ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ πρὸς τὸν ἐν ἁγίοις Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου.   

 [1] Ἐπῄνεσα τὸ φιλομαθές σου καὶ φιλόπονον τοῦ τρόπου, καὶ ἥσθην γε ὑπερφυῶς τῷ ἐπιστατικῷ καὶ νηφαλίῳ τῆς διανοίας, δι' ἣν οὐδεμίαν ἀδιερεύνητον οἴει

 [2] Εἰ δὲ τῷ «ἀνοήτῳ ἐπερωτήσαντι σοφία λογισθήσεται», τὸν συνετὸν ἀκροατήν, τὸν ὑπὸ τοῦ προφήτου «τῷ θαυμαστῷ συμβούλῳ» παραζευχθέντα, πόσου ἄξιον λο

 [3] Προσευχομένῳ μοι πρῴην μετὰ τοῦ λαοῦ, καὶ ἀμφοτέρως τὴν δοξολογίαν ἀποπληροῦντι τῷ Θεῷ καὶ Πατρί, νῦν μὲν μετὰ τοῦ Υἱοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ, ν

  ΚΕΦΑΛΑΙΟΝ Βʹ   Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις. 

 [4] Ἡ περὶ τὰς συλλαβὰς καὶ τὰς λέξεις τῶν ἀνδρῶν τούτων μικρολογία οὐχ ἁπλῆ τίς ἐστιν, ὡς ἄν τῳ δόξαι, οὐδὲ εἰς μικρὸν τοῦ κακοῦ φέρουσα, ἀλλὰ βαθεῖα

  ΚΕΦΑΛΑΙΟΝ Γʹ   Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία. 

 [5] Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην καὶ ἡ τῶν ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι' οὗ κεχωρισμένοις κατὰ τὴν φύσιν πράγμασι προσδ

  ΚΕΦΑΛΑΙΟΝ Δʹ   Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις. 

 [6] Ἡμεῖς δὲ κεχρῆσθαι μὲν πολλαχοῦ ταῖς φωναῖς ταύταις καὶ τὸν τῆς ἀληθείας λόγον ὁμολογοῦμεν: οὐ μὴν τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντω

  ΚΕΦΑΛΑΙΟΝ Εʹ   Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος. 

 [7] Τὰ μὲν δὴ ἐκείνων, τοιαῦτα: ἡμεῖς δὲ δείξομεν ὃ προεθέμεθα, ὅτι οὔτε ὁ Πατὴρ τὸ ἐξ οὗ λαβὼν τῷ Υἱῷ προσέρριψε τὸ δι' οὗ, οὔτε ὁ Υἱὸς πάλιν τὸ Πνεῦ

 [8] Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς περιπίπτειν Εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσο

 [9] Γράφων ὁ ἀπόστολος πρὸς Ἐφεσίους, φησίν: «Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συνα

 [10] Ὅτι δὲ τὴν δι' οὗ φωνὴν ὁμοίως ἐπί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ Γραφὴ παραδέχεται, ἤδη δεικτέον. Ἐπὶ μὲν δὴ τοῦ Υἱοῦ παρέλκον ἂν εἴη

 [11] Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῆς ἐν συλλαβῆς εἰπεῖν ἔχομεν, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν χρῆσιν αὐτῆς ἡ Γραφὴ παραδέδεκται, ὡς ἐπὶ μὲν Παλαιᾶ

 [12] Οὐ μόνον δὲ ἐπὶ τῆς θεολογίας αἱ χρήσεις τῶν φωνῶν ἐπαλλάττονται, ἀλλ' ἤδη καὶ πρὸς τὰ ὑπ' ἀλλήλων σημαινόμενα πολλάκις ἀντιμεθίστανται, ὅταν ἑτέ

  ΚΕΦΑΛΑΙΟΝ Ϛʹ   Ἀπάντησις πρὸς τοὺς ἀποφαινομένους, μὴ μετὰ Πατρὸς εἶναι τὸν Υἱόν, ἀλλὰ μετὰ τὸν Πατέρα, ἐν ᾧ τὰ περὶ τῆς ὁμοτίμου δόξης. 

 [13] Καὶ μὴν οὐδὲ πρὸς τὴν ἐξ ἀγνοίας συγγνώμην δυνατὸν αὐτοὺς καταφυγεῖν, οὕτω τεχνικῶς καὶ κακοήθως τὸν λόγον ὑπολαμβάνοντας. Οἵγε προδήλως ἡμῖν χαλ

 [14] Ἡμεῖς δὲ ἐκεῖνο πρῶτον αὐτοὺς ἐρωτήσωμεν, τὸ μετὰ τὸν Πατέρα πῶς τὸν Υἱὸν λέγουσιν ὡς χρόνῳ νεώτερον, ἢ ὡς τάξει, ἢ ὡς ἀξίᾳ Ἀλλὰ χρόνῳ μέν, οὐδ

 [15] Εἰ δ' ὡς ἐν τόπῳ ὑποκειμένῳ ὑπόβασίν τινα τοῦ Υἱοῦ νοοῦσι πρὸς τὸν Πατέρα, ὥστε ὑπεράνω μὲν τὸν Πατέρα καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸ

  ΚΕΦΑΛΑΙΟΝ Ζʹ   Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ. 

