ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ πρὸς τὸν ἐν ἁγίοις Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου.   

 [1] Ἐπῄνεσα τὸ φιλομαθές σου καὶ φιλόπονον τοῦ τρόπου, καὶ ἥσθην γε ὑπερφυῶς τῷ ἐπιστατικῷ καὶ νηφαλίῳ τῆς διανοίας, δι' ἣν οὐδεμίαν ἀδιερεύνητον οἴει

 [2] Εἰ δὲ τῷ «ἀνοήτῳ ἐπερωτήσαντι σοφία λογισθήσεται», τὸν συνετὸν ἀκροατήν, τὸν ὑπὸ τοῦ προφήτου «τῷ θαυμαστῷ συμβούλῳ» παραζευχθέντα, πόσου ἄξιον λο

 [3] Προσευχομένῳ μοι πρῴην μετὰ τοῦ λαοῦ, καὶ ἀμφοτέρως τὴν δοξολογίαν ἀποπληροῦντι τῷ Θεῷ καὶ Πατρί, νῦν μὲν μετὰ τοῦ Υἱοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ, ν

  ΚΕΦΑΛΑΙΟΝ Βʹ   Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις. 

 [4] Ἡ περὶ τὰς συλλαβὰς καὶ τὰς λέξεις τῶν ἀνδρῶν τούτων μικρολογία οὐχ ἁπλῆ τίς ἐστιν, ὡς ἄν τῳ δόξαι, οὐδὲ εἰς μικρὸν τοῦ κακοῦ φέρουσα, ἀλλὰ βαθεῖα

  ΚΕΦΑΛΑΙΟΝ Γʹ   Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία. 

 [5] Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην καὶ ἡ τῶν ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι' οὗ κεχωρισμένοις κατὰ τὴν φύσιν πράγμασι προσδ

  ΚΕΦΑΛΑΙΟΝ Δʹ   Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις. 

 [6] Ἡμεῖς δὲ κεχρῆσθαι μὲν πολλαχοῦ ταῖς φωναῖς ταύταις καὶ τὸν τῆς ἀληθείας λόγον ὁμολογοῦμεν: οὐ μὴν τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντω

  ΚΕΦΑΛΑΙΟΝ Εʹ   Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος. 

 [7] Τὰ μὲν δὴ ἐκείνων, τοιαῦτα: ἡμεῖς δὲ δείξομεν ὃ προεθέμεθα, ὅτι οὔτε ὁ Πατὴρ τὸ ἐξ οὗ λαβὼν τῷ Υἱῷ προσέρριψε τὸ δι' οὗ, οὔτε ὁ Υἱὸς πάλιν τὸ Πνεῦ

 [8] Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς περιπίπτειν Εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσο

 [9] Γράφων ὁ ἀπόστολος πρὸς Ἐφεσίους, φησίν: «Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συνα

 [10] Ὅτι δὲ τὴν δι' οὗ φωνὴν ὁμοίως ἐπί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ Γραφὴ παραδέχεται, ἤδη δεικτέον. Ἐπὶ μὲν δὴ τοῦ Υἱοῦ παρέλκον ἂν εἴη

 [11] Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῆς ἐν συλλαβῆς εἰπεῖν ἔχομεν, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν χρῆσιν αὐτῆς ἡ Γραφὴ παραδέδεκται, ὡς ἐπὶ μὲν Παλαιᾶ

 [12] Οὐ μόνον δὲ ἐπὶ τῆς θεολογίας αἱ χρήσεις τῶν φωνῶν ἐπαλλάττονται, ἀλλ' ἤδη καὶ πρὸς τὰ ὑπ' ἀλλήλων σημαινόμενα πολλάκις ἀντιμεθίστανται, ὅταν ἑτέ

  ΚΕΦΑΛΑΙΟΝ Ϛʹ   Ἀπάντησις πρὸς τοὺς ἀποφαινομένους, μὴ μετὰ Πατρὸς εἶναι τὸν Υἱόν, ἀλλὰ μετὰ τὸν Πατέρα, ἐν ᾧ τὰ περὶ τῆς ὁμοτίμου δόξης. 

 [13] Καὶ μὴν οὐδὲ πρὸς τὴν ἐξ ἀγνοίας συγγνώμην δυνατὸν αὐτοὺς καταφυγεῖν, οὕτω τεχνικῶς καὶ κακοήθως τὸν λόγον ὑπολαμβάνοντας. Οἵγε προδήλως ἡμῖν χαλ

 [14] Ἡμεῖς δὲ ἐκεῖνο πρῶτον αὐτοὺς ἐρωτήσωμεν, τὸ μετὰ τὸν Πατέρα πῶς τὸν Υἱὸν λέγουσιν ὡς χρόνῳ νεώτερον, ἢ ὡς τάξει, ἢ ὡς ἀξίᾳ Ἀλλὰ χρόνῳ μέν, οὐδ

 [15] Εἰ δ' ὡς ἐν τόπῳ ὑποκειμένῳ ὑπόβασίν τινα τοῦ Υἱοῦ νοοῦσι πρὸς τὸν Πατέρα, ὥστε ὑπεράνω μὲν τὸν Πατέρα καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸ

  ΚΕΦΑΛΑΙΟΝ Ζʹ   Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ. 

