Expositio fidei

 γοῦν ἐκτίσθαι ἐπὶ πάντων κεῖται· τὸ δὲ ἔστι πρὸ πάντων μόνῳ τῷ υἱῷ ἁρμόζει. 3.1 Γέννημα τοίνυν κατὰ φύσιν ἐκ τελείου τέλειόν ἐστι. πρὸ πάντων βουνῶν

γοῦν ἐκτίσθαι ἐπὶ πάντων κεῖται· τὸ δὲ ἔστι πρὸ πάντων μόνῳ τῷ υἱῷ ἁρμόζει. 3.1 Γέννημα τοίνυν κατὰ φύσιν ἐκ τελείου τέλειόν ἐστι. "πρὸ πάντων βουνῶν" γεννηθέν, τουτέστι πρὸ πάσης λογικῆς καὶ νοερᾶς οὐσίας. ὡς καὶ ἐν ἑτέρῳ τόπῳ φησὶν αὐτὸν ὁ Παῦλος "πρωτότοκον πάσης κτίσεως." 3.2 ἀλλὰ πρωτότοκον δηλῶν μὴ εἶναι αὐτὸν κτίσμα ἀλλὰ γέννημα τοῦ πατρός. ξένον γὰρ ἐπὶ τῆς θεότητος αὐτοῦ τὸ λέγεσθαι κτίσμα. 3.3 τὰ γὰρ πάντα ἐκτίσθησαν ὑπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ, ὁ δὲ υἱὸς μόνος ἐκ τοῦ πατρὸς ἀϊδίως ἐγεννήθη. 3.4 διὸ "πρωτότοκός ἐστι πάσης κτίσεως" ὁ θεὸς λόγος· ἄτρεπτος ἐξ ἀτρέπτου. ἔστι τοίνυν τὸ ὃ δι' ἡμᾶς ἐφόρεσε σῶμα κτίσμα. 3.5 περὶ οὗ λέγει ὁ Ἰερεμίας κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνευτῶν ἔκδοσιν· "κύριος ἡμῖν ἔκτισεν εἰς καταφύτευμα σωτηρίαν καινήν, ἐν ᾗ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι." 3.6 κατὰ δὲ τὸν Ἀκύλαν περὶ τοῦ αὐτοῦ ῥητοῦ κεῖται· "ἔκτισε κύριος καινὸν ἐν τῇ θηλείᾳ." ἡ δὲ κτισθεῖσα ἡμῖν εἰς καταφύτευμα σωτηρία καινὴ καὶ οὐ παλαιά, ἡμῖν τε καὶ οὐ πρὸ ἡμῶν, Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα γενόμενος ἄνθρωπος. 3.7 ὃς ἑρμηνεύεται πῇ μὲν σωτηρία, πῇ δὲ σωτήρ. ἔστι δὲ ἐκ τοῦ σωτῆρος ἡ σωτηρία ὃν τρόπον ἐκ τοῦ φωτὸς ὁ φωτισμός. 3.8 ἡ οὖν ἐκ τοῦ σωτῆρος σωτηρία κτισθεῖσα καινὴ καθὼς λέγει Ἰερεμίας "ἔκτισεν ἡμῖν σωτηρίαν καινὴν" καὶ ὡς Ἀκύλας φησὶν "ἔκτισε κύριος καινὸν ἐν τῇ θηλείᾳ," τουτέστιν ἐν τῇ Μαρίᾳ. 3.9 οὐδὲν γὰρ ἐκτίσθη καινὸν ἐν τῇ θηλείᾳ εἰ μὴ τὸ ἐκ Μαρίας, τῆς παρθένου, τεχθὲν ἄνευ συνουσίας κυριακὸν σῶμα. 3.10 ὡς καὶ ἐν παροιμίαις ἐκ προσώπου τοῦ Ἰησοῦ λέγει· "κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ." οὐ λέγει δὲ πρὸ ἔργων ἔκτισέ με, ἵνα μή τις εἰς τὴν θεότητα τοῦ λόγου ἐκλάβοι τὸ ῥητόν. 4.1 Ἑκάτερα τοίνυν τὰ περὶ τὸ κτίσμα ῥητὰ σωματικῶς εἰς τὸν Ἰησοῦν γέγραπται. ἀρχὴ γὰρ ὁδῶν ἐκτίσθη ὁ κυριακὸς ἄνθρωπος, ὧν εἰς σωτηρίαν ἡμῖν ἐφανέρωσε. 4.2 διὰ τούτου γὰρ πρὸς τὸν πατέρα ἔχομεν προσαγωγήν. αὐτὸς γάρ ἐστιν ἡ ὁδός, καθὼς λέγει· "ἐγώ εἰμι ἡ ὁδὸς" ἡ πρὸς τὸν πατέρα ἀνάγουσα ὑμᾶς. 4.3 ὁδὸς δὲ σωματικόν τί ἐστι θέαμα, ἥτις ἐστὶν ὁ κυριακὸς ἄνθρωπος. τὰ πάντα γοῦν ἔκτισεν ὁ τοῦ θεοῦ λόγος οὐκ ὢν κτίσμα ἀλλὰ γέννημα. 4.4 οὐδὲν γὰρ τῶν κτισμάτων ἔκτισέ τι ἴσον ἢ ὅμοιον ἑαυτῷ. πατρὶ δὲ ἔοικε τὸ γεννᾶν, τεχνίτῃ δὲ τὸ κτίζειν. 4.5 ποίημα γοῦν ἐστι καὶ κτίσμα τὸ ὃ δι' ἡμᾶς ἐφόρεσε σῶμα ὁ κύριος, "ὃ ἐγεννήθη ἡμῖν", ὥς φησιν ὁ Παῦλος, "ἀπὸ θεοῦ σοφία καὶ ἁγιασμὸς καὶ δικαιοσύνη καὶ ἀπολύτρωσις." καίπερ πρὸ ἡμῶν καὶ πάσης κτίσεως σοφία τοῦ πατρὸς ἦν ὁ λόγος καὶ ἔστι. 4.6 τὸ δὲ ἅγιον πνεῦμα ἐκπόρευμα ὂν τοῦ πατρὸς ἀεί ἐστιν ἐν ταῖς χερσὶ τοῦ πέμποντος πατρὸς καὶ τοῦ φέροντος υἱοῦ, δι' οὗ ἐπλήρωσε τὰ πάντα. 4.7 ὁ πατὴρ συνέχων ἐξ ἑαυτοῦ τὸ εἶναι ἐγέννησε τὸν υἱόν, ὡς ἔφαμεν, καὶ οὐκ ἔκτισεν ὡς ποταμὸν ἀπὸ πηγῆς καὶ ὡς βλαστὸν ἀπὸ ῥίζης καὶ ὡς ἀπαύγασμα ἀπὸ φωτός, ἃ οἶδεν ἡ φύσις ἀδιαίρετα, δι' οὗ τῷ πατρὶ δόξα, κράτος, μεγαλοσύνη πρὸ πάντων τῶν αἰώνων καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. ἀμήν.