 [16] Ἀλλὰ τὸ μετ' αὐτοῦ λέγειν, φασίν, ἀπεξενωμένον παντελῶς καὶ ἀσύνηθες: τὸ δὲ δι' αὐτοῦ, τῷ τε λόγῳ τῆς Γραφῆς οἰκειότατον, καὶ ἐν τῇ χρήσει τῆς ἀδ

  ΚΕΦΑΛΑΙΟΝ Ηʹ   Ποσαχῶς τὸ δι' οὗ, καὶ ἐπὶ ποίας ἐννοίας ἁρμοδιώτερον τὸ μεθ' οὗ: ἐν ᾧ καὶ ἐξήγησις, πῶς ἐντολὴν λαμβάνει ὁ Υἱὸς καὶ πῶς ἀποστέλλεται.

 [17] Ὅταν οὖν ὁ ἀπόστολος εὐχαριστῇ «τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ», καὶ πάλιν δι' αὐτοῦ λέγῃ τὴν χάριν εἰληφέναι «καὶ τὴν ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν

 [18] Δι' αὐτοῦ γὰρ πᾶσα βοήθεια τῶν ψυχῶν, καὶ καθ' ἕκαστον εἶδος ἐπιμελείας ἰδιάζουσά τις προσηγορία ἐπινενόηται. Ὅταν μὲν γὰρ τὴν ἄμωμον ψυχήν, τὴν

 [19] Ὁποία δὲ πάλιν καὶ ἡ παρὰ τοῦ Πατρὸς εἰς ἡμᾶς δι' αὐτοῦ χορηγία τῶν ἀγαθῶν, ἑξῆς ἂν εἴη λέγειν. Ὅτι πάσης τῆς φύσεως, τῆς ἐν τῇ κτίσει, τῇ τε ὁρω

 [20] Ὅταν οὖν λέγῃ: «Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα», καὶ πάλιν: «Καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ», καί: «Ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ

 [21] «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα», οὐ τὸν χαρακτῆρα, οὐδὲ τὴν μορφήν: καθαρὰ γὰρ συνθέσεως ἡ θεία φύσις: ἀλλὰ τὸ ἀγαθὸν τοῦ θελήματος, ὅπερ σύνδ

  ΚΕΦΑΛΑΙΟΝ Θʹ   Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ. 

 [22] Ἤδη δὲ καὶ περὶ τοῦ Πνεύματος τὰς κοινὰς ἡμῶν ἐννοίας ὁποῖαί τινές εἰσιν ἐξετάσωμεν, τάς τε ἐκ τῶν Γραφῶν περὶ αὐτοῦ συναχθείσας ἡμῖν καὶ ἃς ἐκ τ

 [23] Οἰκείωσις δὲ Πνεύματος πρὸς ψυχὴν οὐχ ὁ διὰ τόπου προσεγγισμὸς_πῶς γὰρ ἂν πλησιάσαι τῷ ἀσωμάτῳ σωματικῶς _ἀλλ' ὁ χωρισμὸς τῶν παθῶν, ἅπερ ἀπὸ τῆ

  ΚΕΦΑΛΑΙΟΝ Ιʹ   Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. 

 [24] Οὐ χρή, φασί, Πατρὶ καὶ Υἱῷ συντετάχθαι τὸ ἅγιον Πνεῦμα, διά τε τὸ τῆς φύσεως ἀλλότριον καὶ τὸ τῆς ἀξίας καταδεές. Πρὸς οὓς δίκαιον τὴν τῶν ἀποστ

 [25] Ἀλλ' ἡ μὲν παρασκευὴ τοῦ καθ' ἡμῶν πολέμου ἐξήρτυται καὶ πᾶσα διάνοια πρὸς ἡμᾶς τέταται, καὶ γλῶσσαι βλασφήμων ὧδε τοξεύουσι σφοδρότερον βάλλουσα

 [26] Χριστιανοὶ πόθεν ἡμεῖς Διὰ τῆς πίστεως, πᾶς τις ἂν εἴποι. Σῳζόμεθα δὲ τίνα τρόπον Ἀναγεννηθέντες δηλονότι διὰ τῆς ἐν τῷ βαπτίσματι χάριτος. Πόθ

  ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ   Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι. 

 [27] Τίνι οὐαί τίνι θλῖψις τίνι ἀπορία καὶ σκότος τίνι αἰωνία κατάκρισις Οὐ τοῖς παραβάταις οὐ τοῖς τὴν πίστιν ἀρνησαμένοις Τίς δὲ τῆς ἀρνήσεως

  ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ   Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα. 

 [28] Καὶ μηδένα παρακρουέσθω τὸ τοῦ ἀποστόλου, ὡς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, ἐπὶ τῆς τοῦ βαπτίσματος μνήμης πολλάκις παραλιμπάνοντος

  ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ   Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν. 