 [16] Ἀλλὰ τὸ μετ' αὐτοῦ λέγειν, φασίν, ἀπεξενωμένον παντελῶς καὶ ἀσύνηθες: τὸ δὲ δι' αὐτοῦ, τῷ τε λόγῳ τῆς Γραφῆς οἰκειότατον, καὶ ἐν τῇ χρήσει τῆς ἀδ

  ΚΕΦΑΛΑΙΟΝ Ηʹ   Ποσαχῶς τὸ δι' οὗ, καὶ ἐπὶ ποίας ἐννοίας ἁρμοδιώτερον τὸ μεθ' οὗ: ἐν ᾧ καὶ ἐξήγησις, πῶς ἐντολὴν λαμβάνει ὁ Υἱὸς καὶ πῶς ἀποστέλλεται.

 [17] Ὅταν οὖν ὁ ἀπόστολος εὐχαριστῇ «τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ», καὶ πάλιν δι' αὐτοῦ λέγῃ τὴν χάριν εἰληφέναι «καὶ τὴν ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν

 [18] Δι' αὐτοῦ γὰρ πᾶσα βοήθεια τῶν ψυχῶν, καὶ καθ' ἕκαστον εἶδος ἐπιμελείας ἰδιάζουσά τις προσηγορία ἐπινενόηται. Ὅταν μὲν γὰρ τὴν ἄμωμον ψυχήν, τὴν

 [19] Ὁποία δὲ πάλιν καὶ ἡ παρὰ τοῦ Πατρὸς εἰς ἡμᾶς δι' αὐτοῦ χορηγία τῶν ἀγαθῶν, ἑξῆς ἂν εἴη λέγειν. Ὅτι πάσης τῆς φύσεως, τῆς ἐν τῇ κτίσει, τῇ τε ὁρω

 [20] Ὅταν οὖν λέγῃ: «Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα», καὶ πάλιν: «Καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ», καί: «Ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ

 [21] «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα», οὐ τὸν χαρακτῆρα, οὐδὲ τὴν μορφήν: καθαρὰ γὰρ συνθέσεως ἡ θεία φύσις: ἀλλὰ τὸ ἀγαθὸν τοῦ θελήματος, ὅπερ σύνδ

  ΚΕΦΑΛΑΙΟΝ Θʹ   Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ. 

 [22] Ἤδη δὲ καὶ περὶ τοῦ Πνεύματος τὰς κοινὰς ἡμῶν ἐννοίας ὁποῖαί τινές εἰσιν ἐξετάσωμεν, τάς τε ἐκ τῶν Γραφῶν περὶ αὐτοῦ συναχθείσας ἡμῖν καὶ ἃς ἐκ τ

 [23] Οἰκείωσις δὲ Πνεύματος πρὸς ψυχὴν οὐχ ὁ διὰ τόπου προσεγγισμὸς_πῶς γὰρ ἂν πλησιάσαι τῷ ἀσωμάτῳ σωματικῶς _ἀλλ' ὁ χωρισμὸς τῶν παθῶν, ἅπερ ἀπὸ τῆ

  ΚΕΦΑΛΑΙΟΝ Ιʹ   Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. 

 [24] Οὐ χρή, φασί, Πατρὶ καὶ Υἱῷ συντετάχθαι τὸ ἅγιον Πνεῦμα, διά τε τὸ τῆς φύσεως ἀλλότριον καὶ τὸ τῆς ἀξίας καταδεές. Πρὸς οὓς δίκαιον τὴν τῶν ἀποστ

 [25] Ἀλλ' ἡ μὲν παρασκευὴ τοῦ καθ' ἡμῶν πολέμου ἐξήρτυται καὶ πᾶσα διάνοια πρὸς ἡμᾶς τέταται, καὶ γλῶσσαι βλασφήμων ὧδε τοξεύουσι σφοδρότερον βάλλουσα

 [26] Χριστιανοὶ πόθεν ἡμεῖς Διὰ τῆς πίστεως, πᾶς τις ἂν εἴποι. Σῳζόμεθα δὲ τίνα τρόπον Ἀναγεννηθέντες δηλονότι διὰ τῆς ἐν τῷ βαπτίσματι χάριτος. Πόθ

  ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ   Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι. 

 [27] Τίνι οὐαί τίνι θλῖψις τίνι ἀπορία καὶ σκότος τίνι αἰωνία κατάκρισις Οὐ τοῖς παραβάταις οὐ τοῖς τὴν πίστιν ἀρνησαμένοις Τίς δὲ τῆς ἀρνήσεως

  ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ   Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα. 

