De incarnatione et contra Arianos

 Θεὸς, καὶ διδοὺς ζωὴν τῇ ἰδίᾳ σαρκί. Ὅταν οὖν πάλιν λέγῃ, Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἀλλαχοῦ φησιν· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτ

 ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι, ἐν Χριστῷ Ἰησοῦ ἐφ' ἡμᾶς. Καὶ τὸ λέγειν αὐτὸν ἐν

 καὶ θανάτου γεύεται ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς τοῦ Θεοῦ μεταλάβωσι, διὰ τὸν κατὰ Πνεῦμα αὐτῶν Πα

 τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου Πνεύματος, καὶ γινόμεθα υἱοὶ Θεοῦ, οὐ Θεῶν. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιο

 Ὅσα οὖν λέγει ἡ Γραφὴ ὅτι ἔλαβεν ὁ Υἱὸς, διὰ τὸ σῶμα αὐτοῦ λέγει, ὅπερ σῶμα ἀπαρχή ἐστι τῆς Ἐκκλησίας· Ἀπαρχὴ γὰρ, φησὶν, ὁ Χριστός. Τῆς οὖν ἀπαρχῆς λ

 προφήταις, ἐπ' ἐσχάτου τοῦ ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ ἀλλαχοῦ λέγει, ὅτι ὁ Υἱὸς λαλεῖ· Εἰ δοκιμὴν, φησὶ, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χρ

 λέγει· καὶ ἀλλαχοῦ εἴρηκε· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Καὶ ὁ Ματθαῖος περὶ τοῦ Πατρὸς οὕτω λέγει· Εἰ οὖν ὑμεῖς, πονηροὶ

 ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ πάλιν ὁ Παῦλος πρὸς Τιμόθεον γράφει· Τὸ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς

 Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω 1020 τὰ δαιμόνια. Ὅτε γὰρ ἡ Γραφὴ τὸν Χριστὸν βραχίονα ὀνομάζει τοῦ Πατρὸς, τὸ ἅγιον Πνεῦμα δάκτυλον Θεοῦ καλεῖ· καὶ

 ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· οὕτως καὶ ἐνταῦθα νοεῖται· γενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων,

 ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν 10271028 ἡμᾶς. Ὁ δὲ ∆αβὶδ λέγει· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς

ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· οὕτως καὶ ἐνταῦθα νοεῖται· γενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων, παραιτεῖται τὸ πάθος, ὡς ἄνθρωπος· Θεὸς δὲ ὢν, καὶ κατὰ τὴν οὐσίαν τὴν θεϊκὴν ἀπαθὴς ὑπάρχων, προθύμως ὑπεδέξατο τὸ πάθος καὶ 1024 τὸν θάνατον· διότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου· ὅτι Θεὸς ἦν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, ἀποθνήσκων ἑκοντὶ, καὶ ἐγειρόμενος κατ' ἐξουσίαν ἰδίαν ὡς Θεὸς, ὡς καὶ ∆αβὶδ εἶπεν· Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ αὖθις· Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον· Κύριος κρινεῖ λαούς. Λέγει δὲ καὶ ὁ Ἀπόστολος ἀλλαχοῦ· Ἔπαθεν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ. ∆ύναμις δέ ἐστι Θεοῦ ὁ Υἱὸς, παθὼν ἐξ ἀσθενείας, τουτέστιν, ἐκ τῆς σαρκικῆς συμπλοκῆς· καὶ παραιτούμενος τὸ πάθος, ὡς ἄνθρωπος· ζῶν δὲ διὰ τῆς ἑαυτοῦ δυνάμεως. Καὶ ὅτε λέγει ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· ἀλλαχοῦ ὁ αὐτὸς Ἰωάννης τὸν Υἱὸν λέγει ἀληθινὸν Θεόν· Οἴδαμεν γὰρ, φησὶν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει· καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος. Ὥστε ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, καὶ πρὸ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ μετὰ τὸ γενέσθαι μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Ἰησοῦν Χριστόν. Τοῦτο γάρ ἐστι, καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστὸν, τὸν ἡνωμένον Πατρὶ κατὰ Πνεῦμα, ἡμῖν δὲ κατὰ σάρκα, καὶ οὕτω μεσιτεύσαντα Θεῷ καὶ ἀνθρώποις· τὸν μὴ μόνον ἄνθρωπον, ἀλλὰ καὶ Θεὸν τὸν αὐτὸν ὄντα, καθὼς καὶ Ἱερεμίας λέγει· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης· καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Πότε δὲ συνανεστράφη τοῖς ἀνθρώποις, εἰ μὴ ὅτε συνεγεννήθη μετ' αὐτῶν ἐκ γυναικὸς, καὶ συνενηπίασε, καὶ συνηύξησε, καὶ 1025 συνέφαγε; Καὶ ἀλλαχοῦ λέγει· Βαθεῖα ἡ καρδία αὐτοῦ παρὰ πάντας· καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ὁμοίως δὲ καὶ Ἡσαΐας λέγει, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, καὶ Υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἀλλαχοῦ λέγει· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός. Θεὸς οὖν ἐστιν ὁ γεννηθεὶς ἐκ Παρθένου, καὶ γενόμενος ἄνθρωπος ἐκ Μαρίας τῆς Θεοτόκου. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἦν γὰρ αὐτὸν πρὸ τούτου θεωρήσας ἐν τῇ θεϊκῇ καὶ ἐνδόξῳ αὐτοῦ μορφῇ, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὅτε καὶ οἱ σεραφὶμ ἐδοξολόγουν αὐτὸν, λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ. Καὶ μετὰ ταῦτα ὁρᾷ αὐτὸν δούλου μορφὴν λαβόντα, καὶ ἐν ὁμοιώματι ἀνθρώπου γενόμενον. ∆ιὰ τοῦτο λέγει· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη· οὗτος τὰς μαλακίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ ἀλλαχοῦ λέγει περὶ αὐτοῦ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει. Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Οὐκ