ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ πρὸς τὸν ἐν ἁγίοις Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου.   

 [1] Ἐπῄνεσα τὸ φιλομαθές σου καὶ φιλόπονον τοῦ τρόπου, καὶ ἥσθην γε ὑπερφυῶς τῷ ἐπιστατικῷ καὶ νηφαλίῳ τῆς διανοίας, δι' ἣν οὐδεμίαν ἀδιερεύνητον οἴει

 [2] Εἰ δὲ τῷ «ἀνοήτῳ ἐπερωτήσαντι σοφία λογισθήσεται», τὸν συνετὸν ἀκροατήν, τὸν ὑπὸ τοῦ προφήτου «τῷ θαυμαστῷ συμβούλῳ» παραζευχθέντα, πόσου ἄξιον λο

 [3] Προσευχομένῳ μοι πρῴην μετὰ τοῦ λαοῦ, καὶ ἀμφοτέρως τὴν δοξολογίαν ἀποπληροῦντι τῷ Θεῷ καὶ Πατρί, νῦν μὲν μετὰ τοῦ Υἱοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ, ν

  ΚΕΦΑΛΑΙΟΝ Βʹ   Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις. 

 [4] Ἡ περὶ τὰς συλλαβὰς καὶ τὰς λέξεις τῶν ἀνδρῶν τούτων μικρολογία οὐχ ἁπλῆ τίς ἐστιν, ὡς ἄν τῳ δόξαι, οὐδὲ εἰς μικρὸν τοῦ κακοῦ φέρουσα, ἀλλὰ βαθεῖα

  ΚΕΦΑΛΑΙΟΝ Γʹ   Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία. 

 [5] Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην καὶ ἡ τῶν ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι' οὗ κεχωρισμένοις κατὰ τὴν φύσιν πράγμασι προσδ

  ΚΕΦΑΛΑΙΟΝ Δʹ   Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις. 

 [6] Ἡμεῖς δὲ κεχρῆσθαι μὲν πολλαχοῦ ταῖς φωναῖς ταύταις καὶ τὸν τῆς ἀληθείας λόγον ὁμολογοῦμεν: οὐ μὴν τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντω

  ΚΕΦΑΛΑΙΟΝ Εʹ   Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος. 

 [7] Τὰ μὲν δὴ ἐκείνων, τοιαῦτα: ἡμεῖς δὲ δείξομεν ὃ προεθέμεθα, ὅτι οὔτε ὁ Πατὴρ τὸ ἐξ οὗ λαβὼν τῷ Υἱῷ προσέρριψε τὸ δι' οὗ, οὔτε ὁ Υἱὸς πάλιν τὸ Πνεῦ

 [8] Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς περιπίπτειν Εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσο

 [9] Γράφων ὁ ἀπόστολος πρὸς Ἐφεσίους, φησίν: «Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συνα

 [10] Ὅτι δὲ τὴν δι' οὗ φωνὴν ὁμοίως ἐπί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ Γραφὴ παραδέχεται, ἤδη δεικτέον. Ἐπὶ μὲν δὴ τοῦ Υἱοῦ παρέλκον ἂν εἴη

 [11] Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῆς ἐν συλλαβῆς εἰπεῖν ἔχομεν, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν χρῆσιν αὐτῆς ἡ Γραφὴ παραδέδεκται, ὡς ἐπὶ μὲν Παλαιᾶ

 [12] Οὐ μόνον δὲ ἐπὶ τῆς θεολογίας αἱ χρήσεις τῶν φωνῶν ἐπαλλάττονται, ἀλλ' ἤδη καὶ πρὸς τὰ ὑπ' ἀλλήλων σημαινόμενα πολλάκις ἀντιμεθίστανται, ὅταν ἑτέ

  ΚΕΦΑΛΑΙΟΝ Ϛʹ   Ἀπάντησις πρὸς τοὺς ἀποφαινομένους, μὴ μετὰ Πατρὸς εἶναι τὸν Υἱόν, ἀλλὰ μετὰ τὸν Πατέρα, ἐν ᾧ τὰ περὶ τῆς ὁμοτίμου δόξης. 

 [13] Καὶ μὴν οὐδὲ πρὸς τὴν ἐξ ἀγνοίας συγγνώμην δυνατὸν αὐτοὺς καταφυγεῖν, οὕτω τεχνικῶς καὶ κακοήθως τὸν λόγον ὑπολαμβάνοντας. Οἵγε προδήλως ἡμῖν χαλ

 [14] Ἡμεῖς δὲ ἐκεῖνο πρῶτον αὐτοὺς ἐρωτήσωμεν, τὸ μετὰ τὸν Πατέρα πῶς τὸν Υἱὸν λέγουσιν ὡς χρόνῳ νεώτερον, ἢ ὡς τάξει, ἢ ὡς ἀξίᾳ Ἀλλὰ χρόνῳ μέν, οὐδ

 [15] Εἰ δ' ὡς ἐν τόπῳ ὑποκειμένῳ ὑπόβασίν τινα τοῦ Υἱοῦ νοοῦσι πρὸς τὸν Πατέρα, ὥστε ὑπεράνω μὲν τὸν Πατέρα καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸ

  ΚΕΦΑΛΑΙΟΝ Ζʹ   Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ. 