 [28] Καὶ μηδένα παρακρουέσθω τὸ τοῦ ἀποστόλου, ὡς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, ἐπὶ τῆς τοῦ βαπτίσματος μνήμης πολλάκις παραλιμπάνοντος

  ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ   Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν. 

 [29] Ἀλλὰ καὶ ἕτερα, φησί, συναριθμούμενα Πατρὶ καὶ Υἱῷ, οὐχὶ καὶ συνδοξάζεται πάντως. Ὡς ὁ ἀπόστολος ἀγγέλους συμπαρελάβετο, εἰς τὴν διαμαρτυρίαν τὴν

 [30] Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ λόγου τινὰ διακονίαν πεπιστευμένοι, οὐδένα χρόνον διαμαρτυρόμενοι παύονται, ἀλλὰ καὶ τὸν οὐρανὸν κα

  ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ   Ἔνστασις, ὅτι καὶ εἰς Μωϋσῆν τινες ἐβαπτίσθησαν, καὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ πρὸς ταύτην ἀπάντησις, ἐν οἷς καὶ τὰ περὶ τύπων. 

 [31] Ἀλλ' οὐδὲ εἰ βαπτιζόμεθα, φησίν, εἰς αὐτό, οὐδ' οὕτω δίκαιον μετὰ Θεοῦ τετάχθαι. Καὶ γὰρ «καὶ εἰς τὸν Μωϋσῆν τινες ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ

 [32] Τί οὖν ἐπειδὴ τυπικῶς εἰς Μωϋσῆν ἐβαπτίσθησαν, διὰ τοῦτο μικρὰ ἡ τοῦ βαπτίσματος χάρις Οὕτω μὲν οὖν οὐδ' ἂν ἄλλο τι μέγα εἴη τῶν ἡμετέρων, εἴπε

 [33] Ἀλλὰ καὶ ἡ εἰς τὸν Μωϋσέα πίστις οὐ τὴν εἰς τὸ Πνεῦμα πίστιν ὀλίγου τινὸς ἀξίαν δείκνυσιν: ἀλλὰ κατὰ τὸν τούτων λόγον, μᾶλλον τὴν εἰς τὸν Θεὸν τῶ

  ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ   Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος. 

 [34] Τί οὖν πρὸς τούτοις ἔτι Πολλῶν γὰρ διαλύσεων εὐποροῦσιν. Καὶ εἰς ὕδωρ, φασί, βαπτιζόμεθα, καὶ οὐ δήπου τὸ ὕδωρ πάσης ὁμοῦ τῆς κτίσεως προτιμήσομ

 [35] Ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν περὶ τὸν ἄνθρωπον οἰκονομία ἀνάκλησίς ἐστιν ἀπὸ τῆς ἐκπτώσεως, καὶ ἐπάνοδος εἰς οἰκείωσιν Θεοῦ ἀπὸ τῆς διὰ τὴν παρακο

 [36] Διὰ Πνεύματος ἁγίου ἡ εἰς παράδεισον ἀποκατάστασις: ἡ εἰς βασιλείαν οὐρανῶν ἄνοδος: ἡ εἰς υἱοθεσίαν ἐπάνοδος: ἡ παρρησία τοῦ καλεῖν ἑαυτῶν Πατέρα

  ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ   Ὅτι ἀχώριστον ἐπὶ πάσης ἐννοίας, Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, ἐπί τε τῆς τῶν νοητῶν δημιουργίας καὶ ἐπὶ τῆς τῶν ἀνθρώπων οἰκονομί

 [37] Ἐπὶ οὖν τὸ ἐξ ἀρχῆς ἐπανίωμεν, ὅπως ἐν πᾶσιν ἀχώριστόν ἐστι καὶ ἀδιάστατον παντελῶς Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα. Ἐν τῷ περὶ τοῦ χαρίσματος τῶ

 [38] Μάθοις δ' ἂν τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος κοινωνίαν καὶ ἐκ τῶν δημιουργημάτων τῶν ἐξ ἀρχῆς. Αἱ γὰρ καθαραὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι δ

 [39] Τὰς δὲ περὶ τὸν ἄνθρωπον οἰκονομίας, τὰς ὑπὸ «τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ» κατὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ γενομένας, τίς ἀντερεῖ

 [40] Εὕροι δὲ ἄν τις ἀκριβῶς λογιζόμενος, καὶ ἐπὶ τοῦ καιροῦ τῆς προσδοκωμένης ἐπιφανείας τῆς ἐξ οὐρανῶν τοῦ Κυρίου, μὴ ἀσυντελὲς τὸ Πνεῦμα τὸ ἅγιον,

  ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ   Πρὸς τοὺς λέγοντας μὴ συναριθμεῖσθαι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, ἀλλ' ὑπαριθμεῖσθαι: ἐν ᾧ καὶ περὶ τῆς εὐσεβοῦς συναριθμήσεως κεφα

