Fragmenta 1 Ὅτι οὐδὲν ὄνομα μεῖζον Ἰησοῦ τῶν ἐπὶ τῆς γῆς ὀνομασθέντων γέγονεν, μαρτυρεῖ μὲν τὸ Εὐαγγέλιον, ἔνθα ὁ ἄγγελος τῇ Μαριὰμ μὴ φοβοῦ ἔφη

 τὴν ἀνθρωπίνην σάρκα νεωτέραν εἶναι συμβαίνει, ὅμως ὁ ταύτην ἀναλαβεῖν δι' ἁγνῆς ἀξιώσας παρθένου λόγος, ταύτῃ τὸ ἑαυτοῦ ἑνώσας, οὐ μόνον πρωτότοκον

 ποιῆσαι φησίν· ἐνταῦθα τὰς ἀβύσσους παροιμιωδῶς ὁ προφήτης τὰς τῶν ἁγίων καρδίας εἶναι λέγει τὰς ἐν τῷ ἑαυτῶν βάθει τὴν τοῦ πνεύματος ἐχούσας δωρεάν.

 νοήματος Εὐσεβίου, ὡς αὐτὸς γέγραφεν, ἐν βραχυλογίᾳ κείμενον ἀνεξέταστον καταλιπεῖν, ἢ τοιαύτῃ θεωρίᾳ χρησάμενον τὸ πανοῦργον τοῦ γράμματος εἰς φῶς ἀγ

 πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἢ τοῦθ' ὅπερ ὁ ἁγιώτατος τοῦ κυρίου μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τ

 αὐτοῦ ἐγένετο οὐδὲ ἕν), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· ἐν ἐμοὶ γά

 εἰκότως ὁ πατὴρ μετὰ σοφίας καὶ δυνάμεως διὰ τοῦ λόγου πάντα ποιῶν. 61 ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τὰ λ

 ἀνακαλύπτεσθαί τι μυστήριον; πῶς γάρ, εἰ μὴ ἡ μονὰς ἀδιαίρετος οὖσα εἰς τριάδα πλατύνοιτο, ἐγχωρεῖ αὐτὸν περὶ τοῦ πνεύματος ποτὲ μὲν λέγειν ὅτι ἐκ τοῦ

 συμφωνίαν ἐπαινοῦσαι πάντα ἦν αὐτοῖς κοινὰ ἔφασαν, καὶ ἐπ' ἀνθρώπων τῶν συμφωνεῖν δυναμένων κοινὰ εἶναι πάντα νομίζειν ὀφείλει, πόσῳ μᾶλλον ἔδει τὸν

 αὐτῷ διακειμένους λεχθέντος, ἀκουέτω αὐτοῦ Ἡσαΐου λέγοντος μετανοήσατε, οἱ πλανώμενοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος,

 αὐτοῦ, καὶ ὅτι εἷς ἐστιν καὶ πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστιν; 79 πῶς οὖν ὁ ἱερὸς προφήτης Ἱερεμίας οὐ φανερῶς αὐτὸν ἑτεροδιδασκαλοῦντα ἐλέγξει; τὰ γὰ

 καὶ τῶν ἄλλων γενόμενον διδάσκαλον. ἀπὸ γὰρ τῆς Παυλίνου ἐπιστολῆς ὁ κἀκείνου διδάσκαλος γεγονὼς εὔδηλος γένοιτ' ἂν ἡμῖν. 88 καίτοι εἰ δεῖ τἀληθὲς περ

 κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα. ταῦτα τὰ ῥητὰ σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει

 ἵνα παύσῃ αὐτῶν τὴν τοσαύτην βλασφημίαν. 102 πῶς οὖν τούτοις μὴ προσσχὼν Εὐσέβιος μόνον ἄνθρωπον τὸν σωτῆρα εἶναι βούλεται; οὐ φανερῶς μὲν τοῦτο λέγει

 ἱερὸς ἀπόστολος, τὸ πάντα ὑποταγῆναι τοῖς ποσὶν αὐτοῦ. 114 μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακαλύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστ

 ἕτερον βούλεται τὸ ἄχρι χρόνων ἀποκαταστάσεως, ἢ αἰῶνα μέλλοντα ἡμῖν σημαίνειν, ἐν ᾧ δεῖ πάντα τῆς τελείας τυχεῖν ἀποκαταστάσεως; εἰ τοίνυν ἐν τῷ κα

 ἔσῳζον τοὺς παιδείαν σκηπτομένους, διδασκάλους αὐτοὺς τοῖς παισὶν ἄγοντες, τοὺς δὲ ἄλλους πάντας ἐφόνευον, ἐξ αὐτῶν δή τινας φυγόντας καὶ ἐπανελθόντας

 τοῦτό φησιν πεποιηκέναι) διὰ τὸ ἕνα γνωρίζειν θεόν. 129 Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν Χριστῷ χαίρειν. Ἐπειδή τινες τῶν καταγνωσθέντω

 ὁμολογεῖν (ὅπερ καὶ αὐτὸ ἀλλότριον τῆς ὀρθῆς πίστεως εἶναι φαίνεται, τοῦ εὐαγγελιστοῦ λέγοντος καὶ θεὸς ἦν ὁ λόγος). ἐγὼ δὲ ἀκριβῶς μεμάθηκα ὅτι ἀδι