 [16] Ἀλλὰ τὸ μετ' αὐτοῦ λέγειν, φασίν, ἀπεξενωμένον παντελῶς καὶ ἀσύνηθες: τὸ δὲ δι' αὐτοῦ, τῷ τε λόγῳ τῆς Γραφῆς οἰκειότατον, καὶ ἐν τῇ χρήσει τῆς ἀδ

  ΚΕΦΑΛΑΙΟΝ Ηʹ   Ποσαχῶς τὸ δι' οὗ, καὶ ἐπὶ ποίας ἐννοίας ἁρμοδιώτερον τὸ μεθ' οὗ: ἐν ᾧ καὶ ἐξήγησις, πῶς ἐντολὴν λαμβάνει ὁ Υἱὸς καὶ πῶς ἀποστέλλεται.

 [17] Ὅταν οὖν ὁ ἀπόστολος εὐχαριστῇ «τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ», καὶ πάλιν δι' αὐτοῦ λέγῃ τὴν χάριν εἰληφέναι «καὶ τὴν ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν

 [18] Δι' αὐτοῦ γὰρ πᾶσα βοήθεια τῶν ψυχῶν, καὶ καθ' ἕκαστον εἶδος ἐπιμελείας ἰδιάζουσά τις προσηγορία ἐπινενόηται. Ὅταν μὲν γὰρ τὴν ἄμωμον ψυχήν, τὴν

 [19] Ὁποία δὲ πάλιν καὶ ἡ παρὰ τοῦ Πατρὸς εἰς ἡμᾶς δι' αὐτοῦ χορηγία τῶν ἀγαθῶν, ἑξῆς ἂν εἴη λέγειν. Ὅτι πάσης τῆς φύσεως, τῆς ἐν τῇ κτίσει, τῇ τε ὁρω

 [20] Ὅταν οὖν λέγῃ: «Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα», καὶ πάλιν: «Καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ», καί: «Ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ

 [21] «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα», οὐ τὸν χαρακτῆρα, οὐδὲ τὴν μορφήν: καθαρὰ γὰρ συνθέσεως ἡ θεία φύσις: ἀλλὰ τὸ ἀγαθὸν τοῦ θελήματος, ὅπερ σύνδ

  ΚΕΦΑΛΑΙΟΝ Θʹ   Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ. 

 [22] Ἤδη δὲ καὶ περὶ τοῦ Πνεύματος τὰς κοινὰς ἡμῶν ἐννοίας ὁποῖαί τινές εἰσιν ἐξετάσωμεν, τάς τε ἐκ τῶν Γραφῶν περὶ αὐτοῦ συναχθείσας ἡμῖν καὶ ἃς ἐκ τ

 [23] Οἰκείωσις δὲ Πνεύματος πρὸς ψυχὴν οὐχ ὁ διὰ τόπου προσεγγισμὸς_πῶς γὰρ ἂν πλησιάσαι τῷ ἀσωμάτῳ σωματικῶς _ἀλλ' ὁ χωρισμὸς τῶν παθῶν, ἅπερ ἀπὸ τῆ

  ΚΕΦΑΛΑΙΟΝ Ιʹ   Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. 

 [24] Οὐ χρή, φασί, Πατρὶ καὶ Υἱῷ συντετάχθαι τὸ ἅγιον Πνεῦμα, διά τε τὸ τῆς φύσεως ἀλλότριον καὶ τὸ τῆς ἀξίας καταδεές. Πρὸς οὓς δίκαιον τὴν τῶν ἀποστ

 [25] Ἀλλ' ἡ μὲν παρασκευὴ τοῦ καθ' ἡμῶν πολέμου ἐξήρτυται καὶ πᾶσα διάνοια πρὸς ἡμᾶς τέταται, καὶ γλῶσσαι βλασφήμων ὧδε τοξεύουσι σφοδρότερον βάλλουσα

 [26] Χριστιανοὶ πόθεν ἡμεῖς Διὰ τῆς πίστεως, πᾶς τις ἂν εἴποι. Σῳζόμεθα δὲ τίνα τρόπον Ἀναγεννηθέντες δηλονότι διὰ τῆς ἐν τῷ βαπτίσματι χάριτος. Πόθ

  ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ   Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι. 

 [27] Τίνι οὐαί τίνι θλῖψις τίνι ἀπορία καὶ σκότος τίνι αἰωνία κατάκρισις Οὐ τοῖς παραβάταις οὐ τοῖς τὴν πίστιν ἀρνησαμένοις Τίς δὲ τῆς ἀρνήσεως

  ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ   Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα. 

 [28] Καὶ μηδένα παρακρουέσθω τὸ τοῦ ἀποστόλου, ὡς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, ἐπὶ τῆς τοῦ βαπτίσματος μνήμης πολλάκις παραλιμπάνοντος

  ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ   Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν. 

 [29] Ἀλλὰ καὶ ἕτερα, φησί, συναριθμούμενα Πατρὶ καὶ Υἱῷ, οὐχὶ καὶ συνδοξάζεται πάντως. Ὡς ὁ ἀπόστολος ἀγγέλους συμπαρελάβετο, εἰς τὴν διαμαρτυρίαν τὴν

 [30] Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ λόγου τινὰ διακονίαν πεπιστευμένοι, οὐδένα χρόνον διαμαρτυρόμενοι παύονται, ἀλλὰ καὶ τὸν οὐρανὸν κα

  ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ   Ἔνστασις, ὅτι καὶ εἰς Μωϋσῆν τινες ἐβαπτίσθησαν, καὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ πρὸς ταύτην ἀπάντησις, ἐν οἷς καὶ τὰ περὶ τύπων. 