 [41] Τὴν δὲ ὑπαρίθμησιν ὃ καὶ λέγουσι, καὶ κατὰ τίνος σημαινομένου τὴν φωνὴν ταύτην ἄγουσιν, οὐδὲ ἐπινοῆσαι ῥᾴδιον. Ὅτι μὲν γὰρ ἐκ τῆς τοῦ κόσμου σοφί

 [42] Τί γὰρ λέγουσιν Ὁρᾶτε αὐτῶν τῆς ἀλαζονείας τὰ ῥήματα. Ἡμεῖς τοῖς μὲν ὁμοτίμοις φαμὲν τὴν συναρίθμησιν πρέπειν: τοῖς δὲ πρὸς τὸ χεῖρον παρηλλαγμέ

 [43] Καὶ τὸν Υἱὸν ὑπαριθμεῖσθαι τῷ Πατρὶ λέγετε, καὶ τὸ Πνεῦμα τῷ Υἱῷ, ἢ τῷ Πνεύματι μόνῳ τὴν ὑπαρίθμησιν ἀφορίζετε Εἰ μὲν γὰρ καὶ τὸν Υἱὸν ὑπαριθμεῖ

  ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ   Πῶς ἐν τῇ ὁμολογίᾳ τῶν τριῶν ὑποστάσεων τὸ εὐσεβὲς τῆς μοναρχίας δόγμα διατηροῦμεν, ἐν ᾧ καὶ ὁ κατὰ τῶν τὸ Πνεῦμα ὑπαριθμεῖσθαι φασκό

 [44] Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα παραδιδοὺς ὁ Κύριος, οὐ μετὰ τοῦ ἀριθμοῦ συνεξέδωκεν. Οὐ γὰρ εἶπεν ὅτι εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον: οὐδὲ

 [45] Οὐ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν, ἀφ' ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία λέγοντες, οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον

 [46] Καὶ οὐκ ἐντεῦθεν μόνον τῆς κατὰ τὴν φύσιν κοινωνίας αἱ ἀποδείξεις, ἀλλ' ὅτι καὶ ἐκ τοῦ Θεοῦ εἶναι λέγεται: οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ' ὡς ἐ

 [47] Ἐπειδὴ δὲ διὰ δυνάμεως φωτιστικῆς τῷ κάλλει τῆς τοῦ Θεοῦ τοῦ ἀοράτου εἰκόνος ἐνατενίζομεν, καὶ δι' αὐτῆς ἀναγόμεθα ἐπὶ τὸ ὑπέρκαλον τοῦ ἀρχετύπου

  ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ   Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα. 

 [48] Ἔστω ταῦτα, φησίν, ἀλλ' οὐχὶ καὶ δόξα πάντως ὀφειλομένη ἐστὶ τῷ Πνεύματι, ὥστε δοξολογίαις ἀνυψοῦσθαι παρ' ἡμῶν. Πόθεν ἂν οὖν τῆς ὑπερεχούσης πάν

 [49] Αἱ δὲ ἐνέργειαι τίνες Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς μὲν γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα τίνες ἦσαν αὐτοῦ

 [50] Ἀλλὰ «καὶ ἐντυγχάνει, φησίν, ὑπὲρ ἡμῶν». Ὥστε ὅσον ἱκέτης τοῦ εὐεργέτου λείπεται, τοσοῦτον τὸ Πνεῦμα κατὰ τὴν ἀξίαν ἀποπέπτωκε τοῦ Θεοῦ. Σὺ δὲ οὔ

  ΚΕΦΑΛΑΙΟΝ Κʹ   Πρὸς τοὺς λέγοντας μήτε ἐν δουλικῇ τάξει μήτε ἐν δεσποτικῇ εἶναι τὸ Πνεῦμα, ἀλλ' ἐν τῇ τῶν ἐλευθέρων. 

 [51] Οὔτε δοῦλόν φησιν, οὔτε δεσπότην, ἀλλ' ἐλεύθερον. Ὢ τῆς δεινῆς ἀναλγησίας, ὢ τῆς ἐλεεινῆς ἀφοβίας τῶν ταῦτα λεγόντων. Τί πλέον αὐτῶν ὀδύρωμαι τὸ

  ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ   Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα. 

 [52] Καὶ τί δεῖ ἐκ τῶν ταπεινῶν ἀπομαχομένους, αἰσχρῶς τὴν νίκην κατακτᾶσθαι τῷ λόγῳ, ἐξὸν τῇ παραθέσει τῶν σεμνοτέρων ἀναντίρρητον τὴν ὑπερβολὴν τῆς

  ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ   Σύστασις τῆς κατὰ τὴν φύσιν κοινωνίας τοῦ Πνεύματος, ἐκ τοῦ ὁμοίως εἶναι Πατρὶ καὶ Υἱῷ πρὸς θεωρίαν δυσέφικτον. 