 [29] Ἀλλὰ καὶ ἕτερα, φησί, συναριθμούμενα Πατρὶ καὶ Υἱῷ, οὐχὶ καὶ συνδοξάζεται πάντως. Ὡς ὁ ἀπόστολος ἀγγέλους συμπαρελάβετο, εἰς τὴν διαμαρτυρίαν τὴν

 [30] Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ λόγου τινὰ διακονίαν πεπιστευμένοι, οὐδένα χρόνον διαμαρτυρόμενοι παύονται, ἀλλὰ καὶ τὸν οὐρανὸν κα

  ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ   Ἔνστασις, ὅτι καὶ εἰς Μωϋσῆν τινες ἐβαπτίσθησαν, καὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ πρὸς ταύτην ἀπάντησις, ἐν οἷς καὶ τὰ περὶ τύπων. 

 [31] Ἀλλ' οὐδὲ εἰ βαπτιζόμεθα, φησίν, εἰς αὐτό, οὐδ' οὕτω δίκαιον μετὰ Θεοῦ τετάχθαι. Καὶ γὰρ «καὶ εἰς τὸν Μωϋσῆν τινες ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ

 [32] Τί οὖν ἐπειδὴ τυπικῶς εἰς Μωϋσῆν ἐβαπτίσθησαν, διὰ τοῦτο μικρὰ ἡ τοῦ βαπτίσματος χάρις Οὕτω μὲν οὖν οὐδ' ἂν ἄλλο τι μέγα εἴη τῶν ἡμετέρων, εἴπε

 [33] Ἀλλὰ καὶ ἡ εἰς τὸν Μωϋσέα πίστις οὐ τὴν εἰς τὸ Πνεῦμα πίστιν ὀλίγου τινὸς ἀξίαν δείκνυσιν: ἀλλὰ κατὰ τὸν τούτων λόγον, μᾶλλον τὴν εἰς τὸν Θεὸν τῶ

  ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ   Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος. 

 [34] Τί οὖν πρὸς τούτοις ἔτι Πολλῶν γὰρ διαλύσεων εὐποροῦσιν. Καὶ εἰς ὕδωρ, φασί, βαπτιζόμεθα, καὶ οὐ δήπου τὸ ὕδωρ πάσης ὁμοῦ τῆς κτίσεως προτιμήσομ

 [35] Ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν περὶ τὸν ἄνθρωπον οἰκονομία ἀνάκλησίς ἐστιν ἀπὸ τῆς ἐκπτώσεως, καὶ ἐπάνοδος εἰς οἰκείωσιν Θεοῦ ἀπὸ τῆς διὰ τὴν παρακο

 [36] Διὰ Πνεύματος ἁγίου ἡ εἰς παράδεισον ἀποκατάστασις: ἡ εἰς βασιλείαν οὐρανῶν ἄνοδος: ἡ εἰς υἱοθεσίαν ἐπάνοδος: ἡ παρρησία τοῦ καλεῖν ἑαυτῶν Πατέρα

  ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ   Ὅτι ἀχώριστον ἐπὶ πάσης ἐννοίας, Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, ἐπί τε τῆς τῶν νοητῶν δημιουργίας καὶ ἐπὶ τῆς τῶν ἀνθρώπων οἰκονομί

 [37] Ἐπὶ οὖν τὸ ἐξ ἀρχῆς ἐπανίωμεν, ὅπως ἐν πᾶσιν ἀχώριστόν ἐστι καὶ ἀδιάστατον παντελῶς Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα. Ἐν τῷ περὶ τοῦ χαρίσματος τῶ

 [38] Μάθοις δ' ἂν τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος κοινωνίαν καὶ ἐκ τῶν δημιουργημάτων τῶν ἐξ ἀρχῆς. Αἱ γὰρ καθαραὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι δ

 [39] Τὰς δὲ περὶ τὸν ἄνθρωπον οἰκονομίας, τὰς ὑπὸ «τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ» κατὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ γενομένας, τίς ἀντερεῖ

 [40] Εὕροι δὲ ἄν τις ἀκριβῶς λογιζόμενος, καὶ ἐπὶ τοῦ καιροῦ τῆς προσδοκωμένης ἐπιφανείας τῆς ἐξ οὐρανῶν τοῦ Κυρίου, μὴ ἀσυντελὲς τὸ Πνεῦμα τὸ ἅγιον,

  ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ   Πρὸς τοὺς λέγοντας μὴ συναριθμεῖσθαι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, ἀλλ' ὑπαριθμεῖσθαι: ἐν ᾧ καὶ περὶ τῆς εὐσεβοῦς συναριθμήσεως κεφα

 [41] Τὴν δὲ ὑπαρίθμησιν ὃ καὶ λέγουσι, καὶ κατὰ τίνος σημαινομένου τὴν φωνὴν ταύτην ἄγουσιν, οὐδὲ ἐπινοῆσαι ῥᾴδιον. Ὅτι μὲν γὰρ ἐκ τῆς τοῦ κόσμου σοφί

 [42] Τί γὰρ λέγουσιν Ὁρᾶτε αὐτῶν τῆς ἀλαζονείας τὰ ῥήματα. Ἡμεῖς τοῖς μὲν ὁμοτίμοις φαμὲν τὴν συναρίθμησιν πρέπειν: τοῖς δὲ πρὸς τὸ χεῖρον παρηλλαγμέ