ἵνα παύσῃ αὐτῶν τὴν τοσαύτην βλασφημίαν. 102 πῶς οὖν τούτοις μὴ προσσχὼν Εὐσέβιος μόνον ἄνθρωπον τὸν σωτῆρα εἶναι βούλεται; οὐ φανερῶς μὲν τοῦτο λέγειν τολμῶν, τοῦτο δὲ βουλόμενος ὑπὸ τῶν ἰδίων ἐλέγχεται ῥήσεων. 103 πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκός, ὄντος ἐν τῷ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν ὁ Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε τοῦ εἶναι ἀρχὴν λαβόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ' αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι. οὐ γὰρ οἶμαι καὶ τοῦτο πιστεύειν αὐτὸν τῷ λέγοντι εἶναί τινα καὶ ἀγένητα, ἀλλὰ ἀκριβῶς πεπεῖσθαι ὅτι οὐρανός τε καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὄντα ὑπὸ θεοῦ γεγένηται. εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῷ πατρί. 104 τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ καὶ προκόσμιον δόξαν, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου. 105 εἴληφεν γὰρ ὁ ἄνθρωπος οὐ μόνον τὴν ἐπὶ γῆς τῶν πραγμάτων ἐξουσίαν, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς, εἰκότως· εἰ γὰρ ὅτε καὶ "ἄνθρωπος" ἐγένετο καὶ "μεσίτης θεοῦ καὶ ἀνθρώπων" τότε εἰς αὐτὸν "ἐκτίσθη τὰ πάντα", ὡς ἔφη ὁ ἀπόστολος, "τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς", ἀκόλουθόν ἐστιν ἀκριβῶς γινώσκειν ὅτι ἐξουσία οὐ μόνον τῶν ἐπὶ γῆς αὐτῷ, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς δέδοται. 106 εἰ γὰρ περί τινος δόξης δοθείσης αὐτῷ παρὰ τοῦ πατρὸς τὸ ἱερὸν Εὐαγγέλιον λέγει, ταύτην ὁ ἄνθρωπος διὰ τοῦ λόγου εἰληφὼς φαίνεται. "μεσίτης" γὰρ γενόμενος κατὰ τὸν ἱερὸν ἀπόστολον "θεοῦ τε καὶ ἀνθρώπων" τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ πατρὸς δόξῃ τοὺς θεοσεβεῖς ἐδόξασεν ἀνθρώπους. 107 καὶ ἠξίωσεν τὸν πεσόντα διὰ τῆς παρακοῆς ἄνθρωπον τῷ ἑαυτοῦ διὰ τῆς παρθένου συναφθῆναι λόγῳ. ποία γὰρ ἐν ἀνθρώποις ἑτέρα μείζων δόξα γένοιτ' ἂν τῆς δόξης ταύτης; εἰπὼν δὲ ὅτι "ἐδόξασά σε", ἐπιφέρει λέγων "καὶ πάλιν δοξάσω", ἵνα δι' ὑπερβολὴν φιλανθρωπίας ἐν τῇ μετὰ τὴν ἀνάστασιν τῆς σαρκὸς δευτέρᾳ δόξῃ τὸν πρότερον θνητὸν ἄνθρωπον ἀθάνατον ἀπεργάσηται καὶ τοσαύτῃ αὐτὸν δοξάσῃ δόξῃ, ὥστε μὴ μόνον αὐτὸν τῆς προτέρας ἀπαλλαγῆναι δουλείας, ἀλλὰ καὶ τῆς ὑπὲρ ἄνθρωπον ἀξιωθῆναι δόξης. 108 ἵνα, ὡς ἔφην, ὑπὸ τοῦ διαβόλου ἀπατηθέντα πρότερον τὸν ἄνθρωπον αὐτὸν αὖθις νικῆσαι τὸν διάβολον παρασκευάσῃ. διὰ τοῦτο ἀνείληφεν τὸν ἄνθρωπον, ἵνα ἀκολούθως τοῦτον ἀπαρχὴν τῆς ἐξουσίας παραλαβεῖν παρασκευάσῃ. 109 οὗτος γάρ ἐστιν ὁ ἀγαπητός, ὁ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, περὶ οὗ ὁ εὐαγγελιστὴς ἔφη "οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα". 110 ὅτι ὁ λόγος τοῦ ἀοράτου θεοῦ διὰ παρθένου τεχθήσεσθαι ἔμελλεν καὶ τὴν ἀνθρωπίνην ἀναλήψεσθαι σάρκα, καὶ ἵνα δι' αὐτῆς τὸν πρότερον κατισχύσαντα τοῦ ἀνθρώπου διάβολον καταγωνισάμενος μὴ μόνον ἄφθαρτον αὐτὸν καὶ ἀθάνατον γενέσθαι παρασκευάσῃ, ἀλλὰ καὶ σύνθρονον ἐν οὐρανοῖς τῷ θεῷ. 111 ὁ γοῦν καταβὰς καὶ τὴν σάρκα διὰ τῆς παρθένου προσλαβὼν 111 κατεστάθη βασιλεὺς ἐπὶ τὴν ἐκκλησίαν, δηλονότι ἵνα διὰ τοῦ λόγου ὁ τῆς βασιλείας τῶν οὐρανῶν πρότερον ἐκπεπτωκὼς ἄνθρωπος βασιλείας τυχεῖν δυνηθῇ. τοῦτον οὖν τὸν ἄνθρωπον τὸν πρότερον διὰ τὴν παρακοὴν τῆς βασιλείας ἐκπεπτωκότα κύριον καὶ θεὸν γενέσθαι βουλόμενος ὁ θεὸς ταύτην τὴν οἰκονομίαν εἰργάσατο. ὁ οὖν ἁγιώτατος προφήτης ∆αυὶδ προφητικῶς λέγει "ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ". 112 δι' ἣν αἰτίαν, ὥσπερ ἀρχὴν βασιλείας ἀπό τινος λαβόντος χρόνου τοῦ δεσπότου ἡμῶν Χριστοῦ, ἡ προφητεία φησὶν "ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ". 113 διὰ τοῦτο γὰρ καὶ βασιλεύσει ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενόμενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος "πᾶσαν ἀρχὴν" τοῦ διαβόλου "καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει". "δεῖ γὰρ αὐτὸν βασιλεύειν" φησὶν "ἄχρι οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ". τῆς τοίνυν τοῦ δεσπότου ἡμῶν Χριστοῦ βασιλείας τοῦτο τέλος εἶναί φησιν ὁ