 [53] Οὐ μόνον δὲ ἐξ ὧν τὰς αὐτὰς προσηγορίας ἔχει καὶ κοινωνόν ἐστι τῶν ἐνεργειῶν Πατρὶ καὶ Υἱῷ, τὸ ὑπερέχον αὐτοῦ τῆς φύσεως γνώριμον, ἀλλὰ καὶ ἐξ ὧν

  ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ   Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις. 

 [54] Τῶν μὲν οὖν ἄλλων ἑκάστη δυνάμεων ἐν περιγραπτῷ τόπῳ τυγχάνειν πεπίστευται. Ὁ γὰρ τῷ Κορνηλίῳ ἐπιστὰς ἄγγελος, οὐκ ἦν ἐν ταὐτῷ καὶ παρὰ τῷ Φιλίππ

  ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ   Ἔλεγχος τῆς ἀτοπίας τῶν μὴ δοξαζόντων τὸ Πνεῦμα ἐκ τῆς πρὸς τὰ ἐν τῇ κτίσει δοξαστὰ παραθέσεως. 

 [55] Εἶτα «δόξῃ μὲν καὶ τιμῇ ἐστεφάνωται» ὁ κοινὸς ἄνθρωπος, καὶ «δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ποιοῦντι τὸ ἀγαθὸν» ἐν ἐπαγγελίαις ἀπόκειται. Ἔστι

 [56] Σκεψώμεθα οὖν τὰ καθέκαστον. Φύσει ἐστὶν ἀγαθόν, ὡς ἀγαθὸς ὁ Πατὴρ καὶ ἀγαθὸς ὁ Υἱός. Ἡ κτίσις δὲ ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ μέτοχός ἐστι τῆς ἀγαθότ

 [57] Ἐν ἡμῖν, φησί, τὸ Πνεῦμα ὡς δῶρόν ἐστι παρὰ τοῦ Θεοῦ. Οὐ δήπου δὲ τὸ δῶρον ταῖς ἴσαις τιμαῖς τῷ δεδωκότι σεμνύνεται. Δῶρον μὲν οὖν Θεοῦ τὸ Πνεῦμα

  ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ   Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν. 

 [58] Πῶς οὖν, φησίν, ἡ Γραφὴ οὐδαμοῦ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα παρέδωκεν, ἀλλὰ πεφυλαγμένως ἐξέκλινε τὸ ‘σὺν τῷ Πνεύματι’ εἰπεῖν πανταχο

 [59] Ἡμεῖς γὰρ ἀμφοτέρας ἐν τῇ τῶν πιστῶν χρήσει καταλαμβάνοντες τὰς ῥήσεις, ἀμφοτέραις κεχρήμεθα: τὴν μὲν δόξαν τῷ Πνεύματι ὁμοίως ἀφ' ἑκατέρας πληρο

 [60] Πρὸς δὲ τὴν ἐν συλλαβὴν ἐκεῖνο μάλιστα τὸ διάφορον ἔχει, ὅτι ἡ μὲν σὺν τὴν πρὸς ἀλλήλους συνάφειαν τῶν κοινωνούντων παρίστησιν, οἷον τῶν συμπλεόν

  ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ   Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται. 

 [61] Ἐμοὶ τοίνυν σκοπουμένῳ δοκεῖ, ἁπλῆς καὶ συντόμου τῆς ἐκφωνήσεως οὔσης, πολλὰ καὶ ποικίλα εἶναι τὰ δι' αὐτῆς σημαινόμενα. Ὁσαχῶς γὰρ λέγεται τὸ ἐν

 [62] Ὃ δὲ παράδοξον μὲν εἰπεῖν, ἀληθὲς δὲ οὐδενὸς ἔλαττον, ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπ

 [63] Ἐν μὲν οὖν τοῖς γεννητοῖς οὕτω πολυμερῶς καὶ πολυτρόπως ἐνεῖναι λέγεται τὸ Πνεῦμα: Πατρὶ δὲ καὶ Υἱῷ οὐχὶ ἐνεῖναι μᾶλλον, ἀλλὰ συνεῖναι εἰπεῖν εὐσ

 [64] Δεύτερος δὲ νοῦς, οὐδὲ αὐτὸς ἀπόβλητος: ὅτι ὥσπερ ἐν τῷ Υἱῷ ὁρᾶται ὁ Πατήρ, οὕτως ὁ Υἱὸς ἐν τῷ Πνεύματι. Ἡ τοίνυν ἐν τῷ Πνεύματι προσκύνησις, τὴν

  ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ   Πόθεν ἡ σὺν ἤρξατο συλλαβὴ καὶ ποίαν δύναμιν ἔχει, ἐν ᾧ καὶ τὰ περὶ τῶν ἀγράφων τῆς Ἐκκλησίας νομίμων. 

