ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ πρὸς τὸν ἐν ἁγίοις Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου.   

 [1] Ἐπῄνεσα τὸ φιλομαθές σου καὶ φιλόπονον τοῦ τρόπου, καὶ ἥσθην γε ὑπερφυῶς τῷ ἐπιστατικῷ καὶ νηφαλίῳ τῆς διανοίας, δι' ἣν οὐδεμίαν ἀδιερεύνητον οἴει

 [2] Εἰ δὲ τῷ «ἀνοήτῳ ἐπερωτήσαντι σοφία λογισθήσεται», τὸν συνετὸν ἀκροατήν, τὸν ὑπὸ τοῦ προφήτου «τῷ θαυμαστῷ συμβούλῳ» παραζευχθέντα, πόσου ἄξιον λο

 [3] Προσευχομένῳ μοι πρῴην μετὰ τοῦ λαοῦ, καὶ ἀμφοτέρως τὴν δοξολογίαν ἀποπληροῦντι τῷ Θεῷ καὶ Πατρί, νῦν μὲν μετὰ τοῦ Υἱοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ, ν

  ΚΕΦΑΛΑΙΟΝ Βʹ   Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις. 

 [4] Ἡ περὶ τὰς συλλαβὰς καὶ τὰς λέξεις τῶν ἀνδρῶν τούτων μικρολογία οὐχ ἁπλῆ τίς ἐστιν, ὡς ἄν τῳ δόξαι, οὐδὲ εἰς μικρὸν τοῦ κακοῦ φέρουσα, ἀλλὰ βαθεῖα

  ΚΕΦΑΛΑΙΟΝ Γʹ   Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία. 

 [5] Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην καὶ ἡ τῶν ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι' οὗ κεχωρισμένοις κατὰ τὴν φύσιν πράγμασι προσδ

  ΚΕΦΑΛΑΙΟΝ Δʹ   Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις. 

 [6] Ἡμεῖς δὲ κεχρῆσθαι μὲν πολλαχοῦ ταῖς φωναῖς ταύταις καὶ τὸν τῆς ἀληθείας λόγον ὁμολογοῦμεν: οὐ μὴν τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντω

  ΚΕΦΑΛΑΙΟΝ Εʹ   Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος. 

 [7] Τὰ μὲν δὴ ἐκείνων, τοιαῦτα: ἡμεῖς δὲ δείξομεν ὃ προεθέμεθα, ὅτι οὔτε ὁ Πατὴρ τὸ ἐξ οὗ λαβὼν τῷ Υἱῷ προσέρριψε τὸ δι' οὗ, οὔτε ὁ Υἱὸς πάλιν τὸ Πνεῦ

 [8] Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς περιπίπτειν Εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσο

 [9] Γράφων ὁ ἀπόστολος πρὸς Ἐφεσίους, φησίν: «Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συνα

 [10] Ὅτι δὲ τὴν δι' οὗ φωνὴν ὁμοίως ἐπί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ Γραφὴ παραδέχεται, ἤδη δεικτέον. Ἐπὶ μὲν δὴ τοῦ Υἱοῦ παρέλκον ἂν εἴη

 [11] Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῆς ἐν συλλαβῆς εἰπεῖν ἔχομεν, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν χρῆσιν αὐτῆς ἡ Γραφὴ παραδέδεκται, ὡς ἐπὶ μὲν Παλαιᾶ

 [12] Οὐ μόνον δὲ ἐπὶ τῆς θεολογίας αἱ χρήσεις τῶν φωνῶν ἐπαλλάττονται, ἀλλ' ἤδη καὶ πρὸς τὰ ὑπ' ἀλλήλων σημαινόμενα πολλάκις ἀντιμεθίστανται, ὅταν ἑτέ

  ΚΕΦΑΛΑΙΟΝ Ϛʹ   Ἀπάντησις πρὸς τοὺς ἀποφαινομένους, μὴ μετὰ Πατρὸς εἶναι τὸν Υἱόν, ἀλλὰ μετὰ τὸν Πατέρα, ἐν ᾧ τὰ περὶ τῆς ὁμοτίμου δόξης. 

 [13] Καὶ μὴν οὐδὲ πρὸς τὴν ἐξ ἀγνοίας συγγνώμην δυνατὸν αὐτοὺς καταφυγεῖν, οὕτω τεχνικῶς καὶ κακοήθως τὸν λόγον ὑπολαμβάνοντας. Οἵγε προδήλως ἡμῖν χαλ

 [14] Ἡμεῖς δὲ ἐκεῖνο πρῶτον αὐτοὺς ἐρωτήσωμεν, τὸ μετὰ τὸν Πατέρα πῶς τὸν Υἱὸν λέγουσιν ὡς χρόνῳ νεώτερον, ἢ ὡς τάξει, ἢ ὡς ἀξίᾳ Ἀλλὰ χρόνῳ μέν, οὐδ

 [15] Εἰ δ' ὡς ἐν τόπῳ ὑποκειμένῳ ὑπόβασίν τινα τοῦ Υἱοῦ νοοῦσι πρὸς τὸν Πατέρα, ὥστε ὑπεράνω μὲν τὸν Πατέρα καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸ

  ΚΕΦΑΛΑΙΟΝ Ζʹ   Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ. 