 [31] Ἀλλ' οὐδὲ εἰ βαπτιζόμεθα, φησίν, εἰς αὐτό, οὐδ' οὕτω δίκαιον μετὰ Θεοῦ τετάχθαι. Καὶ γὰρ «καὶ εἰς τὸν Μωϋσῆν τινες ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ

 [32] Τί οὖν ἐπειδὴ τυπικῶς εἰς Μωϋσῆν ἐβαπτίσθησαν, διὰ τοῦτο μικρὰ ἡ τοῦ βαπτίσματος χάρις Οὕτω μὲν οὖν οὐδ' ἂν ἄλλο τι μέγα εἴη τῶν ἡμετέρων, εἴπε

 [33] Ἀλλὰ καὶ ἡ εἰς τὸν Μωϋσέα πίστις οὐ τὴν εἰς τὸ Πνεῦμα πίστιν ὀλίγου τινὸς ἀξίαν δείκνυσιν: ἀλλὰ κατὰ τὸν τούτων λόγον, μᾶλλον τὴν εἰς τὸν Θεὸν τῶ

  ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ   Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος. 

 [34] Τί οὖν πρὸς τούτοις ἔτι Πολλῶν γὰρ διαλύσεων εὐποροῦσιν. Καὶ εἰς ὕδωρ, φασί, βαπτιζόμεθα, καὶ οὐ δήπου τὸ ὕδωρ πάσης ὁμοῦ τῆς κτίσεως προτιμήσομ

 [35] Ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν περὶ τὸν ἄνθρωπον οἰκονομία ἀνάκλησίς ἐστιν ἀπὸ τῆς ἐκπτώσεως, καὶ ἐπάνοδος εἰς οἰκείωσιν Θεοῦ ἀπὸ τῆς διὰ τὴν παρακο

 [36] Διὰ Πνεύματος ἁγίου ἡ εἰς παράδεισον ἀποκατάστασις: ἡ εἰς βασιλείαν οὐρανῶν ἄνοδος: ἡ εἰς υἱοθεσίαν ἐπάνοδος: ἡ παρρησία τοῦ καλεῖν ἑαυτῶν Πατέρα

  ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ   Ὅτι ἀχώριστον ἐπὶ πάσης ἐννοίας, Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, ἐπί τε τῆς τῶν νοητῶν δημιουργίας καὶ ἐπὶ τῆς τῶν ἀνθρώπων οἰκονομί

 [37] Ἐπὶ οὖν τὸ ἐξ ἀρχῆς ἐπανίωμεν, ὅπως ἐν πᾶσιν ἀχώριστόν ἐστι καὶ ἀδιάστατον παντελῶς Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα. Ἐν τῷ περὶ τοῦ χαρίσματος τῶ

 [38] Μάθοις δ' ἂν τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος κοινωνίαν καὶ ἐκ τῶν δημιουργημάτων τῶν ἐξ ἀρχῆς. Αἱ γὰρ καθαραὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι δ

 [39] Τὰς δὲ περὶ τὸν ἄνθρωπον οἰκονομίας, τὰς ὑπὸ «τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ» κατὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ γενομένας, τίς ἀντερεῖ

 [40] Εὕροι δὲ ἄν τις ἀκριβῶς λογιζόμενος, καὶ ἐπὶ τοῦ καιροῦ τῆς προσδοκωμένης ἐπιφανείας τῆς ἐξ οὐρανῶν τοῦ Κυρίου, μὴ ἀσυντελὲς τὸ Πνεῦμα τὸ ἅγιον,

  ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ   Πρὸς τοὺς λέγοντας μὴ συναριθμεῖσθαι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, ἀλλ' ὑπαριθμεῖσθαι: ἐν ᾧ καὶ περὶ τῆς εὐσεβοῦς συναριθμήσεως κεφα

 [41] Τὴν δὲ ὑπαρίθμησιν ὃ καὶ λέγουσι, καὶ κατὰ τίνος σημαινομένου τὴν φωνὴν ταύτην ἄγουσιν, οὐδὲ ἐπινοῆσαι ῥᾴδιον. Ὅτι μὲν γὰρ ἐκ τῆς τοῦ κόσμου σοφί

 [42] Τί γὰρ λέγουσιν Ὁρᾶτε αὐτῶν τῆς ἀλαζονείας τὰ ῥήματα. Ἡμεῖς τοῖς μὲν ὁμοτίμοις φαμὲν τὴν συναρίθμησιν πρέπειν: τοῖς δὲ πρὸς τὸ χεῖρον παρηλλαγμέ

 [43] Καὶ τὸν Υἱὸν ὑπαριθμεῖσθαι τῷ Πατρὶ λέγετε, καὶ τὸ Πνεῦμα τῷ Υἱῷ, ἢ τῷ Πνεύματι μόνῳ τὴν ὑπαρίθμησιν ἀφορίζετε Εἰ μὲν γὰρ καὶ τὸν Υἱὸν ὑπαριθμεῖ

  ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ   Πῶς ἐν τῇ ὁμολογίᾳ τῶν τριῶν ὑποστάσεων τὸ εὐσεβὲς τῆς μοναρχίας δόγμα διατηροῦμεν, ἐν ᾧ καὶ ὁ κατὰ τῶν τὸ Πνεῦμα ὑπαριθμεῖσθαι φασκό

 [44] Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα παραδιδοὺς ὁ Κύριος, οὐ μετὰ τοῦ ἀριθμοῦ συνεξέδωκεν. Οὐ γὰρ εἶπεν ὅτι εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον: οὐδὲ