 [43] Καὶ τὸν Υἱὸν ὑπαριθμεῖσθαι τῷ Πατρὶ λέγετε, καὶ τὸ Πνεῦμα τῷ Υἱῷ, ἢ τῷ Πνεύματι μόνῳ τὴν ὑπαρίθμησιν ἀφορίζετε Εἰ μὲν γὰρ καὶ τὸν Υἱὸν ὑπαριθμεῖ

  ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ   Πῶς ἐν τῇ ὁμολογίᾳ τῶν τριῶν ὑποστάσεων τὸ εὐσεβὲς τῆς μοναρχίας δόγμα διατηροῦμεν, ἐν ᾧ καὶ ὁ κατὰ τῶν τὸ Πνεῦμα ὑπαριθμεῖσθαι φασκό

 [44] Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα παραδιδοὺς ὁ Κύριος, οὐ μετὰ τοῦ ἀριθμοῦ συνεξέδωκεν. Οὐ γὰρ εἶπεν ὅτι εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον: οὐδὲ

 [45] Οὐ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν, ἀφ' ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία λέγοντες, οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον

 [46] Καὶ οὐκ ἐντεῦθεν μόνον τῆς κατὰ τὴν φύσιν κοινωνίας αἱ ἀποδείξεις, ἀλλ' ὅτι καὶ ἐκ τοῦ Θεοῦ εἶναι λέγεται: οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ' ὡς ἐ

 [47] Ἐπειδὴ δὲ διὰ δυνάμεως φωτιστικῆς τῷ κάλλει τῆς τοῦ Θεοῦ τοῦ ἀοράτου εἰκόνος ἐνατενίζομεν, καὶ δι' αὐτῆς ἀναγόμεθα ἐπὶ τὸ ὑπέρκαλον τοῦ ἀρχετύπου

  ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ   Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα. 

 [48] Ἔστω ταῦτα, φησίν, ἀλλ' οὐχὶ καὶ δόξα πάντως ὀφειλομένη ἐστὶ τῷ Πνεύματι, ὥστε δοξολογίαις ἀνυψοῦσθαι παρ' ἡμῶν. Πόθεν ἂν οὖν τῆς ὑπερεχούσης πάν

 [49] Αἱ δὲ ἐνέργειαι τίνες Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς μὲν γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα τίνες ἦσαν αὐτοῦ

 [50] Ἀλλὰ «καὶ ἐντυγχάνει, φησίν, ὑπὲρ ἡμῶν». Ὥστε ὅσον ἱκέτης τοῦ εὐεργέτου λείπεται, τοσοῦτον τὸ Πνεῦμα κατὰ τὴν ἀξίαν ἀποπέπτωκε τοῦ Θεοῦ. Σὺ δὲ οὔ

  ΚΕΦΑΛΑΙΟΝ Κʹ   Πρὸς τοὺς λέγοντας μήτε ἐν δουλικῇ τάξει μήτε ἐν δεσποτικῇ εἶναι τὸ Πνεῦμα, ἀλλ' ἐν τῇ τῶν ἐλευθέρων. 

 [51] Οὔτε δοῦλόν φησιν, οὔτε δεσπότην, ἀλλ' ἐλεύθερον. Ὢ τῆς δεινῆς ἀναλγησίας, ὢ τῆς ἐλεεινῆς ἀφοβίας τῶν ταῦτα λεγόντων. Τί πλέον αὐτῶν ὀδύρωμαι τὸ

  ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ   Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα. 

 [52] Καὶ τί δεῖ ἐκ τῶν ταπεινῶν ἀπομαχομένους, αἰσχρῶς τὴν νίκην κατακτᾶσθαι τῷ λόγῳ, ἐξὸν τῇ παραθέσει τῶν σεμνοτέρων ἀναντίρρητον τὴν ὑπερβολὴν τῆς

  ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ   Σύστασις τῆς κατὰ τὴν φύσιν κοινωνίας τοῦ Πνεύματος, ἐκ τοῦ ὁμοίως εἶναι Πατρὶ καὶ Υἱῷ πρὸς θεωρίαν δυσέφικτον. 

 [53] Οὐ μόνον δὲ ἐξ ὧν τὰς αὐτὰς προσηγορίας ἔχει καὶ κοινωνόν ἐστι τῶν ἐνεργειῶν Πατρὶ καὶ Υἱῷ, τὸ ὑπερέχον αὐτοῦ τῆς φύσεως γνώριμον, ἀλλὰ καὶ ἐξ ὧν

  ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ   Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις. 

 [54] Τῶν μὲν οὖν ἄλλων ἑκάστη δυνάμεων ἐν περιγραπτῷ τόπῳ τυγχάνειν πεπίστευται. Ὁ γὰρ τῷ Κορνηλίῳ ἐπιστὰς ἄγγελος, οὐκ ἦν ἐν ταὐτῷ καὶ παρὰ τῷ Φιλίππ

  ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ   Ἔλεγχος τῆς ἀτοπίας τῶν μὴ δοξαζόντων τὸ Πνεῦμα ἐκ τῆς πρὸς τὰ ἐν τῇ κτίσει δοξαστὰ παραθέσεως. 