 [16] Ἀλλὰ τὸ μετ' αὐτοῦ λέγειν, φασίν, ἀπεξενωμένον παντελῶς καὶ ἀσύνηθες: τὸ δὲ δι' αὐτοῦ, τῷ τε λόγῳ τῆς Γραφῆς οἰκειότατον, καὶ ἐν τῇ χρήσει τῆς ἀδ

  ΚΕΦΑΛΑΙΟΝ Ηʹ   Ποσαχῶς τὸ δι' οὗ, καὶ ἐπὶ ποίας ἐννοίας ἁρμοδιώτερον τὸ μεθ' οὗ: ἐν ᾧ καὶ ἐξήγησις, πῶς ἐντολὴν λαμβάνει ὁ Υἱὸς καὶ πῶς ἀποστέλλεται.

 [17] Ὅταν οὖν ὁ ἀπόστολος εὐχαριστῇ «τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ», καὶ πάλιν δι' αὐτοῦ λέγῃ τὴν χάριν εἰληφέναι «καὶ τὴν ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν

 [18] Δι' αὐτοῦ γὰρ πᾶσα βοήθεια τῶν ψυχῶν, καὶ καθ' ἕκαστον εἶδος ἐπιμελείας ἰδιάζουσά τις προσηγορία ἐπινενόηται. Ὅταν μὲν γὰρ τὴν ἄμωμον ψυχήν, τὴν

 [19] Ὁποία δὲ πάλιν καὶ ἡ παρὰ τοῦ Πατρὸς εἰς ἡμᾶς δι' αὐτοῦ χορηγία τῶν ἀγαθῶν, ἑξῆς ἂν εἴη λέγειν. Ὅτι πάσης τῆς φύσεως, τῆς ἐν τῇ κτίσει, τῇ τε ὁρω

 [20] Ὅταν οὖν λέγῃ: «Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα», καὶ πάλιν: «Καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ», καί: «Ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ

 [21] «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα», οὐ τὸν χαρακτῆρα, οὐδὲ τὴν μορφήν: καθαρὰ γὰρ συνθέσεως ἡ θεία φύσις: ἀλλὰ τὸ ἀγαθὸν τοῦ θελήματος, ὅπερ σύνδ

  ΚΕΦΑΛΑΙΟΝ Θʹ   Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ. 

 [22] Ἤδη δὲ καὶ περὶ τοῦ Πνεύματος τὰς κοινὰς ἡμῶν ἐννοίας ὁποῖαί τινές εἰσιν ἐξετάσωμεν, τάς τε ἐκ τῶν Γραφῶν περὶ αὐτοῦ συναχθείσας ἡμῖν καὶ ἃς ἐκ τ

 [23] Οἰκείωσις δὲ Πνεύματος πρὸς ψυχὴν οὐχ ὁ διὰ τόπου προσεγγισμὸς_πῶς γὰρ ἂν πλησιάσαι τῷ ἀσωμάτῳ σωματικῶς _ἀλλ' ὁ χωρισμὸς τῶν παθῶν, ἅπερ ἀπὸ τῆ

  ΚΕΦΑΛΑΙΟΝ Ιʹ   Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. 

 [24] Οὐ χρή, φασί, Πατρὶ καὶ Υἱῷ συντετάχθαι τὸ ἅγιον Πνεῦμα, διά τε τὸ τῆς φύσεως ἀλλότριον καὶ τὸ τῆς ἀξίας καταδεές. Πρὸς οὓς δίκαιον τὴν τῶν ἀποστ

 [25] Ἀλλ' ἡ μὲν παρασκευὴ τοῦ καθ' ἡμῶν πολέμου ἐξήρτυται καὶ πᾶσα διάνοια πρὸς ἡμᾶς τέταται, καὶ γλῶσσαι βλασφήμων ὧδε τοξεύουσι σφοδρότερον βάλλουσα

 [26] Χριστιανοὶ πόθεν ἡμεῖς Διὰ τῆς πίστεως, πᾶς τις ἂν εἴποι. Σῳζόμεθα δὲ τίνα τρόπον Ἀναγεννηθέντες δηλονότι διὰ τῆς ἐν τῷ βαπτίσματι χάριτος. Πόθ

  ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ   Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι. 

