ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΟΜΙΛΙΑΙ θʹ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ   ΟΜΙΛΙΑ αʹ   Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐραν

 Πρέπουσα ἀρχὴ τῷ περὶ τῆς τοῦ κόσμου συστάσεως μέλλοντι διηγεῖσθαι, ἀρχὴν τῆς τῶν ὁρωμένων διακοσμήσεως προθεῖναι τοῦ λόγου. Οὐρανοῦ γὰρ καὶ γῆς ποίησ

 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἵστησί μου τὸν λόγον τὸ θαῦμα τῆς διανοίας. Τί πρῶτον εἴπω πόθεν ἄρξομαι τῆς ἐξηγήσεως Ἐλέγξω τῶν ἔ

 Μὴ οὖν ἄναρχα φαντάζου, ἄνθρωπε, τὰ ὁρώμενα, μηδὲ, ἐπειδὴ κυκλόσε περιτρέχει τὰ κατ' οὐρανὸν κινούμενα, ἡ δὲ τοῦ κύκλου ἀρχὴ τῇ προχείρῳ αἰσθήσει ἡμῶν

 Ἦπου αὐτοῖς ἡ περιουσία τῆς τοῦ κόσμου σοφίας προσθήκην οἴσει ποτὲ τῆς χαλεπῆς κατακρίσεως, ὅτι οὕτως ὀξὺ περὶ τὰ μάταια βλέποντες, ἑκόντες πρὸς τὴν σ

 Ἦν γάρ τι, ὡς ἔοικεν, καὶ πρὸ τοῦ κόσμου τούτου, ὃ τῇ μὲν διανοίᾳ ἡμῶν ἐστὶ θεωρητὸν, ἀνιστόρητον δὲ κατελείφθη, διὰ τὸ τοῖς εἰσαγομένοις ἔτι καὶ νηπί

 Τοσαυταχῶς οὖν λεγομένης τῆς ἀρχῆς, σκόπει εἰ μὴ πᾶσι τοῖς σημαινομένοις ἡ παροῦσα φωνὴ ἐφαρμόσει. Καὶ γὰρ ἀφ' οὗ χρόνου ἤρξατο ἡ τοῦ κόσμου τούτου σύ

 Ἐπειδὴ δὲ καὶ τῶν τεχνῶν αἱ μὲν ποιητικαὶ λέγονται, αἱ δὲ πρακτικαὶ, αἱ δὲ θεωρητικαί: καὶ τῶν μὲν θεωρητικῶν τέλος ἐστὶν ἡ κατὰ νοῦν ἐνέργεια: τῶν δὲ

 Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ περὶ τῆς οὐσίας ἔρευνα ἑκάστου τῶν ὄντων, ἢ τῶν κατὰ θεωρίαν ὑποπιπτόντων ἡμῖν, ἢ τῶν προκειμένων ἡ

 Ἐὰν δὲ ἕτερον σῶμα τῆς γῆς ἐμβριθέστερον ὑποθῇ κωλύειν τὴν γῆν πρὸς τὸ κάτω χωρεῖν, ἐνθυμηθήσῃ κἀκεῖνο ὁμοίου τινὸς δεῖσθαι τοῦ στέγοντος καὶ μὴ ἐῶντο

 Ἤδη δέ τινες τῶν φυσικῶν καὶ τοιαύταις αἰτίαις τὴν γῆν ἀκίνητον μένειν κατακομψεύονται. Ὡς ἄρα διὰ τὸ τὴν μέσην τοῦ παντὸς εἰληφέναι χώραν, καὶ διὰ τὴ

 Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ οὐρανοῦ εἴποιμεν, ὅτι πολυφωνότατοι πραγματεῖαι τοῖς σοφοῖς τοῦ κόσμου περὶ τῆς οὐρανίου φύσεως καταβέβληνται. Καὶ οἱ μὲν σύ

  ΟΜΙΛΙΑ βʹ.   Περὶ τοῦ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος 

 Μικροῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τοσοῦτον ἀποκεκρυμμένον τὸ βάθος τῆς διανοίας εὕρομεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπογνῶναι. Εἰ γὰρ τὰ προαύλια τῶν

