζωὴν τῇ ἰδίᾳ σαρκί. Ὅταν οὖν πάλιν λέγῃ, Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἀλλαχοῦ φησιν· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτ

 ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι, ἐν Χριστῷ Ἰησοῦ ἐφ' ἡμᾶς. Καὶ τὸ λέγειν αὐτὸν ἐν

 καὶ θανάτου γεύεται ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς τοῦ Θεοῦ μεταλάβωσι, διὰ τὸν κατὰ Πνεῦμα αὐτῶν Πα

 τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου Πνεύματος, καὶ γινόμεθα υἱοὶ Θεοῦ, οὐ Θεῶν. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιο

 Ὅσα οὖν λέγει ἡ Γραφὴ ὅτι ἔλαβεν ὁ Υἱὸς, διὰ τὸ σῶμα αὐτοῦ λέγει, ὅπερ σῶμα ἀπαρχή ἐστι τῆς Ἐκκλησίας· Ἀπαρχὴ γὰρ, φησὶν, ὁ Χριστός. Τῆς οὖν ἀπαρχῆς λ

 προφήταις, ἐπ' ἐσχάτου τοῦ ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ ἀλλαχοῦ λέγει, ὅτι ὁ Υἱὸς λαλεῖ· Εἰ δοκιμὴν, φησὶ, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χρ

 λέγει· καὶ ἀλλαχοῦ εἴρηκε· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Καὶ ὁ Ματθαῖος περὶ τοῦ Πατρὸς οὕτω λέγει· Εἰ οὖν ὑμεῖς, πονηροὶ

 ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ πάλιν ὁ Παῦλος πρὸς Τιμόθεον γράφει· Τὸ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς

 Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω 1020 τὰ δαιμόνια. Ὅτε γὰρ ἡ Γραφὴ τὸν Χριστὸν βραχίονα ὀνομάζει τοῦ Πατρὸς, τὸ ἅγιον Πνεῦμα δάκτυλον Θεοῦ καλεῖ· καὶ

 ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· οὕτως καὶ ἐνταῦθα νοεῖται· γενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων,

 ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν 10271028 ἡμᾶς. Ὁ δὲ ∆αβὶδ λέγει· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς

Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω 1020 τὰ δαιμόνια. Ὅτε γὰρ ἡ Γραφὴ τὸν Χριστὸν βραχίονα ὀνομάζει τοῦ Πατρὸς, τὸ ἅγιον Πνεῦμα δάκτυλον Θεοῦ καλεῖ· καὶ ὅτε δὲ τὸν Υἱὸν Θεοῦ Λόγον ὀνομάζει, τὸ ἅγιον Πνεῦμα ἐμφύσημα τοῦ Θεοῦ λέγει. Καὶ πάλιν λέγει ὁ Ἀπόστολος· Ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ, ὅτι Πάντα ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Περὶ τῆς ὑποταγῆς τοῦ κόσμου λέγει τῆς ἐν σαρκὶ αὐτοῦ ὑποτεταγμένης. Περὶ γὰρ τῆς βασιλείας αὐτοῦ τῆς θεϊκῆς ∆ανιὴλ ἐξέφρασε λέγων· Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καθὼς καὶ ὁ Λουκᾶς λέγει τὸν ἄγγελον Γαβριὴλ εἰρηκέναι πρὸς τὴν Παρθένον περὶ τοῦ Κυρίου· Καὶ βασιλεύσει, φησὶν, εἰς τὸν αἰῶνα καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Ὁ δὲ Ἀπόστολος λέγει τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, φησὶν, ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὁμοίως δὲ καὶ ὁ ∆αβίδ· Εἶπε, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τὸ λέγειν οὖν αὐτὸν, κάθου, ἀρχὴν σημαίνει· καὶ τὸ λέγειν, ἕως τεθῶσιν οἱ ἐχθροί σου, τέλος δείκνυσιν. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα· ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Τοῦτο δέ ἐστιν, ὅταν φησὶν ὑποταγῶμεν οἱ πάντες τῷ Υἱῷ, εὑρεθῶμεν αὐτοῦ μέλη, καὶ γενώμεθα αὐτῷ εἰς υἱοὺς Θεοῦ. Ὑμεῖς γὰρ, φησὶν, εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ· τότε δὲ αὐτὸς ὑποταγήσεται ἀνθ' ἡμῶν τῷ Πατρὶ, ὡς κεφαλὴ ὑπὲρ τῶν ἰδίων μελῶν. Τῶν γὰρ μελῶν αὐτοῦ μηδέπω ὑποταγέντων πάντων, αὐτὸς, ἡ κεφαλὴ αὐτῶν, οὔπω ὑποτέτακται τῷ Πατρὶ, ἀναμένων τὰ ἴδια μέλη. Εἰ δὲ ἦν εἷς τῶν ὑποτεταγμένων, ἐξ ἀρχῆς ἂν ὑπετάσσετο τῷ Πατρὶ, καὶ οὐκ ἐπὶ τοῦ τέλους τοῦτο ἐποίει. Ἡμεῖς γάρ ἐσμεν οἱ ἐν 1021 αὐτῷ ὑποτασσόμενοι τῷ Πατρὶ, καὶ ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βασιλεύοντες, ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ ἡμῶν ὑπὸ τοὺς πόδας ἡμῶν· διὰ γὰρ τοὺς ἐχθροὺς ἡμῶν ὁ ∆εσπότης τῶν οὐρανῶν ἐν ὁμοιώματι ἡμῶν γέγονε, καὶ ἔλαβε τὸν ἀνθρώπινον θρόνον ∆αβὶδ τοῦ κατὰ σάρκα πατρὸς αὐτοῦ εἰς τὸ ἀνοικοδομῆσαι καὶ ἀνορθῶσαι αὐτόν. Ἵνα, ὅταν ἀνορθωθῇ, οἱ πάντες ἐν αὐτῷ βασιλεύσωμεν, καὶ παραδῷ τὴν ἀνθρωπίνην βασιλείαν κατωρθωμένην τῷ Πατρὶ, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι, βασιλεύων δι' αὐτοῦ, ὡς διὰ Λόγου Θεοῦ, μετὰ τὸ βασιλεῦσαι αὐτὸν δι' αὐτοῦ, ὡς δι' ἀνθρώπου σωτῆρος. Καὶ ὅταν λέγῃ ὁ Πέτρος· Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ Θεὸς τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε· οὐ περὶ τῆς θεότητος αὐτοῦ λέγει, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν, ἀλλὰ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἥτις ἐστὶ πᾶσα ἡ Ἐκκλησία, ἡ ἐν αὐτῷ κυριεύουσα καὶ βασιλεύουσα μετὰ τὸ αὐτὸν σταυρωθῆναι· καὶ χριομένη εἰς βασιλείαν οὐρανῶν, ἵνα συμβασιλεύσῃ αὐτῷ, τῷ δι' αὐτὴν ἑαυτὸν κενώσαντι, καὶ ἀναλαβόντι αὐτὴν διὰ τῆς δουλικῆς μορφῆς. Ὁ γὰρ Λόγος καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀεὶ ἦν Κύριος καὶ Θεός· καὶ οὐ μετὰ τὸ σταυρωθῆναι ἐποιήθη Κύριος καὶ Χριστός· ἀλλὰ, ὡς προεῖπον, τὴν ἀνθρωπότητα αὐτοῦ ἐποίησεν ἡ θεότης αὐτοῦ Κύριον καὶ Χριστόν· καὶ ὅταν λέγῃ· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν· καὶ, Τὸ μὲν Πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· δύο θελήματα ἐνταῦθα δείκνυσι, τὸ μὲν ἀνθρώπινον, ὅπερ ἐστὶ τῆς σαρκός· τὸ δὲ θεϊκὸν, ὅπερ Θεοῦ. Τὸ γὰρ ἀνθρώπινον διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος· τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον. Ὥσπερ δὲ ὁ Πέτρος ἀκούσας περὶ τοῦ πάθους ἐδειλίασε, καὶ εἶπεν· Ἵλεώς σοι, Κύριε· ἐπιτιμῶν δὲ αὐτῷ ὁ Κύριος λέγει· Ὕπαγε