 [27] Τίνι οὐαί τίνι θλῖψις τίνι ἀπορία καὶ σκότος τίνι αἰωνία κατάκρισις Οὐ τοῖς παραβάταις οὐ τοῖς τὴν πίστιν ἀρνησαμένοις Τίς δὲ τῆς ἀρνήσεως

  ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ   Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα. 

 [28] Καὶ μηδένα παρακρουέσθω τὸ τοῦ ἀποστόλου, ὡς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, ἐπὶ τῆς τοῦ βαπτίσματος μνήμης πολλάκις παραλιμπάνοντος

  ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ   Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν. 

 [29] Ἀλλὰ καὶ ἕτερα, φησί, συναριθμούμενα Πατρὶ καὶ Υἱῷ, οὐχὶ καὶ συνδοξάζεται πάντως. Ὡς ὁ ἀπόστολος ἀγγέλους συμπαρελάβετο, εἰς τὴν διαμαρτυρίαν τὴν

 [30] Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ λόγου τινὰ διακονίαν πεπιστευμένοι, οὐδένα χρόνον διαμαρτυρόμενοι παύονται, ἀλλὰ καὶ τὸν οὐρανὸν κα

  ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ   Ἔνστασις, ὅτι καὶ εἰς Μωϋσῆν τινες ἐβαπτίσθησαν, καὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ πρὸς ταύτην ἀπάντησις, ἐν οἷς καὶ τὰ περὶ τύπων. 

 [31] Ἀλλ' οὐδὲ εἰ βαπτιζόμεθα, φησίν, εἰς αὐτό, οὐδ' οὕτω δίκαιον μετὰ Θεοῦ τετάχθαι. Καὶ γὰρ «καὶ εἰς τὸν Μωϋσῆν τινες ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ

 [32] Τί οὖν ἐπειδὴ τυπικῶς εἰς Μωϋσῆν ἐβαπτίσθησαν, διὰ τοῦτο μικρὰ ἡ τοῦ βαπτίσματος χάρις Οὕτω μὲν οὖν οὐδ' ἂν ἄλλο τι μέγα εἴη τῶν ἡμετέρων, εἴπε

 [33] Ἀλλὰ καὶ ἡ εἰς τὸν Μωϋσέα πίστις οὐ τὴν εἰς τὸ Πνεῦμα πίστιν ὀλίγου τινὸς ἀξίαν δείκνυσιν: ἀλλὰ κατὰ τὸν τούτων λόγον, μᾶλλον τὴν εἰς τὸν Θεὸν τῶ

  ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ   Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος. 

 [34] Τί οὖν πρὸς τούτοις ἔτι Πολλῶν γὰρ διαλύσεων εὐποροῦσιν. Καὶ εἰς ὕδωρ, φασί, βαπτιζόμεθα, καὶ οὐ δήπου τὸ ὕδωρ πάσης ὁμοῦ τῆς κτίσεως προτιμήσομ

 [35] Ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν περὶ τὸν ἄνθρωπον οἰκονομία ἀνάκλησίς ἐστιν ἀπὸ τῆς ἐκπτώσεως, καὶ ἐπάνοδος εἰς οἰκείωσιν Θεοῦ ἀπὸ τῆς διὰ τὴν παρακο

 [36] Διὰ Πνεύματος ἁγίου ἡ εἰς παράδεισον ἀποκατάστασις: ἡ εἰς βασιλείαν οὐρανῶν ἄνοδος: ἡ εἰς υἱοθεσίαν ἐπάνοδος: ἡ παρρησία τοῦ καλεῖν ἑαυτῶν Πατέρα

  ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ   Ὅτι ἀχώριστον ἐπὶ πάσης ἐννοίας, Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, ἐπί τε τῆς τῶν νοητῶν δημιουργίας καὶ ἐπὶ τῆς τῶν ἀνθρώπων οἰκονομί

 [37] Ἐπὶ οὖν τὸ ἐξ ἀρχῆς ἐπανίωμεν, ὅπως ἐν πᾶσιν ἀχώριστόν ἐστι καὶ ἀδιάστατον παντελῶς Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα. Ἐν τῷ περὶ τοῦ χαρίσματος τῶ

 [38] Μάθοις δ' ἂν τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος κοινωνίαν καὶ ἐκ τῶν δημιουργημάτων τῶν ἐξ ἀρχῆς. Αἱ γὰρ καθαραὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι δ

 [39] Τὰς δὲ περὶ τὸν ἄνθρωπον οἰκονομίας, τὰς ὑπὸ «τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ» κατὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ γενομένας, τίς ἀντερεῖ