 [55] Εἶτα «δόξῃ μὲν καὶ τιμῇ ἐστεφάνωται» ὁ κοινὸς ἄνθρωπος, καὶ «δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ποιοῦντι τὸ ἀγαθὸν» ἐν ἐπαγγελίαις ἀπόκειται. Ἔστι

 [56] Σκεψώμεθα οὖν τὰ καθέκαστον. Φύσει ἐστὶν ἀγαθόν, ὡς ἀγαθὸς ὁ Πατὴρ καὶ ἀγαθὸς ὁ Υἱός. Ἡ κτίσις δὲ ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ μέτοχός ἐστι τῆς ἀγαθότ

 [57] Ἐν ἡμῖν, φησί, τὸ Πνεῦμα ὡς δῶρόν ἐστι παρὰ τοῦ Θεοῦ. Οὐ δήπου δὲ τὸ δῶρον ταῖς ἴσαις τιμαῖς τῷ δεδωκότι σεμνύνεται. Δῶρον μὲν οὖν Θεοῦ τὸ Πνεῦμα

  ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ   Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν. 

 [58] Πῶς οὖν, φησίν, ἡ Γραφὴ οὐδαμοῦ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα παρέδωκεν, ἀλλὰ πεφυλαγμένως ἐξέκλινε τὸ ‘σὺν τῷ Πνεύματι’ εἰπεῖν πανταχο

 [59] Ἡμεῖς γὰρ ἀμφοτέρας ἐν τῇ τῶν πιστῶν χρήσει καταλαμβάνοντες τὰς ῥήσεις, ἀμφοτέραις κεχρήμεθα: τὴν μὲν δόξαν τῷ Πνεύματι ὁμοίως ἀφ' ἑκατέρας πληρο

 [60] Πρὸς δὲ τὴν ἐν συλλαβὴν ἐκεῖνο μάλιστα τὸ διάφορον ἔχει, ὅτι ἡ μὲν σὺν τὴν πρὸς ἀλλήλους συνάφειαν τῶν κοινωνούντων παρίστησιν, οἷον τῶν συμπλεόν

  ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ   Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται. 

 [61] Ἐμοὶ τοίνυν σκοπουμένῳ δοκεῖ, ἁπλῆς καὶ συντόμου τῆς ἐκφωνήσεως οὔσης, πολλὰ καὶ ποικίλα εἶναι τὰ δι' αὐτῆς σημαινόμενα. Ὁσαχῶς γὰρ λέγεται τὸ ἐν

 [62] Ὃ δὲ παράδοξον μὲν εἰπεῖν, ἀληθὲς δὲ οὐδενὸς ἔλαττον, ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπ

 [63] Ἐν μὲν οὖν τοῖς γεννητοῖς οὕτω πολυμερῶς καὶ πολυτρόπως ἐνεῖναι λέγεται τὸ Πνεῦμα: Πατρὶ δὲ καὶ Υἱῷ οὐχὶ ἐνεῖναι μᾶλλον, ἀλλὰ συνεῖναι εἰπεῖν εὐσ

 [64] Δεύτερος δὲ νοῦς, οὐδὲ αὐτὸς ἀπόβλητος: ὅτι ὥσπερ ἐν τῷ Υἱῷ ὁρᾶται ὁ Πατήρ, οὕτως ὁ Υἱὸς ἐν τῷ Πνεύματι. Ἡ τοίνυν ἐν τῷ Πνεύματι προσκύνησις, τὴν

  ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ   Πόθεν ἡ σὺν ἤρξατο συλλαβὴ καὶ ποίαν δύναμιν ἔχει, ἐν ᾧ καὶ τὰ περὶ τῶν ἀγράφων τῆς Ἐκκλησίας νομίμων. 

 [65] Τίνος οὖν ἕνεκεν, φασίν, ἰδίως προσηκούσης τῷ Πνεύματι τῆς ἐν συλλαβῆς, καὶ εἰς πᾶσαν ἡμῖν τὴν περὶ αὐτοῦ ἔννοιαν ἐξαρκούσης, τὴν καινὴν ταύτην ὑ

 [66] Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέ

 [67] Ἐπιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα τῆς Ἐκκλησίας μυστήρια διηγούμενον. Ἐῶ τἄλλα: αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πν

 [68] Εἴρηται μὲν οὖν τίς ἡ δύναμις ἑκατέρας τῆς ἐκφωνήσεως. Εἰρήσεται δὲ καὶ πάλιν, ὅπη τε συμφωνοῦσιν ἀλλήλαις καὶ ὅπη διίστανται: οὐκ ἀπομαχόμεναι π

  ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ   Ὅτι ἃ περὶ τῶν ἀνθρώπων λέγει ἡ Γραφὴ ὡς συμβασιλευόντων Χριστῷ, ταῦτα περὶ τοῦ Πνεύματος οὐ συγχωροῦσιν οἱ ἀντιλέγοντες. 