 [65] Τίνος οὖν ἕνεκεν, φασίν, ἰδίως προσηκούσης τῷ Πνεύματι τῆς ἐν συλλαβῆς, καὶ εἰς πᾶσαν ἡμῖν τὴν περὶ αὐτοῦ ἔννοιαν ἐξαρκούσης, τὴν καινὴν ταύτην ὑ

 [66] Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέ

 [67] Ἐπιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα τῆς Ἐκκλησίας μυστήρια διηγούμενον. Ἐῶ τἄλλα: αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πν

 [68] Εἴρηται μὲν οὖν τίς ἡ δύναμις ἑκατέρας τῆς ἐκφωνήσεως. Εἰρήσεται δὲ καὶ πάλιν, ὅπη τε συμφωνοῦσιν ἀλλήλαις καὶ ὅπη διίστανται: οὐκ ἀπομαχόμεναι π

  ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ   Ὅτι ἃ περὶ τῶν ἀνθρώπων λέγει ἡ Γραφὴ ὡς συμβασιλευόντων Χριστῷ, ταῦτα περὶ τοῦ Πνεύματος οὐ συγχωροῦσιν οἱ ἀντιλέγοντες. 

 [69] Ἴδωμεν δὲ καὶ εἴ τινα ἀπολογίαν τοῖς πατράσιν ἡμῶν τῆς χρήσεως ταύτης ἐπινοήσομεν. Οἱ γὰρ τὴν ἀρχὴν παρασχόντες τῷ λόγῳ, μᾶλλον ἡμῶν ὑπόκεινται τ

 [70] Αἰσχύνομαι ἐπαγαγεῖν τὰ λειπόμενα, ὅτι σὺ μὲν συνδοξασθήσεσθαι Χριστῷ προσδοκᾷς_«εἴπερ γὰρ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν»_, τὸ δὲ Πνεῦμα τῆς

  ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ   Ἀπαρίθμησις τῶν ἐν τῇ Ἐκκλησίᾳ διαφανῶν, ὅσοι ἐχρήσαντο ἐν τοῖς συγγράμμασιν ἑαυτῶν τῇ φωνῇ σύν. 

 [71] Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν, ἐκεῖνο λέγομεν: ὅτι εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παραδεχθήτ

 [72] Εἰρηναῖος ἐκεῖνος, καὶ Κλήμης ὁ Ῥωμαῖος, καὶ Διονύσιος ὁ Ῥωμαῖος, καὶ ὁ Ἀλεξανδρεὺς Διονύσιος, ὃ καὶ παράδοξον ἀκοῦσαι, ἐν τῇ δευτέρᾳ πρὸς τὸν ὁμ

 [73] Ἤδη δὲ καὶ Ὠριγένην ἐν πολλαῖς τῶν εἰς τοὺς ψαλμοὺς διαλέξεων εὕρομεν, σὺν τῷ ἁγίῳ Πνεύματι τὴν δόξαν ἀποδιδόντα, ἄνδρα οὐδὲ πάνυ τι ὑγιεῖς περὶ

 [74] Γρηγόριον δὲ τὸν μέγαν καὶ τὰς ἐκείνου φωνὰς ποῦ θήσομεν ἆρ' οὐχὶ μετὰ τῶν ἀποστόλων καὶ προφητῶν ἄνδρα τῷ αὐτῷ πνεύματι ἐκείνοις περιπατήσαντα

 [75] Πῶς οὖν καινοτόμος ἐγώ, καὶ νεωτέρων ῥημάτων δημιουργός, ἔθνη ὅλα καὶ πόλεις, καὶ ἔθος πάσης μνήμης ἀνθρωπίνης πρεσβύτερον, καὶ ἄνδρας στύλους τῆ

  ΚΕΦΑΛΑΙΟΝ Λʹ   Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως. 

 [76] Τίνι οὖν ὁμοιώσομεν τὴν παροῦσαν κατάστασιν Ἦ που ὁμοία ἐστὶ πολέμῳ τινὶ ναυτικῷ, ὃν ἐκ παλαιῶν προσκρουσμάτων, πολὺν κατ' ἀλλήλων τὸν θυμὸν θρέ

 [77] Μετάβα δή μοι ἀπὸ τῆς εἰκόνος ἐπ' αὐτὸ τοῦ κακοῦ τὸ ἀρχέτυπον. Οὐχὶ πάλαι μέν πως ἐδόκει τὸ Ἀρειανὸν σχίσμα εἰς ἀντίπαλον μοῖραν ἀποκριθὲν τῇ Ἐκκ

 [78] Διὰ ταῦτα λυσιτελεστέραν τοῦ λόγου τὴν σιωπὴν ἐτιθέμην, ὡς οὐ δυναμένης φωνῆς ἀνθρώπου διὰ τοσούτων θορύβων εἰσακουσθῆναι. Εἰ γὰρ ἀληθῆ τὰ τοῦ Ἐκ

 [79] Τούτων μὲν οὖν πάντων ἕνεκεν σιωπᾶν ἔδει, ἀλλ' ἀνθεῖλκε γὰρ ἑτέρωθεν ἡ ἀγάπη, οὐ ζητοῦσα τὸ ἑαυτῆς, καὶ νικᾶν ἀξιοῦσα πᾶσαν καιρῶν καὶ πραγμάτων