 [40] Εὕροι δὲ ἄν τις ἀκριβῶς λογιζόμενος, καὶ ἐπὶ τοῦ καιροῦ τῆς προσδοκωμένης ἐπιφανείας τῆς ἐξ οὐρανῶν τοῦ Κυρίου, μὴ ἀσυντελὲς τὸ Πνεῦμα τὸ ἅγιον,

  ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ   Πρὸς τοὺς λέγοντας μὴ συναριθμεῖσθαι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, ἀλλ' ὑπαριθμεῖσθαι: ἐν ᾧ καὶ περὶ τῆς εὐσεβοῦς συναριθμήσεως κεφα

 [41] Τὴν δὲ ὑπαρίθμησιν ὃ καὶ λέγουσι, καὶ κατὰ τίνος σημαινομένου τὴν φωνὴν ταύτην ἄγουσιν, οὐδὲ ἐπινοῆσαι ῥᾴδιον. Ὅτι μὲν γὰρ ἐκ τῆς τοῦ κόσμου σοφί

 [42] Τί γὰρ λέγουσιν Ὁρᾶτε αὐτῶν τῆς ἀλαζονείας τὰ ῥήματα. Ἡμεῖς τοῖς μὲν ὁμοτίμοις φαμὲν τὴν συναρίθμησιν πρέπειν: τοῖς δὲ πρὸς τὸ χεῖρον παρηλλαγμέ

 [43] Καὶ τὸν Υἱὸν ὑπαριθμεῖσθαι τῷ Πατρὶ λέγετε, καὶ τὸ Πνεῦμα τῷ Υἱῷ, ἢ τῷ Πνεύματι μόνῳ τὴν ὑπαρίθμησιν ἀφορίζετε Εἰ μὲν γὰρ καὶ τὸν Υἱὸν ὑπαριθμεῖ

  ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ   Πῶς ἐν τῇ ὁμολογίᾳ τῶν τριῶν ὑποστάσεων τὸ εὐσεβὲς τῆς μοναρχίας δόγμα διατηροῦμεν, ἐν ᾧ καὶ ὁ κατὰ τῶν τὸ Πνεῦμα ὑπαριθμεῖσθαι φασκό

 [44] Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα παραδιδοὺς ὁ Κύριος, οὐ μετὰ τοῦ ἀριθμοῦ συνεξέδωκεν. Οὐ γὰρ εἶπεν ὅτι εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον: οὐδὲ

 [45] Οὐ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν, ἀφ' ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία λέγοντες, οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον

 [46] Καὶ οὐκ ἐντεῦθεν μόνον τῆς κατὰ τὴν φύσιν κοινωνίας αἱ ἀποδείξεις, ἀλλ' ὅτι καὶ ἐκ τοῦ Θεοῦ εἶναι λέγεται: οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ' ὡς ἐ

 [47] Ἐπειδὴ δὲ διὰ δυνάμεως φωτιστικῆς τῷ κάλλει τῆς τοῦ Θεοῦ τοῦ ἀοράτου εἰκόνος ἐνατενίζομεν, καὶ δι' αὐτῆς ἀναγόμεθα ἐπὶ τὸ ὑπέρκαλον τοῦ ἀρχετύπου

  ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ   Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα. 

 [48] Ἔστω ταῦτα, φησίν, ἀλλ' οὐχὶ καὶ δόξα πάντως ὀφειλομένη ἐστὶ τῷ Πνεύματι, ὥστε δοξολογίαις ἀνυψοῦσθαι παρ' ἡμῶν. Πόθεν ἂν οὖν τῆς ὑπερεχούσης πάν

 [49] Αἱ δὲ ἐνέργειαι τίνες Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς μὲν γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα τίνες ἦσαν αὐτοῦ

 [50] Ἀλλὰ «καὶ ἐντυγχάνει, φησίν, ὑπὲρ ἡμῶν». Ὥστε ὅσον ἱκέτης τοῦ εὐεργέτου λείπεται, τοσοῦτον τὸ Πνεῦμα κατὰ τὴν ἀξίαν ἀποπέπτωκε τοῦ Θεοῦ. Σὺ δὲ οὔ

  ΚΕΦΑΛΑΙΟΝ Κʹ   Πρὸς τοὺς λέγοντας μήτε ἐν δουλικῇ τάξει μήτε ἐν δεσποτικῇ εἶναι τὸ Πνεῦμα, ἀλλ' ἐν τῇ τῶν ἐλευθέρων. 

 [51] Οὔτε δοῦλόν φησιν, οὔτε δεσπότην, ἀλλ' ἐλεύθερον. Ὢ τῆς δεινῆς ἀναλγησίας, ὢ τῆς ἐλεεινῆς ἀφοβίας τῶν ταῦτα λεγόντων. Τί πλέον αὐτῶν ὀδύρωμαι τὸ

  ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ   Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα. 