 [69] Ἴδωμεν δὲ καὶ εἴ τινα ἀπολογίαν τοῖς πατράσιν ἡμῶν τῆς χρήσεως ταύτης ἐπινοήσομεν. Οἱ γὰρ τὴν ἀρχὴν παρασχόντες τῷ λόγῳ, μᾶλλον ἡμῶν ὑπόκεινται τ

 [70] Αἰσχύνομαι ἐπαγαγεῖν τὰ λειπόμενα, ὅτι σὺ μὲν συνδοξασθήσεσθαι Χριστῷ προσδοκᾷς_«εἴπερ γὰρ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν»_, τὸ δὲ Πνεῦμα τῆς

  ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ   Ἀπαρίθμησις τῶν ἐν τῇ Ἐκκλησίᾳ διαφανῶν, ὅσοι ἐχρήσαντο ἐν τοῖς συγγράμμασιν ἑαυτῶν τῇ φωνῇ σύν. 

 [71] Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν, ἐκεῖνο λέγομεν: ὅτι εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παραδεχθήτ

 [72] Εἰρηναῖος ἐκεῖνος, καὶ Κλήμης ὁ Ῥωμαῖος, καὶ Διονύσιος ὁ Ῥωμαῖος, καὶ ὁ Ἀλεξανδρεὺς Διονύσιος, ὃ καὶ παράδοξον ἀκοῦσαι, ἐν τῇ δευτέρᾳ πρὸς τὸν ὁμ

 [73] Ἤδη δὲ καὶ Ὠριγένην ἐν πολλαῖς τῶν εἰς τοὺς ψαλμοὺς διαλέξεων εὕρομεν, σὺν τῷ ἁγίῳ Πνεύματι τὴν δόξαν ἀποδιδόντα, ἄνδρα οὐδὲ πάνυ τι ὑγιεῖς περὶ

 [74] Γρηγόριον δὲ τὸν μέγαν καὶ τὰς ἐκείνου φωνὰς ποῦ θήσομεν ἆρ' οὐχὶ μετὰ τῶν ἀποστόλων καὶ προφητῶν ἄνδρα τῷ αὐτῷ πνεύματι ἐκείνοις περιπατήσαντα

 [75] Πῶς οὖν καινοτόμος ἐγώ, καὶ νεωτέρων ῥημάτων δημιουργός, ἔθνη ὅλα καὶ πόλεις, καὶ ἔθος πάσης μνήμης ἀνθρωπίνης πρεσβύτερον, καὶ ἄνδρας στύλους τῆ

  ΚΕΦΑΛΑΙΟΝ Λʹ   Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως. 

 [76] Τίνι οὖν ὁμοιώσομεν τὴν παροῦσαν κατάστασιν Ἦ που ὁμοία ἐστὶ πολέμῳ τινὶ ναυτικῷ, ὃν ἐκ παλαιῶν προσκρουσμάτων, πολὺν κατ' ἀλλήλων τὸν θυμὸν θρέ

 [77] Μετάβα δή μοι ἀπὸ τῆς εἰκόνος ἐπ' αὐτὸ τοῦ κακοῦ τὸ ἀρχέτυπον. Οὐχὶ πάλαι μέν πως ἐδόκει τὸ Ἀρειανὸν σχίσμα εἰς ἀντίπαλον μοῖραν ἀποκριθὲν τῇ Ἐκκ

 [78] Διὰ ταῦτα λυσιτελεστέραν τοῦ λόγου τὴν σιωπὴν ἐτιθέμην, ὡς οὐ δυναμένης φωνῆς ἀνθρώπου διὰ τοσούτων θορύβων εἰσακουσθῆναι. Εἰ γὰρ ἀληθῆ τὰ τοῦ Ἐκ

 [79] Τούτων μὲν οὖν πάντων ἕνεκεν σιωπᾶν ἔδει, ἀλλ' ἀνθεῖλκε γὰρ ἑτέρωθεν ἡ ἀγάπη, οὐ ζητοῦσα τὸ ἑαυτῆς, καὶ νικᾶν ἀξιοῦσα πᾶσαν καιρῶν καὶ πραγμάτων

2. If “To the fool on his asking for wisdom, wisdom shall be reckoned,”  2  Prov. xvii. 28, lxx. at how high a price shall we value “the wise hearer” who is quoted by the Prophet in the same verse with “the admirable counsellor”?  3  Is. iii. 3, lxx. It is right, I ween, to hold him worthy of all approbation, and to urge him on to further progress, sharing his enthusiasm, and in all things toiling at his side as he presses onwards to perfection. To count the terms used in theology as of primary importance, and to endeavour to trace out the hidden meaning in every phrase and in every syllable, is a characteristic wanting in those who are idle in the pursuit of true religion, but distinguishing all who get knowledge of “the mark” “of our calling;”  4  Phil. iii. 14. for what is set before us is, so far as is possible with human nature, to be made like unto God. Now without knowledge there can be no making like; and knowledge is not got without lessons. The beginning of teaching is speech, and syllables and words are parts of speech. It follows then that to investigate syllables is not to shoot wide of the mark, nor, because the questions raised are what might seem to some insignificant, are they on that account to be held unworthy of heed. Truth is always a quarry hard to hunt, and therefore we must look everywhere for its tracks. The acquisition of true religion is just like that of crafts; both grow bit by bit; apprentices must despise nothing. If a man despise the first elements as small and insignificant, he will never reach the perfection of wisdom.