 [45] Οὐ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν, ἀφ' ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία λέγοντες, οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον

 [46] Καὶ οὐκ ἐντεῦθεν μόνον τῆς κατὰ τὴν φύσιν κοινωνίας αἱ ἀποδείξεις, ἀλλ' ὅτι καὶ ἐκ τοῦ Θεοῦ εἶναι λέγεται: οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ' ὡς ἐ

 [47] Ἐπειδὴ δὲ διὰ δυνάμεως φωτιστικῆς τῷ κάλλει τῆς τοῦ Θεοῦ τοῦ ἀοράτου εἰκόνος ἐνατενίζομεν, καὶ δι' αὐτῆς ἀναγόμεθα ἐπὶ τὸ ὑπέρκαλον τοῦ ἀρχετύπου

  ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ   Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα. 

 [48] Ἔστω ταῦτα, φησίν, ἀλλ' οὐχὶ καὶ δόξα πάντως ὀφειλομένη ἐστὶ τῷ Πνεύματι, ὥστε δοξολογίαις ἀνυψοῦσθαι παρ' ἡμῶν. Πόθεν ἂν οὖν τῆς ὑπερεχούσης πάν

 [49] Αἱ δὲ ἐνέργειαι τίνες Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς μὲν γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα τίνες ἦσαν αὐτοῦ

 [50] Ἀλλὰ «καὶ ἐντυγχάνει, φησίν, ὑπὲρ ἡμῶν». Ὥστε ὅσον ἱκέτης τοῦ εὐεργέτου λείπεται, τοσοῦτον τὸ Πνεῦμα κατὰ τὴν ἀξίαν ἀποπέπτωκε τοῦ Θεοῦ. Σὺ δὲ οὔ

  ΚΕΦΑΛΑΙΟΝ Κʹ   Πρὸς τοὺς λέγοντας μήτε ἐν δουλικῇ τάξει μήτε ἐν δεσποτικῇ εἶναι τὸ Πνεῦμα, ἀλλ' ἐν τῇ τῶν ἐλευθέρων. 

 [51] Οὔτε δοῦλόν φησιν, οὔτε δεσπότην, ἀλλ' ἐλεύθερον. Ὢ τῆς δεινῆς ἀναλγησίας, ὢ τῆς ἐλεεινῆς ἀφοβίας τῶν ταῦτα λεγόντων. Τί πλέον αὐτῶν ὀδύρωμαι τὸ

  ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ   Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα. 

 [52] Καὶ τί δεῖ ἐκ τῶν ταπεινῶν ἀπομαχομένους, αἰσχρῶς τὴν νίκην κατακτᾶσθαι τῷ λόγῳ, ἐξὸν τῇ παραθέσει τῶν σεμνοτέρων ἀναντίρρητον τὴν ὑπερβολὴν τῆς

  ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ   Σύστασις τῆς κατὰ τὴν φύσιν κοινωνίας τοῦ Πνεύματος, ἐκ τοῦ ὁμοίως εἶναι Πατρὶ καὶ Υἱῷ πρὸς θεωρίαν δυσέφικτον. 

 [53] Οὐ μόνον δὲ ἐξ ὧν τὰς αὐτὰς προσηγορίας ἔχει καὶ κοινωνόν ἐστι τῶν ἐνεργειῶν Πατρὶ καὶ Υἱῷ, τὸ ὑπερέχον αὐτοῦ τῆς φύσεως γνώριμον, ἀλλὰ καὶ ἐξ ὧν

  ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ   Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις. 

 [54] Τῶν μὲν οὖν ἄλλων ἑκάστη δυνάμεων ἐν περιγραπτῷ τόπῳ τυγχάνειν πεπίστευται. Ὁ γὰρ τῷ Κορνηλίῳ ἐπιστὰς ἄγγελος, οὐκ ἦν ἐν ταὐτῷ καὶ παρὰ τῷ Φιλίππ

  ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ   Ἔλεγχος τῆς ἀτοπίας τῶν μὴ δοξαζόντων τὸ Πνεῦμα ἐκ τῆς πρὸς τὰ ἐν τῇ κτίσει δοξαστὰ παραθέσεως. 

 [55] Εἶτα «δόξῃ μὲν καὶ τιμῇ ἐστεφάνωται» ὁ κοινὸς ἄνθρωπος, καὶ «δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ποιοῦντι τὸ ἀγαθὸν» ἐν ἐπαγγελίαις ἀπόκειται. Ἔστι

 [56] Σκεψώμεθα οὖν τὰ καθέκαστον. Φύσει ἐστὶν ἀγαθόν, ὡς ἀγαθὸς ὁ Πατὴρ καὶ ἀγαθὸς ὁ Υἱός. Ἡ κτίσις δὲ ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ μέτοχός ἐστι τῆς ἀγαθότ

 [57] Ἐν ἡμῖν, φησί, τὸ Πνεῦμα ὡς δῶρόν ἐστι παρὰ τοῦ Θεοῦ. Οὐ δήπου δὲ τὸ δῶρον ταῖς ἴσαις τιμαῖς τῷ δεδωκότι σεμνύνεται. Δῶρον μὲν οὖν Θεοῦ τὸ Πνεῦμα

  ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ   Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν. 