 [52] Καὶ τί δεῖ ἐκ τῶν ταπεινῶν ἀπομαχομένους, αἰσχρῶς τὴν νίκην κατακτᾶσθαι τῷ λόγῳ, ἐξὸν τῇ παραθέσει τῶν σεμνοτέρων ἀναντίρρητον τὴν ὑπερβολὴν τῆς

  ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ   Σύστασις τῆς κατὰ τὴν φύσιν κοινωνίας τοῦ Πνεύματος, ἐκ τοῦ ὁμοίως εἶναι Πατρὶ καὶ Υἱῷ πρὸς θεωρίαν δυσέφικτον. 

 [53] Οὐ μόνον δὲ ἐξ ὧν τὰς αὐτὰς προσηγορίας ἔχει καὶ κοινωνόν ἐστι τῶν ἐνεργειῶν Πατρὶ καὶ Υἱῷ, τὸ ὑπερέχον αὐτοῦ τῆς φύσεως γνώριμον, ἀλλὰ καὶ ἐξ ὧν

  ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ   Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις. 

 [54] Τῶν μὲν οὖν ἄλλων ἑκάστη δυνάμεων ἐν περιγραπτῷ τόπῳ τυγχάνειν πεπίστευται. Ὁ γὰρ τῷ Κορνηλίῳ ἐπιστὰς ἄγγελος, οὐκ ἦν ἐν ταὐτῷ καὶ παρὰ τῷ Φιλίππ

  ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ   Ἔλεγχος τῆς ἀτοπίας τῶν μὴ δοξαζόντων τὸ Πνεῦμα ἐκ τῆς πρὸς τὰ ἐν τῇ κτίσει δοξαστὰ παραθέσεως. 

 [55] Εἶτα «δόξῃ μὲν καὶ τιμῇ ἐστεφάνωται» ὁ κοινὸς ἄνθρωπος, καὶ «δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ποιοῦντι τὸ ἀγαθὸν» ἐν ἐπαγγελίαις ἀπόκειται. Ἔστι

 [56] Σκεψώμεθα οὖν τὰ καθέκαστον. Φύσει ἐστὶν ἀγαθόν, ὡς ἀγαθὸς ὁ Πατὴρ καὶ ἀγαθὸς ὁ Υἱός. Ἡ κτίσις δὲ ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ μέτοχός ἐστι τῆς ἀγαθότ

 [57] Ἐν ἡμῖν, φησί, τὸ Πνεῦμα ὡς δῶρόν ἐστι παρὰ τοῦ Θεοῦ. Οὐ δήπου δὲ τὸ δῶρον ταῖς ἴσαις τιμαῖς τῷ δεδωκότι σεμνύνεται. Δῶρον μὲν οὖν Θεοῦ τὸ Πνεῦμα

  ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ   Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν. 

 [58] Πῶς οὖν, φησίν, ἡ Γραφὴ οὐδαμοῦ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα παρέδωκεν, ἀλλὰ πεφυλαγμένως ἐξέκλινε τὸ ‘σὺν τῷ Πνεύματι’ εἰπεῖν πανταχο

 [59] Ἡμεῖς γὰρ ἀμφοτέρας ἐν τῇ τῶν πιστῶν χρήσει καταλαμβάνοντες τὰς ῥήσεις, ἀμφοτέραις κεχρήμεθα: τὴν μὲν δόξαν τῷ Πνεύματι ὁμοίως ἀφ' ἑκατέρας πληρο

 [60] Πρὸς δὲ τὴν ἐν συλλαβὴν ἐκεῖνο μάλιστα τὸ διάφορον ἔχει, ὅτι ἡ μὲν σὺν τὴν πρὸς ἀλλήλους συνάφειαν τῶν κοινωνούντων παρίστησιν, οἷον τῶν συμπλεόν

  ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ   Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται. 

 [61] Ἐμοὶ τοίνυν σκοπουμένῳ δοκεῖ, ἁπλῆς καὶ συντόμου τῆς ἐκφωνήσεως οὔσης, πολλὰ καὶ ποικίλα εἶναι τὰ δι' αὐτῆς σημαινόμενα. Ὁσαχῶς γὰρ λέγεται τὸ ἐν

 [62] Ὃ δὲ παράδοξον μὲν εἰπεῖν, ἀληθὲς δὲ οὐδενὸς ἔλαττον, ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπ

 [63] Ἐν μὲν οὖν τοῖς γεννητοῖς οὕτω πολυμερῶς καὶ πολυτρόπως ἐνεῖναι λέγεται τὸ Πνεῦμα: Πατρὶ δὲ καὶ Υἱῷ οὐχὶ ἐνεῖναι μᾶλλον, ἀλλὰ συνεῖναι εἰπεῖν εὐσ