75. How then can I be an innovator and creator of new terms, when I adduce as originators and champions of the word whole nations, cities, custom going back beyond the memory of man, men who were pillars of the church and conspicuous for all knowledge and spiritual power? For this cause this banded array of foes is set in motion against me, and town and village and remotest regions are full of my calumniators. Sad and painful are these things to them that seek for peace, but great is the reward of patience for sufferings endured for the Faith’s sake. So besides these let sword flash, let axe be whetted, let fire burn fiercer than that of Babylon, let every instrument of torture be set in motion against me. To me nothing is more fearful than failure to fear the threats which the Lord has directed against them that blaspheme the Spirit.  28  cf. Matt. xii. 31. Kindly readers will find a satisfactory defence in what I have said, that I accept a phrase so dear and so familiar to the saints, and confirmed by usage so long, inasmuch as, from the day when the Gospel was first preached up to our own time, it is shewn to have been admitted to all full rights within the churches, and, what is of greatest moment, to have been accepted as bearing a sense in accordance with holiness and true religion. But before the great tribunal what have I prepared to say in my defence? This; that I was in the first place led to the glory of the Spirit by the honour conferred by the Lord in associating Him with Himself and with His Father at baptism;  29  Matt. xxviii. 19. and secondly by the introduction of each of us to the knowledge of God by such an initiation; and above all by the fear of the threatened punishment shutting out the thought of all indignity and unworthy conception. But our opponents, what will they say? After shewing neither reverence for the Lord’s honour  30  The Benedictine version for τὰς τιμὰς τοῦ κυρίου is honorem quem Dominus tribuit Spiritui. The reading of one ms. is τὰς φωνάς. There is authority for either sense of the genitive with τιμή, i.e. the honours due to the Lord or paid by the Lord. nor fear of His threats, what kind of defence will they have for their blasphemy? It is for them to make up their mind about their own action or even now to change it. For my own part I would pray most earnestly that the good God will make His peace rule in the hearts of all,  31  cf. Col. iii. 15. so that these men who are swollen with pride and set in battle array against us may be calmed by the Spirit of meekness and of love; and that if they have become utterly savage, and are in an untamable state, He will grant to us at least to bear with long suffering all that we have to bear at their hands. In short “to them that have in themselves the sentence of death,”  32  2 Cor. i. 9. it is not suffering for the sake of the Faith which is painful; what is hard to bear is to fail to fight its battle. The athlete does not so much complain of being wounded in the struggle as of not being able even to secure admission into the stadium. Or perhaps this was the time for silence spoken of by Solomon the wise.  33  Eccl. iii. 7. For, when life is buffeted by so fierce a storm that all the intelligence of those who are instructed in the word is filled with the deceit of false reasoning and confounded, like an eye filled with dust, when men are stunned by strange and awful noises, when all the world is shaken and everything tottering to its fall, what profits it to cry, as I am really crying, to the wind?

28 cf. Matt. xii. 31.
29 Matt. xxviii. 19.
30 The Benedictine version for τὰς τιμὰς τοῦ κυρίου is honorem quem Dominus tribuit Spiritui. The reading of one ms. is τὰς φωνάς. There is authority for either sense of the genitive with τιμή, i.e. the honours due to the Lord or paid by the Lord.
31 cf. Col. iii. 15.
32 2 Cor. i. 9.
33 Eccl. iii. 7.