Yea and Nay are but two syllables, yet there is often involved in these little words at once the best of all good things, Truth, and that beyond which wickedness cannot go, a Lie. But why mention Yea and Nay? Before now, a martyr bearing witness for Christ has been judged to have paid in full the claim of true religion by merely nodding his head.  5  i.e., confessed or denied himself a Christian. The Benedictine Editors and their followers seem to have missed the force of the original, both grammatically and historically, in referring it to the time when St. Basil is writing; ἤδη ἐκρίθη does not mean “at the present day is judged,” but “ere now has been judged.” And in a.d. 374 there was no persecution of Christians such as seems to be referred to, although Valens tried to crush the Catholics. If, then, this be so, what term in theology is so small but that the effect of its weight in the scales according as it be rightly or wrongly used is not great? Of the law we are told “not one jot nor one tittle shall pass away;”  6  Matt. v. 18. how then could it be safe for us to leave even the least unnoticed? The very points which you yourself have sought to have thoroughly sifted by us are at the same time both small and great. Their use is the matter of a moment, and peradventure they are therefore made of small account; but, when we reckon the force of their meaning, they are great. They may be likened to the mustard plant which, though it be the least of shrub-seeds, yet when properly cultivated and the forces latent in its germs unfolded, rises to its own sufficient height.

If any one laughs when he sees our subtilty, to use the Psalmist’s  7  Ps. cxix. 85, lxx. “The lawless have described subtilties for me, but not according to thy law, O Lord;” for A.V. & R.V., “The proud have digged pits for me which are not after thy law.” The word ἀδολεσχία is used in a bad sense to mean garrulity; in a good sense, keenness, subtilty. words, about syllables, let him know that he reaps laughter’s fruitless fruit; and let us, neither giving in to men’s reproaches, nor yet vanquished by their disparagement, continue our investigation. So far, indeed, am I from feeling ashamed of these things because they are small, that, even if I could attain to ever so minute a fraction of their dignity, I should both congratulate myself on having won high honour, and should tell my brother and fellow-investigator that no small gain had accrued to him therefrom.

While, then, I am aware that the controversy contained in little words is a very great one, in hope of the prize I do not shrink from toil, with the conviction that the discussion will both prove profitable to myself, and that my hearers will be rewarded with no small benefit. Wherefore now with the help, if I may so say, of the Holy Spirit Himself, I will approach the exposition of the subject, and, if you will, that I may be put in the way of the discussion, I will for a moment revert to the origin of the question before us.

2 Prov. xvii. 28, lxx.
3 Is. iii. 3, lxx.
4 Phil. iii. 14.
5 i.e., confessed or denied himself a Christian. The Benedictine Editors and their followers seem to have missed the force of the original, both grammatically and historically, in referring it to the time when St. Basil is writing; ἤδη ἐκρίθη does not mean “at the present day is judged,” but “ere now has been judged.” And in a.d. 374 there was no persecution of Christians such as seems to be referred to, although Valens tried to crush the Catholics.
6 Matt. v. 18.
7 Ps. cxix. 85, lxx. “The lawless have described subtilties for me, but not according to thy law, O Lord;” for A.V. & R.V., “The proud have digged pits for me which are not after thy law.” The word ἀδολεσχία is used in a bad sense to mean garrulity; in a good sense, keenness, subtilty.