 [64] Δεύτερος δὲ νοῦς, οὐδὲ αὐτὸς ἀπόβλητος: ὅτι ὥσπερ ἐν τῷ Υἱῷ ὁρᾶται ὁ Πατήρ, οὕτως ὁ Υἱὸς ἐν τῷ Πνεύματι. Ἡ τοίνυν ἐν τῷ Πνεύματι προσκύνησις, τὴν

  ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ   Πόθεν ἡ σὺν ἤρξατο συλλαβὴ καὶ ποίαν δύναμιν ἔχει, ἐν ᾧ καὶ τὰ περὶ τῶν ἀγράφων τῆς Ἐκκλησίας νομίμων. 

 [65] Τίνος οὖν ἕνεκεν, φασίν, ἰδίως προσηκούσης τῷ Πνεύματι τῆς ἐν συλλαβῆς, καὶ εἰς πᾶσαν ἡμῖν τὴν περὶ αὐτοῦ ἔννοιαν ἐξαρκούσης, τὴν καινὴν ταύτην ὑ

 [66] Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέ

 [67] Ἐπιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα τῆς Ἐκκλησίας μυστήρια διηγούμενον. Ἐῶ τἄλλα: αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πν

 [68] Εἴρηται μὲν οὖν τίς ἡ δύναμις ἑκατέρας τῆς ἐκφωνήσεως. Εἰρήσεται δὲ καὶ πάλιν, ὅπη τε συμφωνοῦσιν ἀλλήλαις καὶ ὅπη διίστανται: οὐκ ἀπομαχόμεναι π

  ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ   Ὅτι ἃ περὶ τῶν ἀνθρώπων λέγει ἡ Γραφὴ ὡς συμβασιλευόντων Χριστῷ, ταῦτα περὶ τοῦ Πνεύματος οὐ συγχωροῦσιν οἱ ἀντιλέγοντες. 

 [69] Ἴδωμεν δὲ καὶ εἴ τινα ἀπολογίαν τοῖς πατράσιν ἡμῶν τῆς χρήσεως ταύτης ἐπινοήσομεν. Οἱ γὰρ τὴν ἀρχὴν παρασχόντες τῷ λόγῳ, μᾶλλον ἡμῶν ὑπόκεινται τ

 [70] Αἰσχύνομαι ἐπαγαγεῖν τὰ λειπόμενα, ὅτι σὺ μὲν συνδοξασθήσεσθαι Χριστῷ προσδοκᾷς_«εἴπερ γὰρ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν»_, τὸ δὲ Πνεῦμα τῆς

  ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ   Ἀπαρίθμησις τῶν ἐν τῇ Ἐκκλησίᾳ διαφανῶν, ὅσοι ἐχρήσαντο ἐν τοῖς συγγράμμασιν ἑαυτῶν τῇ φωνῇ σύν. 

 [71] Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν, ἐκεῖνο λέγομεν: ὅτι εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παραδεχθήτ

 [72] Εἰρηναῖος ἐκεῖνος, καὶ Κλήμης ὁ Ῥωμαῖος, καὶ Διονύσιος ὁ Ῥωμαῖος, καὶ ὁ Ἀλεξανδρεὺς Διονύσιος, ὃ καὶ παράδοξον ἀκοῦσαι, ἐν τῇ δευτέρᾳ πρὸς τὸν ὁμ

 [73] Ἤδη δὲ καὶ Ὠριγένην ἐν πολλαῖς τῶν εἰς τοὺς ψαλμοὺς διαλέξεων εὕρομεν, σὺν τῷ ἁγίῳ Πνεύματι τὴν δόξαν ἀποδιδόντα, ἄνδρα οὐδὲ πάνυ τι ὑγιεῖς περὶ

 [74] Γρηγόριον δὲ τὸν μέγαν καὶ τὰς ἐκείνου φωνὰς ποῦ θήσομεν ἆρ' οὐχὶ μετὰ τῶν ἀποστόλων καὶ προφητῶν ἄνδρα τῷ αὐτῷ πνεύματι ἐκείνοις περιπατήσαντα

 [75] Πῶς οὖν καινοτόμος ἐγώ, καὶ νεωτέρων ῥημάτων δημιουργός, ἔθνη ὅλα καὶ πόλεις, καὶ ἔθος πάσης μνήμης ἀνθρωπίνης πρεσβύτερον, καὶ ἄνδρας στύλους τῆ

  ΚΕΦΑΛΑΙΟΝ Λʹ   Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως. 