 [58] Πῶς οὖν, φησίν, ἡ Γραφὴ οὐδαμοῦ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα παρέδωκεν, ἀλλὰ πεφυλαγμένως ἐξέκλινε τὸ ‘σὺν τῷ Πνεύματι’ εἰπεῖν πανταχο

 [59] Ἡμεῖς γὰρ ἀμφοτέρας ἐν τῇ τῶν πιστῶν χρήσει καταλαμβάνοντες τὰς ῥήσεις, ἀμφοτέραις κεχρήμεθα: τὴν μὲν δόξαν τῷ Πνεύματι ὁμοίως ἀφ' ἑκατέρας πληρο

 [60] Πρὸς δὲ τὴν ἐν συλλαβὴν ἐκεῖνο μάλιστα τὸ διάφορον ἔχει, ὅτι ἡ μὲν σὺν τὴν πρὸς ἀλλήλους συνάφειαν τῶν κοινωνούντων παρίστησιν, οἷον τῶν συμπλεόν

  ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ   Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται. 

 [61] Ἐμοὶ τοίνυν σκοπουμένῳ δοκεῖ, ἁπλῆς καὶ συντόμου τῆς ἐκφωνήσεως οὔσης, πολλὰ καὶ ποικίλα εἶναι τὰ δι' αὐτῆς σημαινόμενα. Ὁσαχῶς γὰρ λέγεται τὸ ἐν

 [62] Ὃ δὲ παράδοξον μὲν εἰπεῖν, ἀληθὲς δὲ οὐδενὸς ἔλαττον, ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπ

 [63] Ἐν μὲν οὖν τοῖς γεννητοῖς οὕτω πολυμερῶς καὶ πολυτρόπως ἐνεῖναι λέγεται τὸ Πνεῦμα: Πατρὶ δὲ καὶ Υἱῷ οὐχὶ ἐνεῖναι μᾶλλον, ἀλλὰ συνεῖναι εἰπεῖν εὐσ

 [64] Δεύτερος δὲ νοῦς, οὐδὲ αὐτὸς ἀπόβλητος: ὅτι ὥσπερ ἐν τῷ Υἱῷ ὁρᾶται ὁ Πατήρ, οὕτως ὁ Υἱὸς ἐν τῷ Πνεύματι. Ἡ τοίνυν ἐν τῷ Πνεύματι προσκύνησις, τὴν

  ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ   Πόθεν ἡ σὺν ἤρξατο συλλαβὴ καὶ ποίαν δύναμιν ἔχει, ἐν ᾧ καὶ τὰ περὶ τῶν ἀγράφων τῆς Ἐκκλησίας νομίμων. 

 [65] Τίνος οὖν ἕνεκεν, φασίν, ἰδίως προσηκούσης τῷ Πνεύματι τῆς ἐν συλλαβῆς, καὶ εἰς πᾶσαν ἡμῖν τὴν περὶ αὐτοῦ ἔννοιαν ἐξαρκούσης, τὴν καινὴν ταύτην ὑ

 [66] Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέ

 [67] Ἐπιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα τῆς Ἐκκλησίας μυστήρια διηγούμενον. Ἐῶ τἄλλα: αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πν

 [68] Εἴρηται μὲν οὖν τίς ἡ δύναμις ἑκατέρας τῆς ἐκφωνήσεως. Εἰρήσεται δὲ καὶ πάλιν, ὅπη τε συμφωνοῦσιν ἀλλήλαις καὶ ὅπη διίστανται: οὐκ ἀπομαχόμεναι π

  ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ   Ὅτι ἃ περὶ τῶν ἀνθρώπων λέγει ἡ Γραφὴ ὡς συμβασιλευόντων Χριστῷ, ταῦτα περὶ τοῦ Πνεύματος οὐ συγχωροῦσιν οἱ ἀντιλέγοντες. 

 [69] Ἴδωμεν δὲ καὶ εἴ τινα ἀπολογίαν τοῖς πατράσιν ἡμῶν τῆς χρήσεως ταύτης ἐπινοήσομεν. Οἱ γὰρ τὴν ἀρχὴν παρασχόντες τῷ λόγῳ, μᾶλλον ἡμῶν ὑπόκεινται τ

 [70] Αἰσχύνομαι ἐπαγαγεῖν τὰ λειπόμενα, ὅτι σὺ μὲν συνδοξασθήσεσθαι Χριστῷ προσδοκᾷς_«εἴπερ γὰρ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν»_, τὸ δὲ Πνεῦμα τῆς

  ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ   Ἀπαρίθμησις τῶν ἐν τῇ Ἐκκλησίᾳ διαφανῶν, ὅσοι ἐχρήσαντο ἐν τοῖς συγγράμμασιν ἑαυτῶν τῇ φωνῇ σύν. 

 [71] Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν, ἐκεῖνο λέγομεν: ὅτι εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παραδεχθήτ

 [72] Εἰρηναῖος ἐκεῖνος, καὶ Κλήμης ὁ Ῥωμαῖος, καὶ Διονύσιος ὁ Ῥωμαῖος, καὶ ὁ Ἀλεξανδρεὺς Διονύσιος, ὃ καὶ παράδοξον ἀκοῦσαι, ἐν τῇ δευτέρᾳ πρὸς τὸν ὁμ

 [73] Ἤδη δὲ καὶ Ὠριγένην ἐν πολλαῖς τῶν εἰς τοὺς ψαλμοὺς διαλέξεων εὕρομεν, σὺν τῷ ἁγίῳ Πνεύματι τὴν δόξαν ἀποδιδόντα, ἄνδρα οὐδὲ πάνυ τι ὑγιεῖς περὶ

 [74] Γρηγόριον δὲ τὸν μέγαν καὶ τὰς ἐκείνου φωνὰς ποῦ θήσομεν ἆρ' οὐχὶ μετὰ τῶν ἀποστόλων καὶ προφητῶν ἄνδρα τῷ αὐτῷ πνεύματι ἐκείνοις περιπατήσαντα

 [75] Πῶς οὖν καινοτόμος ἐγώ, καὶ νεωτέρων ῥημάτων δημιουργός, ἔθνη ὅλα καὶ πόλεις, καὶ ἔθος πάσης μνήμης ἀνθρωπίνης πρεσβύτερον, καὶ ἄνδρας στύλους τῆ

  ΚΕΦΑΛΑΙΟΝ Λʹ   Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως. 