 Ἀλλ' οἱ παραχαράκται τῆς ἀληθείας, οἱ οὐχὶ τῇ Γραφῇ τὸν ἑαυτῶν νοῦν ἀκολουθεῖν ἐκδιδάσκοντες, ἀλλὰ πρὸς τὸ οἰκεῖον βούλημα τὴν διάνοιαν τῶν Γραφῶν δια

 Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν: οὐκ ἐξ ἡμισείας ἑκάτερον, ἀλλ' ὅλον οὐρανὸν καὶ ὅλην γῆν, αὐτὴν τὴν οὐσίαν τῷ εἴδει συνειλημμένην. Οὐχὶ γὰρ σ

 Ἀλλὰ καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου: Πάλιν ἄλλαι μύθων ἀφορμαὶ, καὶ πλασμάτων δυσσεβεστέρων ἀρχαὶ πρὸς τὰς ἰδίας ὑπονοίας παρατρεπόντων τὰ ῥήματ

 Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει: μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου: ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Ἀεὶ γὰρ

 Καὶ Πνεῦμα Θεοῦ, φησὶν, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Εἴτε τοῦτο λέγει τὸ πνεῦμα, τοῦ ἀέρος τὴν χύσιν, δέξαι τὰ μέρη τοῦ κόσμου καταριθμοῦντά σοι τὸν συ

 Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς. Πρώτη φωνὴ Θεοῦ φωτὸς φύσιν ἐδημιούργησε, τὸ σκότος ἠφάνισε, τὴν κατήφειαν διέλυσε, τὸν κόσμον ἐφαίδρυνε, πᾶσιν ἀθρόως

 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Νῦν μὲν λοιπὸν μετὰ τὴν ἡλίου γένεσιν ἡμέρα ἐστὶν, ὁ ὑπὸ ἡλίου πεφωτισμένος ἀὴρ, ἐν τῷ

  ΟΜΙΛΙΑ γʹ.   Περὶ τοῦ στερεώματος. 

 Τὰ τῆς πρώτης ἡμέρας ἔργα, μᾶλλον δὲ τὰ τῆς μιᾶς: μὴ γὰρ οὖν ἀφελώμεθα αὐτῆς τὸ ἀξίωμα, ὃ ἐν τῇ φύσει ἔχει, παρὰ τοῦ κτίσαντος καθ' ἑαυτὴν ἐκδοθεῖσα,

 Καὶ εἶπεν ὁ Θεὸς γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἤδη καὶ χθὲς ἠκούσαμεν Θεοῦ ῥημάτων, Γενηθήτω

 Δεύτερόν ἐστιν ἐξετάσαι, εἰ ἕτερον παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὐρανὸν τὸ στερέωμα τοῦτο, ὃ καὶ αὐτὸ ἐπεκλήθη οὐρανὸς, καὶ εἰ ὅλως οὐρανοὶ δύο: ὅπερ

 Καὶ εἶπεν ὁ Θεός: γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα: καὶ διεχώρισ

 Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἐξηγήσεως τὸν λόγον ἐπαναγάγωμεν. Ἔστω διαχωρίζον, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἄπειρος μὲν ἦν, ὡς ἔοικε, τῶν ὑδάτων ἡ χ

 Περίβλεψαι πᾶσαν τὴν κτίσιν, καὶ ὄψει τοῦ θερμοῦ τὴν δύναμιν τοῖς ἐν γενέσει καὶ φθορᾷ πᾶσιν ἐνδυναστεύουσαν. Διὰ τοῦτο πολὺ τὸ ὕδωρ ὑπὲρ γῆς κεχυμένο

 Διὰ τοῦτο Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Εἴρηται τί τὸ σημαινόμενον παρὰ τῇ Γραφῇ τὸ τοῦ στερε

 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν: ὡς κυρίως μὲν ἑτέρῳ τῆς προσηγορίας ἐφαρμοζούσης, καθ' ὁμοίωσιν δὲ καὶ τούτου μεταλαμβάνοντος τῆς κλήσεως. Τε

 Ἡμῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδάτων, οἳ προφάσει ἀναγωγῆς, καὶ νοημάτων ὑψηλοτέρων, εἰς ἀλληγορίας κατ

 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐχὶ ὀφθαλμοῖς Θεοῦ τέρψιν παρέχει τὰ παρ' αὐτοῦ γινόμενα, οὐδὲ τοιαύτη παρ' αὐτῷ ἡ ἀποδοχὴ τῶν καλῶν, οἵα καὶ παρ' ἡμῖν:

  ΟΜΙΛΙΑ δʹ.   Περὶ συναγωγῆς τῶν ὑδάτων 

 Εἰσί τινες πόλεις παντοδαποῖς θεάμασι θαυματοποιῶν ἀπὸ βαθέος ὄρθρου μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις. Καὶ μέντοι καὶ μελῶν τινων κεκλασμένων κ

 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτως, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω το

 Συναχθήτω τὰ ὕδατα. Ἐκελεύσθη τρέχειν τῶν ὑδάτων ἡ φύσις, καὶ οὐδέποτε κάμνει τῷ προστάγματι ἐκείνῳ κατασπευδομένη διηνεκῶς. Τοῦτο δὲ λέγω, πρὸς τὴν ῥ

 Ἔπειτα ὁ εἰπὼν συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν, ἔδειξέ σοι, ὅτι πολλὰ ἦν κατὰ πολλοὺς τόπους διῃρημένα τὰ ὕδατα. Αἵ τε γὰρ τῶν ὀρῶν κοιλότητες,

 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Οὐκ εἶπε, καὶ ὀφθήτω ἡ γῆ, ἵνα μὴ πάλιν αὐτὴν ἀκατάσκευον ἐπιδείξῃ, πηλώδη

 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐκ αὐτὸ τοῦτο τερπνήν τινα ὄψιν θαλάσσης ὁ λόγος ἐνδείκνυται τῷ Θεῷ πεφηνέναι. Οὐ γὰρ ὀφθαλμοῖς βλέπει τὰ κάλλη τῆς κτίσε

 Καλὴ τοίνυν ἡ θάλασσα τῷ Θεῷ, καὶ διὰ τὴν ἐν τῷ βάθει τῆς ἰκμάδος ὑποδρομήν: καλὴ καὶ διότι ποταμῶν οὖσα δοχεῖον, εἰς ἑαυτὴν τὰ πανταχόθεν καταδέχεται

  ΟΜΙΛΙΑ εʹ.   Περὶ βλαστήσεως γῆς 

 Καὶ εἶπεν ὁ Θεός: βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν κατὰ γένος, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ.

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα, φησὶ, κατὰ γένος. Ὥστε κἄν τι γένος βοτάνης ἑτέροις διαφέρῃ, κἀκείνων τὸ κέρδος πρὸς ἡμᾶς ἐπανέρχεται,

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. Ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. Ἡ γὰρ βλ

 Τί εἴπω τί σιωπήσω Ἐν πλουσίοις τῆς κτίσεως θησαυροῖς ἄπορος μὲν ἡ εὕρεσις τοῦ τιμιωτέρου, δυσφορωτάτη δὲ ἡ ζημία τοῦ παρεθέντος. Βλαστησάτω ἡ γῆ βο

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Πόσην αὐτόματον λέγει τροφὴν ἐν τούτοις, τήν τε ἐν ῥίζαις, καὶ τὴν ἐν αὐτῇ τῇ βοτάνῃ, καὶ τὴν ἐν καρποῖς ἤδη πόσην δὲ

 Ἀλλὰ Καὶ ξύλον κάρπιμον, φησὶ, ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς. Ἐπὶ τούτῳ τῷ ῥήματι πᾶσαι μὲν λόχμ

 Ἀλλ' ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων. Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδει

 Τοιαῦται μὲν οὖν αἱ περὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν διαφοραὶ, ὡς ἐλάχιστα εἰπεῖν ἀπὸ πλείστων. Αὐτῶν δὲ τῶν καρπῶν τίς ἂν ἐπέλθοι τὴν ποικιλίαν, τὰ