 [76] Τίνι οὖν ὁμοιώσομεν τὴν παροῦσαν κατάστασιν Ἦ που ὁμοία ἐστὶ πολέμῳ τινὶ ναυτικῷ, ὃν ἐκ παλαιῶν προσκρουσμάτων, πολὺν κατ' ἀλλήλων τὸν θυμὸν θρέ

 [77] Μετάβα δή μοι ἀπὸ τῆς εἰκόνος ἐπ' αὐτὸ τοῦ κακοῦ τὸ ἀρχέτυπον. Οὐχὶ πάλαι μέν πως ἐδόκει τὸ Ἀρειανὸν σχίσμα εἰς ἀντίπαλον μοῖραν ἀποκριθὲν τῇ Ἐκκ

 [78] Διὰ ταῦτα λυσιτελεστέραν τοῦ λόγου τὴν σιωπὴν ἐτιθέμην, ὡς οὐ δυναμένης φωνῆς ἀνθρώπου διὰ τοσούτων θορύβων εἰσακουσθῆναι. Εἰ γὰρ ἀληθῆ τὰ τοῦ Ἐκ

 [79] Τούτων μὲν οὖν πάντων ἕνεκεν σιωπᾶν ἔδει, ἀλλ' ἀνθεῖλκε γὰρ ἑτέρωθεν ἡ ἀγάπη, οὐ ζητοῦσα τὸ ἑαυτῆς, καὶ νικᾶν ἀξιοῦσα πᾶσαν καιρῶν καὶ πραγμάτων

22. Let us now investigate what are our common conceptions concerning the Spirit, as well those which have been gathered by us from Holy Scripture concerning It as those which we have received from the unwritten tradition of the Fathers. First of all we ask, who on hearing the titles of the Spirit is not lifted up in soul, who does not raise his conception to the supreme nature? It is called “Spirit of God,”  1  Matt. xii. 28, etc. “Spirit of truth which proceedeth from the Father,”  2  John xv. 26. “right Spirit,”  3  Ps. li. 10. “a leading Spirit.”  4  Ps. li. 12, lxx. R.V. and A.V., “free spirit.” Its  5  It will be remembered that in the Nicene Creed “the Lord and Giver of life” is τὸ κύριον τὸ ζωοποιόν In A.V. we have both he (John xv. 26, ἐκεῖνος) and it (Rom. viii. 16, αὐτὸ τὸ πνεῦμα). proper and peculiar title is “Holy Spirit;” which is a name specially appropriate to everything that is incorporeal, purely immaterial, and indivisible. So our Lord, when teaching the woman who thought God to be an object of local worship that the incorporeal is incomprehensible, said “God is a spirit.”  6  John iv. 24. On our hearing, then, of a spirit, it is impossible to form the idea of a nature circumscribed, subject to change and variation, or at all like the creature. We are compelled to advance in our conceptions to the highest, and to think of an intelligent essence, in power infinite, in magnitude unlimited, unmeasured by times or ages, generous of Its good gifts, to whom turn all things needing sanctification, after whom reach all things that live in virtue, as being watered by Its inspiration and helped on toward their natural and proper end; perfecting all other things, but Itself in nothing lacking; living not as needing restoration, but as Supplier of life; not growing by additions; but straightway full, self-established, omnipresent, origin of sanctification, light perceptible to the mind, supplying, as it were, through Itself, illumination to every faculty in the search for truth; by nature unapproachable, apprehended by reason of goodness, filling all things with Its power,  7  cf. Wisdom i. 7. but communicated only to the worthy; not shared in one measure, but distributing Its energy according to “the proportion of faith;”  8  Rom. xii. 6. in essence simple, in powers various, wholly present in each and being wholly everywhere; impassively divided, shared without loss of ceasing to be entire, after the likeness of the sunbeam, whose kindly light falls on him who enjoys it as though it shone for him alone, yet illumines land and sea and mingles with the air. So, too, is the Spirit to every one who receives it, as though given to him alone, and yet It sends forth grace sufficient and full for all mankind, and is enjoyed by all who share It, according to the capacity, not of Its power, but of their nature.

1 Matt. xii. 28, etc.
2 John xv. 26.
3 Ps. li. 10.
4 Ps. li. 12, lxx. R.V. and A.V., “free spirit.”
5 It will be remembered that in the Nicene Creed “the Lord and Giver of life” is τὸ κύριον τὸ ζωοποιόν In A.V. we have both he (John xv. 26, ἐκεῖνος) and it (Rom. viii. 16, αὐτὸ τὸ πνεῦμα).
6 John iv. 24.
7 cf. Wisdom i. 7.
8 Rom. xii. 6.