 [76] Τίνι οὖν ὁμοιώσομεν τὴν παροῦσαν κατάστασιν Ἦ που ὁμοία ἐστὶ πολέμῳ τινὶ ναυτικῷ, ὃν ἐκ παλαιῶν προσκρουσμάτων, πολὺν κατ' ἀλλήλων τὸν θυμὸν θρέ

 [77] Μετάβα δή μοι ἀπὸ τῆς εἰκόνος ἐπ' αὐτὸ τοῦ κακοῦ τὸ ἀρχέτυπον. Οὐχὶ πάλαι μέν πως ἐδόκει τὸ Ἀρειανὸν σχίσμα εἰς ἀντίπαλον μοῖραν ἀποκριθὲν τῇ Ἐκκ

 [78] Διὰ ταῦτα λυσιτελεστέραν τοῦ λόγου τὴν σιωπὴν ἐτιθέμην, ὡς οὐ δυναμένης φωνῆς ἀνθρώπου διὰ τοσούτων θορύβων εἰσακουσθῆναι. Εἰ γὰρ ἀληθῆ τὰ τοῦ Ἐκ

 [79] Τούτων μὲν οὖν πάντων ἕνεκεν σιωπᾶν ἔδει, ἀλλ' ἀνθεῖλκε γὰρ ἑτέρωθεν ἡ ἀγάπη, οὐ ζητοῦσα τὸ ἑαυτῆς, καὶ νικᾶν ἀξιοῦσα πᾶσαν καιρῶν καὶ πραγμάτων

52. But why get an unfair victory for our argument by fighting over these undignified questions, when it is within our power to prove that the excellence of the glory is beyond dispute by adducing more lofty considerations? If, indeed, we repeat what we have been taught by Scripture, every one of the Pneumatomachi will peradventure raise a loud and vehement outcry, stop their ears, pick up stones or anything else that comes to hand for a weapon, and charge against us. But our own security must not be regarded by us before the truth. We have learnt from the Apostle, “the Lord direct your hearts into the love of God and into the patient waiting for Christ”  1  2 Thess. iii. 5. A note of the Benedictine Editors on this passage says: “It must be admitted that these words are not found in the sacred text and are wanting in three manuscripts of this work. Moreover, in the Regius Quintus they are only inserted by a second hand, but since they are shortly afterwards repeated by Basil, as though taken from the sacred context, I am unwilling to delete them, and it is more probable that they were withdrawn from the manuscripts from which they are wanting because they were not found in the apostle, then added, without any reason at all, to the manuscripts in which they occur.”  for our tribulations . Who is the Lord that directs into the love of God and into the patient waiting for Christ for tribulations? Let those men answer us who are for making a slave of the Holy Spirit. For if the argument had been about God the Father, it would certainly have said, ‘the Lord direct you into His own love,’ or if about the Son, it would have added ‘into His own patience.’ Let them then seek what other Person there is who is worthy to be honoured with the title of Lord. And parallel with this is that other passage, “and the Lord make you to increase and abound in love one toward another, and toward all men, even as we do towards you; to the end He may establish your hearts unblamable in holiness before God, even our Father, at the coming of our Lord Jesus Christ with all His saints.”  2  1 Thess. iii. 12, 13. Now what Lord does he entreat to stablish the hearts of the faithful at Thessalonica, unblamable in holiness before God even our Father, at the coming of our Lord? Let those answer who place the Holy Ghost among the ministering spirits that are sent forth on service. They cannot. Wherefore let them hear yet another testimony which distinctly calls the Spirit Lord. “The Lord,” it is said, “is that Spirit;” and again “even as from the Lord the Spirit.”  3  2 Cor. iii. 17, 18, R.V. In Adv. Eunom. iii. 3 St. Basil had quoted v. 17 of the Son, making πνεῦμα descriptive of our Lord. “This was written,” adds Mr. C.F.H. Johnston, “during St. Basil’s presbyterate, at least ten years earlier.” But to leave no ground for objection, I will quote the actual words of the Apostle;—“For even unto this day remaineth the same veil untaken away in the reading of the Old Testament, which veil is done away in Christ.…Nevertheless, when it shall turn to the Lord, the veil shall be taken away. Now the Lord is that Spirit.”  4  2 Cor. iii. 14, 16, 17. Why does he speak thus? Because he who abides in the bare sense of the letter, and in it busies himself with the observances of the Law, has, as it were, got his own heart enveloped in the Jewish acceptance of the letter, like a veil; and this befalls him because of his ignorance that the bodily observance of the Law is done away by the presence of Christ, in that for the future the types are transferred to the reality. Lamps are made needless by the advent of the sun; and, on the appearance of the truth, the occupation of the Law is gone, and prophecy is hushed into silence. He, on the contrary, who has been empowered to look down into the depth of the meaning of the Law, and, after passing through the obscurity of the letter, as through a veil, to arrive within things unspeakable, is like Moses taking off the veil when he spoke with God. He, too, turns from the letter to the Spirit. So with the veil on the face of Moses corresponds the obscurity of the teaching of the Law, and spiritual contemplation with the turning to the Lord. He, then, who in the reading of the Law takes away the letter and turns to the Lord,—and the Lord is now called the Spirit,—becomes moreover like Moses, who had his face glorified by the manifestation of God. For just as objects which lie near brilliant colours are themselves tinted by the brightness which is shed around, so is he who fixes his gaze firmly on the Spirit by the Spirit’s glory somehow transfigured into greater splendour, having his heart lighted up, as it were, by some light streaming from the truth of the Spirit.  5  cf.2 Cor. iii. 18. And, this is “being changed from  6  St. Basil gives ἀπό the sense of “by.” So Theodoret, Œcum., Theophylact, Bengel. cf. Alford in loc. The German is able to repeat the prep., as in Greek and Latin, “von einer Klarheit zu der andern, als vom Herrn.” the glory” of the Spirit “into” His own “glory,” not in niggard degree, nor dimly and indistinctly, but as we might expect any one to be who is enlightened by  7  ἀπό. the Spirit. Do you not, O man, fear the Apostle when he says “Ye are the temple of God, and the Spirit of God dwelleth in you”?  8  1 Cor. iii. 16. Could he ever have brooked to honour with the title of “temple” the quarters of a slave? How can he who calls Scripture “God-inspired,”  9  2 Tim. iii. 16. because it was written through the inspiration of the Spirit, use the language of one who insults and belittles Him?