[2] Εἰ δὲ τῷ «ἀνοήτῳ ἐπερωτήσαντι σοφία λογισθήσεται», τὸν συνετὸν ἀκροατήν, τὸν ὑπὸ τοῦ προφήτου «τῷ θαυμαστῷ συμβούλῳ» παραζευχθέντα, πόσου ἄξιον λογισόμεθα; Ἦ που δίκαιον, πάσης μὲν ἀποδοχῆς ἀξιοῦν, προάγειν δὲ εἰς τὸ πρόσω, συνεφαπτομένους αὐτῷ τῆς σπουδῆς, καὶ πάντα συνεκπονοῦντας, ἐπειγομένῳ πρὸς τὴν τελείωσιν. Τὸ γὰρ μὴ παρέργως ἀκούειν τῶν θεολογικῶν φωνῶν, ἀλλὰ πειρᾶσθαι τὸν ἐν ἑκάστῃ λέξει καὶ ἐν ἑκάστῃ συλλαβῇ κεκρυμμένον νοῦν ἐξιχνεύειν, οὐκ ἀργῶν εἰς εὐσέβειαν, ἀλλὰ γνωριζόντων τὸν σκοπὸν τῆς κλήσεως ἡμῶν: ὅτι πρόκειται ἡμῖν ὁμοιωθῆναι Θεῷ, κατὰ τὸ δυνατὸν ἀνθρώπου φύσει. Ὁμοίωσις δέ, οὐκ ἄνευ γνώσεως: ἡ δὲ γνῶσις, ἐκ διδαγμάτων. Λόγος δέ, διδασκαλίας ἀρχή: λόγου δὲ μέρη, συλλαβαὶ καὶ λέξεις. Ὥστε οὐκ ἔξω σκοποῦ γέγονε τῶν συλλαβῶν ἡ ἐξέτασις. Οὐ μὴν ὅτι μικρά, ὡς ἄν τῳ δόξαι, τὰ ἐρωτήματα, διὰ τοῦτο καὶ παροφθῆναι ἄξια: ἀλλ' ἐπειδὴ δυσθήρατος ἡ ἀλήθεια, πανταχόθεν ἡμῖν ἐξιχνευτέα. Εἰ γὰρ ὥσπερ αἱ τέχναι, οὕτω καὶ ἡ τῆς εὐσεβείας ἀνάληψις ταῖς κατὰ μικρὸν προσθήκαις αὔξεται, οὐδενὸς ὑπεροπτέον τοῖς εἰς τὴν γνῶσιν εἰσαγομένοις: ὡς εἴ τις τῶν πρώτων στοιχείων ὡς σμικρῶν ὑπερίδοι, οὐδέποτε τῶν τελείων τῆς σοφίας ἐφάψεται. Τὸ ναὶ καὶ τὸ οὔ, συλλαβαὶ δύο: ἀλλ' ὅμως τὸ κράτιστον τῶν ἀγαθῶν, ἡ ἀλήθεια, καὶ ὁ ἔσχατος ὅρος τῆς πονηρίας, τὸ ψεῦδος, τοῖς μικροῖς τούτοις ῥήμασι πολλάκις ἐμπεριέχεται. Καὶ τί ταῦτα λέγω; Ἤδη τις καὶ μόνον κατανεύσας τῇ κεφαλῇ ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις, πάσης πληρωτὴς εὐσεβείας ἐκρίθη. Εἰ δὲ ταῦτα οὕτως ἔχει, τί τῶν θεολογικῶν ῥημάτων οὕτω μικρόν, ὡς ἢ καλῶς ἢ ἐναντίως ἔχον, μὴ μεγάλην παρέχειν τὴν ῥοπὴν ἐφ' ἑκάτερα; Εἰ γὰρ ἐκ τοῦ νόμου ἰῶτα ἓν ἢ μία κεραία οὐ παρελεύσεται, πῶς ἂν ἡμῖν ἀσφαλὲς ὑπερβαίνειν καὶ τὰ σμικρότατα; Ἅ γε μὴν αὐτὸς διευκρινηθῆναι παρ' ἡμῶν ἐπεζήτησας, καὶ βραχέα ἐστὶ ταῦτα καὶ μεγάλα: τῷ μὲν συντόμῳ τῆς προφορᾶς βραχέα, καὶ διὰ τοῦτο ἴσως εὐκαταφρόνητα: τῇ δὲ δυνάμει τῶν σημαινομένων μεγάλα, κατὰ τὴν εἰκόνα τοῦ σινάπεως, ὃ μικρότατον ὂν τῶν φρυγανικῶν σπερμάτων, τῆς προσηκούσης ἐπιμελείας ἀξιωθέν, εἰς ὕψος αὔταρκες διανίσταται, τῆς συνεσπαρμένης ἐν αὐτῷ δυνάμεως ἁπλωθείσης. Εἰ δέ τις γελᾷ, βλέπων τὴν περὶ τὰς συλλαβὰς ἡμῶν, ψαλμικῶς εἰπεῖν, ἀδολεσχίαν, αὐτὸς μὲν ἴστω ἀνωφελῆ καρπὸν τοῦ γελοίου δρεπόμενος: ἡμεῖς δὲ μὴ τοῖς ὀνείδεσι τῶν ἀνθρώπων ἐνδόντες, μηδὲ τῷ φαυλισμῷ αὐτῶν ἡττηθέντες, τὴν ἔρευναν καταλίπωμεν. Τοσοῦτον γὰρ ἀπέχω τούτοις ὡς μικροῖς ἐπαισχύνεσθαι, ὥστε εἰ καὶ πολλοστοῦ μέρους τῆς ἀξίας αὐτῶν ἐφικοίμην, ἐμαυτῷ τε ἂν συνησθείην ὡς μεγάλων ἀξιωθέντι, τῷ τε συνδιερευνῶντι ἡμῖν ἀδελφῷ οὐ μικρὸν ἂν φαίην ἐντεῦθεν ἀπηντηκέναι τὸ κέρδος. Μέγιστον οὖν ὁρῶν ἐν μικροῖς ῥήμασι τὸ ἀγώνισμα, ἐλπίδι τῶν μισθῶν, τὸν πόνον οὐκ ἀναδύομαι, ἐμαυτῷ τε ἡγούμενος ἔγκαρπον τὸν λόγον ἔσεσθαι, τοῖς τε ἀκούουσι διαρκῆ τὴν ὠφέλειαν ὑπάρξειν. Διόπερ ἤδη σὺν αὐτῷ γε φάναι τῷ ἁγίῳ Πνεύματι βαδιοῦμαι πρὸς τὴν ἐξήγησιν. Καὶ εἰ βούλει ὥστε με εἰς ὁδὸν καταστῆναι τοῦ λόγου, μικρὸν ἐπὶ τὴν ἀρχὴν τοῦ προβλήματος ὑποστρέψω.