[22] Ἤδη δὲ καὶ περὶ τοῦ Πνεύματος τὰς κοινὰς ἡμῶν ἐννοίας ὁποῖαί τινές εἰσιν ἐξετάσωμεν, τάς τε ἐκ τῶν Γραφῶν περὶ αὐτοῦ συναχθείσας ἡμῖν καὶ ἃς ἐκ τῆς ἀγράφου παραδόσεως τῶν πατέρων διεδεξάμεθα. Πρῶτον μὲν οὖν, τίς ἀκούσας τῶν προσηγοριῶν τοῦ Πνεύματος, οὐ διανίσταται τῇ ψυχῇ καὶ πρὸς τὴν ἀνωτάτω φύσιν τὴν ἔννοιαν ὑπεραίρει; Πνεῦμα γὰρ Θεοῦ εἴρηται, καὶ «Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται», «Πνεῦμα εὐθές», «Πνεῦμα ἡγεμονικόν». «Πνεῦμα ἅγιον», ἡ κυρία αὐτοῦ καὶ ἰδιάζουσα κλῆσις: ὅπερ δὴ μάλιστα παντὸς τοῦ ἀσωμάτου καὶ καθαρῶς ἀΰλου τε καὶ ἀμεροῦς ὄνομά ἐστι. Διὸ καὶ ὁ Κύριος τὴν ἐν τόπῳ προσκυνεῖσθαι τὸν Θεὸν ἡγουμένην διδάσκων, ὅτι ἀπερίληπτον τὸ ἀσώματον, «Πνεῦμα, φησίν, ὁ Θεός». Οὐ τοίνυν δυνατὸν Πνεῦμα ἀκούσαντα, περιγεγραμμένην φύσιν ἐντυπῶσαι τῇ διανοίᾳ, ἢ τροπαῖς καὶ ἀλλοιώσεσιν ὑποκειμένην, ἢ ὅλως ὁμοίαν τῇ κτίσει: ἀλλὰ πρὸς τὸ ἀνωτάτω ταῖς ἐννοίαις χωροῦντα, νοερὰν οὐσίαν ἐπάναγκες ἐννοεῖν, ἄπειρον κατὰ δύναμιν, μεγέθει ἀπεριόριστον, χρόνοις ἢ αἰῶσιν ἀμέτρητον, ἄφθονον ὧν ἔχει καλῶν. Πρὸς ὃ πάντα ἐπέστραπται τὰ ἁγιασμοῦ προσδεόμενα: οὗ πάντα ἐφίεται τὰ κατ' ἀρετὴν ζῶντα, οἷον ἐπαρδόμενα τῇ ἐπιπνοίᾳ καὶ βοηθούμενα πρὸς τὸ οἰκεῖον ἑαυτοῖς καὶ κατὰ φύσιν τέλος. Τελειωτικὸν τῶν ἄλλων, αὐτὸ δὲ οὐδαμοῦ ἐλλεῖπον: οὐκ ἐπισκευαστῶς ζῶν, ἀλλὰ ζωῆς χορηγόν: οὐ προσθήκαις αὐξανόμενον, ἀλλὰ πλῆρες εὐθύς, ἐν ἑαυτῷ ἱδρυμένον καὶ πανταχοῦ ὄν. Ἁγιασμοῦ γένεσις, φῶς νοητόν, πάσῃ δυνάμει λογικῇ πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν οἷόν τινα καταφάνειαν δι' ἑαυτοῦ παρεχόμενον. Ἀπρόσιτον τῇ φύσει: χωρητὸν δι' ἀγαθότητα: πάντα μὲν πληροῦν τῇ δυνάμει, μόνοις δὲ ὂν μεθεκτὸν τοῖς ἀξίοις, οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατ' ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν. Ἁπλοῦν τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσιν: ὅλον ἑκάστῳ παρὸν καὶ ὅλον ἁπανταχοῦ ὄν. Ἀπαθῶς μεριζόμενον, καὶ ὁλοσχερῶς μετεχόμενον: κατὰ τὴν εἰκόνα τῆς ἡλιακῆς ἀκτῖνος, ἧς ἡ χάρις τῷ ἀπολαύοντι ὡς μόνῳ παροῦσα, καὶ γῆν ἐπιλάμπει καὶ θάλασσαν, καὶ τῷ ἀέρι ἐγκέκραται. Οὕτω δὴ καὶ τὸ Πνεῦμα ἑκάστῳ τῶν δεκτικῶν, ὡς μόνῳ παρόν, διαρκῆ τοῖς πᾶσι τὴν χάριν ὁλόκληρον ἐπαφίησιν: οὗ ἀπολαύει τὰ μετέχοντα, ὅσον αὐτὰ πέφυκεν, οὐχ ὅσον ἐκεῖνο δύναται.