1 2 Thess. iii. 5. A note of the Benedictine Editors on this passage says: “It must be admitted that these words are not found in the sacred text and are wanting in three manuscripts of this work. Moreover, in the Regius Quintus they are only inserted by a second hand, but since they are shortly afterwards repeated by Basil, as though taken from the sacred context, I am unwilling to delete them, and it is more probable that they were withdrawn from the manuscripts from which they are wanting because they were not found in the apostle, then added, without any reason at all, to the manuscripts in which they occur.”
2 1 Thess. iii. 12, 13.
3 2 Cor. iii. 17, 18, R.V. In Adv. Eunom. iii. 3 St. Basil had quoted v. 17 of the Son, making πνεῦμα descriptive of our Lord. “This was written,” adds Mr. C.F.H. Johnston, “during St. Basil’s presbyterate, at least ten years earlier.”
4 2 Cor. iii. 14, 16, 17.
5 cf.2 Cor. iii. 18.
6 St. Basil gives ἀπό the sense of “by.” So Theodoret, Œcum., Theophylact, Bengel. cf. Alford in loc. The German is able to repeat the prep., as in Greek and Latin, “von einer Klarheit zu der andern, als vom Herrn.”
7 ἀπό.
8 1 Cor. iii. 16.
9 2 Tim. iii. 16.