[75] Πῶς οὖν καινοτόμος ἐγώ, καὶ νεωτέρων ῥημάτων δημιουργός, ἔθνη ὅλα καὶ πόλεις, καὶ ἔθος πάσης μνήμης ἀνθρωπίνης πρεσβύτερον, καὶ ἄνδρας στύλους τῆς Ἐκκλησίας, ἐν πάσῃ γνώσει καὶ δυνάμει Πνεύματος διαπρεπεῖς, ἀρχηγοὺς καὶ προστάτας τῆς φωνῆς παρεχόμενος; Ἐπὶ τούτοις τὸ πολεμικὸν τοῦτο καθ' ἡμῶν συγκεκίνηται στῖφος. Πᾶσα δὲ πόλις καὶ κώμη, καὶ ἐσχατιαὶ πᾶσαι, πλήρεις τῶν ἡμετέρων διαβολῶν. Λυπηρὰ μὲν οὖν ταῦτα καὶ ὀδυνηρὰ ταῖς καρδίαις τῶν ζητούντων τὴν εἰρήνην: ἀλλ' ἐπειδὴ μεγάλοι τῆς ὑπομονῆς οἱ μισθοὶ τῶν ὑπὲρ τῆς πίστεως παθημάτων εἰσί, πρὸς τούτοις καὶ ξίφος στιλβούσθω, καὶ πέλεκυς ἀκονάσθω, καὶ πῦρ καιέσθω τοῦ Βαβυλωνίου σφοδρότερον, καὶ πᾶν κινείσθω ἐφ' ἡμᾶς ὄργανον κολαστήριον: ὡς ἔμοιγε οὐδὲν φοβερώτερον, τοῦ μὴ φοβεῖσθαι τὰς ἀπειλάς, ἃς ὁ Κύριος τοῖς τὸ Πνεῦμα βλασφημοῦσιν ἐπανετείνατο. Πρὸς μὲν οὖν τοὺς εὐγνώμονας τῶν ἀνθρώπων ἱκανὴ ἀπολογία τὰ εἰρημένα, ὅτι δεχόμεθα φωνήν, οὕτω μὲν φίλην καὶ προσήγορον τοῖς ἁγίοις, τοσούτῳ δὲ ἔθει βεβαιωθεῖσαν: διότι ἀφ' οὗ κατηγγέλη τὸ εὐαγγέλιον μέχρι τοῦ νῦν, ἐμπολιτευομένη ταῖς ἐκκλησίαις δείκνυται: καὶ τὸ μέγιστον, εὐσεβῶς καὶ ὁσίως κατὰ τὴν ἔννοιαν ἔχουσα. Πρὸς δὲ τὸ μέγα κριτήριον, τίνα τὴν ἀπολογίαν ἑαυτοῖς εὐτρεπίσαμεν; Ὅτι ἐνῆγεν ἡμᾶς πρὸς τὴν δόξαν τοῦ Πνεύματος πρῶτον μὲν ἡ παρὰ τοῦ Κυρίου τιμή, συμπαραλαβόντος ἑαυτῷ καὶ τῷ Πατρὶ πρὸς τὸ βάπτισμα: ἔπειτα, ἡ ἑκάστου ἡμῶν διὰ τῆς τοιαύτης μυσταγωγίας πρὸς τὴν θεογνωσίαν εἰσαγωγή: ἐφ' ἅπασι δέ, ὁ φόβος τῶν ἀπειληθέντων, ἀπείργων τὴν ἔννοιαν πάσης ἀναξίας καὶ ταπεινῆς ὑπολήψεως. Οἱ δὲ ἐναντίοι τί καὶ ἐροῦσι; ποίαν ἀπολογίαν τῆς βλασφημίας ἕξουσι; μήτε τὰς τιμὰς τοῦ Κυρίου καταιδεσθέντες, μήτε τὰς ἀπειλὰς αὐτοῦ φοβηθέντες. Οὗτοι μὲν οὖν κύριοι βουλεύσασθαι περὶ τῶν κατ' αὐτούς, ἢ καὶ μεταβουλεύσασθαι ἤδη. Αὐτὸς δ' ἂν εὐξαίμην, μάλιστα μὲν δοῦναι τὸν ἀγαθὸν Θεὸν τὴν ἑαυτοῦ εἰρήνην βραβεύουσαν ἐν ταῖς καρδίαις ἁπάντων: ὥστε τοὺς σφριγῶντας καθ' ἡμῶν τούτους, καὶ συντεταγμένους σφοδρῶς, ἐν Πνεύματι πραότητος καὶ ἀγάπης κατασταλῆναι: εἰ δ' ἄρα παντελῶς ἐξηγρίωνται καὶ ἀτιθασσεύτως ἔχουσιν, ἀλλ' ἡμῖν γε δοῦναι μακροθύμως φέρειν τὰ παρ' αὐτῶν. Πάντως δέ, τοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐν ἑαυτοῖς ἔχουσιν, οὐ τὸ παθεῖν ὑπὲρ τῆς πίστεως ἀλγεινόν, ἀλλὰ τὸ μὴ ἐναθλῆσαι αὐτῇ δυσφορώτατον: ἐπεὶ καὶ τοῖς ἀθληταῖς οὐ τοσοῦτον πληγὰς λαβεῖν ἀγωνιζομένοις βαρὺ, ὅσον μηδὲ παραδεχθῆναι τὴν ἀρχὴν εἰς τὸ στάδιον. Ἢ τάχα οὗτος ἦν «ὁ καιρὸς τοῦ σιγᾶν», κατὰ τὸν σοφὸν Σολομῶντα. Τί γὰρ ὄφελος τῷ ὄντι κεκραγέναι πρὸς ἄνεμον, οὕτω βιαίας ζάλης κατεχούσης τὸν βίον, ὑφ' ἧς πᾶσα μὲν διάνοια τῶν τὸν λόγον κατηχουμένων, οἷον ὀφθαλμὸς κονιορτοῦ τινος, τῆς ἐκ τῶν παραλογισμῶν ἀπάτης ἀναπλησθεῖσα συγκέχυται: πᾶσα δὲ ἀκοὴ βαρυτάτοις καὶ ἀήθεσι ψόφοις κατακτυπεῖται: δονεῖται δὲ πάντα καὶ ἐν κινδύνῳ ἐστὶ τοῦ πτώματος.