[52] Καὶ τί δεῖ ἐκ τῶν ταπεινῶν ἀπομαχομένους, αἰσχρῶς τὴν νίκην κατακτᾶσθαι τῷ λόγῳ, ἐξὸν τῇ παραθέσει τῶν σεμνοτέρων ἀναντίρρητον τὴν ὑπερβολὴν τῆς δόξης ἐπιδεικνύναι; Εἰ δὲ λέγοιμεν ἃ παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν, τάχα που μέγα καὶ σφοδρὸν ἀνακράξονται, καὶ συσχόντες τὰ ὦτα, ἀράμενοι λίθους, ἢ ὅ τι ἂν τύχοι παραφανέν, τοῦτο τῶν Πνευματομάχων ἕκαστος ὅπλον ποιησάμενος, ἐφ' ἡμᾶς ἥξουσιν. Οὐ μὴν πρό γε τῆς ἀληθείας τιμητέα ἡμῖν ἡ ἀσφάλεια. Εὕρομεν τοίνυν παρὰ τῷ ἀποστόλῳ: «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ ὑπὲρ τῶν Θλίψεων.» Τίς ὁ κατευθύνων Κύριος εἰς τὴν τοῦ Θεοῦ ἀγάπην καὶ εἰς τὴν ὑπὲρ τῶν θλίψεων τοῦ Χριστοῦ ὑπομονήν; Ἀποκρινάσθωσαν ἡμῖν οἱ τὸ Πνεῦμα καταδουλούμενοι. Εἴτε γὰρ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ λόγος, πάντως ἂν εἴρητο: Ὁ δὲ Κύριος ὑμᾶς κατευθύναι εἰς τὴν ἑαυτοῦ ἀγάπην: εἴτε περὶ τοῦ Υἱοῦ, προσέκειτο ἂν εἰς τὴν ἑαυτοῦ ὑπομονήν. Ζητείτωσαν οὖν τί ἐστιν ἄλλο πρόσωπον, ὃ τῇ προσηγορίᾳ τοῦ Κυρίου τιμᾶσθαι ἄξιον. Παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἑτέρωθι κείμενον, τό: «Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι ἐν ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιασμῷ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.» Ποῖον Κύριον εὔχεται ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν, ἀμέμπτους τὰς καρδίας ἐστηριγμένας ἐν ἁγιωσύνῃ τῶν ἐν Θεσσαλονίκῃ πιστῶν στηρίξαι; Ἀποκρινάσθωσαν ἡμῖν οἱ μετὰ τῶν λειτουργικῶν πνευμάτων τῶν πρὸς διακονίαν ἀποστελλομένων τὸ ἅγιον Πνεῦμα τιθέντες. Ἀλλ' οὐκ ἔχουσι. Διόπερ ἀκουέτωσαν καὶ ἑτέρας μαρτυρίας διαρρήδην καὶ αὐτῆς κυριολογούσης τὸ Πνεῦμα. «Ὁ δὲ Κύριος, φησί, τὸ Πνεῦμά ἐστι.» Καὶ πάλιν: «Καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ὥστε δὲ μηδεμίαν ἀντιλογίας ἀφορμὴν καταλιπεῖν, αὐτὴν παραθήσομαι τοῦ ἀποστόλου τὴν λέξιν: «Ἄχρι γὰρ τῆς σήμερον, τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται. Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι.» Τί τοῦτο λέγων; Ὅτι ὁ ψιλῇ τῇ διανοίᾳ τοῦ γράμματος προσκαθήμενος καὶ αὐτοῦ που περὶ τὰ νομικὰ παρατηρήματα διατρίβων, οἷόν τινι παραπετάσματι τῇ Ἰουδαϊκῇ τοῦ γράμματος ἐκδοχῇ τὴν καρδίαν ἑαυτοῦ συγκεκάλυπται: καὶ τοῦτο πάσχει παρὰ τὸ ἀγνοεῖν ὅτι ἡ σωματικὴ τοῦ νόμου τήρησις ἐν τῇ ἐπιδημίᾳ τοῦ Χριστοῦ καταργεῖται, τῶν τύπων λοιπὸν μεταληφθέντων εἰς τὴν ἀλήθειαν. Ἀργοῦσι γὰρ λύχνοι τῇ τοῦ ἡλίου παρουσίᾳ: καὶ σχολάζει ὁ νόμος, καὶ προφητεῖαι κατασιγάζονται, τῆς ἀληθείας ἀναφανείσης. Ὁ μέντοι δυνηθεὶς ἐπὶ τὸ βάθος διακύψαι τῆς νομικῆς ἐννοίας, καὶ τὴν ἐκ τοῦ γράμματος ἀσάφειαν, οἷόν τι καταπέτασμα, διασχών, εἴσω γενέσθαι τῶν ἀπορρήτων, οὗτος ἐμιμήσατο τὸν Μωϋσῆν, ἐν τῷ διαλέγεσθαι τῷ Θεῷ, περιαιροῦντα τὸ κάλυμμα, ἐπιστρέφων καὶ αὐτὸς ἀπὸ τοῦ γράμματος πρὸς τὸ πνεῦμα. Ὥστε ἀναλογεῖν τῷ μὲν ἐπὶ τοῦ προσώπου Μωϋσέως καλύμματι τὴν τῶν νομικῶν διδαγμάτων ἀσάφειαν: τῇ δὲ ἐπιστροφῇ, τῇ πρὸς τὸν Κύριον, τὴν πνευματικὴν θεωρίαν. Ὁ οὖν ἐν τῇ ἀναγνώσει τοῦ νόμου περιελὼν τὸ γράμμα, ἐπιστρέφει πρὸς τὸν Κύριον_ὁ δὲ Κύριος νῦν τὸ Πνεῦμα λέγεται_, καὶ ὅμοιος γίνεται Μωϋσεῖ ἐκ τῆς ἐπιφανείας τοῦ Θεοῦ τὸ πρόσωπον δεδοξασμένον ἔχοντι. Ὡς γὰρ τὰ τοῖς ἀνθηροῖς χρώμασι παρακείμενα, ἐκ τῆς περιρρεούσης αὐγῆς καὶ αὐτὰ καταχρώννυται: οὕτως ὁ ἐναργῶς ἐνατενίσας τῷ Πνεύματι, ἐκ τῆς ἐκείνου δόξης μεταμορφοῦταί πως πρὸς τὸ φανότερον, οἷόν τινι φωτί, τῇ ἐκ τοῦ Πνεύματος ἀληθείᾳ τὴν καρδίαν καταλαμπόμενος. Καὶ τοῦτό ἐστι τὸ ‘μεταμορφοῦσθαι ἀπὸ τῆς δόξης τοῦ Πνεύματος εἰς τὴν οἰκείαν δόξαν’, οὐ μικρολόγως, οὐδὲ ἀμυδρῶς, ἀλλ' ἐπὶ τοσοῦτον ἐφ' ὅσον ἐστὶν εἰκὸς τὸν ἀπὸ τοῦ Πνεύματος φωτιζόμενον. Οὐ δυσωπῇ, ἄνθρωπε, τὸν ἀπόστολον λέγοντα ὅτι «Ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν»; Ἆρα τὸ δουλικὸν οἰκητήριον κατεδέξατο ἄν ποτε τῇ τοῦ ναοῦ προσηγορίᾳ τιμῆσαι; Τί δὲ ὁ «θεόπνευστον» τὴν Γραφὴν ὀνομάζων, διὰ τῆς ἐπιπνοίας τοῦ ἁγίου Πνεύματος συγγραφεῖσαν, μὴ τοῖς τοῦ καθυβρίζοντος καὶ κατασμικρύνοντος αὐτὸ προσρήμασι κέχρηται;