 Καὶ τί δεῖ τὰ πόρρω λέγειν, ὅπου γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει ποιότητας Πικρότατον μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατον δὲ

 Βλαστησάτω ἡ γῆ. Τὸ μικρὸν τοῦτο πρόσταγμα εὐθὺς φύσις μεγάλη καὶ λόγος ἔντεχνος ἦν, θᾶττον τοῦ ἡμετέρου νοήματος τὰς μυρίας τῶν φυομένων ἰδιότητας ἐκ

  ΟΜΙΛΙΑ Ϛʹ   Περὶ γενέσεως φωστήρων. 

 Τὸν ἀθλητῶν θεατὴν μετέχειν τινὸς προσῆκε καὶ αὐτὸν εὐτονίας. Καὶ τοῦτο ἐκ τῶν πανηγυρικῶν θεσμῶν ἄν τις κατίδοι, οἳ τοὺς συγκαθεζομένους εἰς τὸ στάδι

 Καὶ εἶπεν ὁ Θεός: γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυ

 Καὶ μηδενὶ ἄπιστον εἶναι δοκείτω τὸ εἰρημένον, ὅτι ἄλλο μέν τι τοῦ φωτὸς ἡ λαμπρότης, ἄλλο δέ τι τὸ ὑποκείμενον τῷ φωτὶ σῶμα. Πρῶτον μὲν οὖν ἐκ τοῦ τὰ

 Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Ἀναγκαῖαι πρὸς τὸν ἀνθρώπινον βίον αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις. Ἐὰν μή

 Ἀλλ' οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγορίαν τῆς γενεθλιαλογίας τὸν λόγον ἕλκουσι, καὶ λέγουσι προσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν

 Οἷα δὲ καὶ τὰ ἀποτελεστικά Ὁ δεῖνα οὖλος, φησὶ, τὴν τρίχα, καὶ χαροπός: κριῷ γὰρ ἔχει τὴν ὥραν: τοιοῦτον δέ πως ὀφθῆναι τὸ ζῷον. Ἀλλὰ καὶ μεγαλόφρων:

 Καὶ οὐκ ἐπὶ τούτων ἵστανται μόνον, ἀλλὰ καὶ ὧν ἡ προαίρεσις ἑκάστου ἡμῶν κυρία (λέγω δὴ, τῶν ἐπιτηδευμάτων ἀρετῆς ἢ κακίας), καὶ τούτων τὰς αἰτίας τοῖ

 Πρὸς δὲ τὰ ἑξῆς τῶν ῥημάτων ἐπανέλθωμεν. Ἔστωσαν, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἴρηται ἡμῖν τὰ περὶ τῶν σημε

 Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους. Ἐπειδὴ τὸ μέγα τὸ μὲν ἀπόλυτον ἔχει τὴν ἔννοιαν: ὡς μέγας ὁ οὐρανὸς, καὶ μεγάλη ἡ γῆ, καὶ μεγάλη

 Κἀκεῖνο δέ σοι ἐναργὲς ἔστω τοῦ μεγέθους σημεῖον. Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ' οὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ τῆς

 Καὶ τὰ περὶ τὸν ἀέρα δὲ πάθη ταῖς μεταβολαῖς ταύτης συνδιατίθεται, ὡς μαρτυροῦσιν ἡμῖν αἵ τε κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφν

  ΟΜΙΛΙΑ ζʹ   Περὶ ἑρπετῶν 

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ κατὰ γένος. Μετὰ τὴν τῶν φωστήρω

 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος. Ἑκάστου γένους τὰς ἀπαρχὰς νῦν, οἱονεὶ σπέρματά τινα τῆς φύσεως, προβληθῆναι κελεύει: τὸ δὲ πλῆθος α

 Τροφὴ δὲ ἰχθύσιν ἄλλοις ἄλλη κατὰ γένος διωρισμένη. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται: οἱ δὲ τοῖς φυκίοις: ἄλλοι ταῖς βοτάναις ταῖς ἐντρεφομέναις τῷ ὕδατι ἀρκ

 Ἀλλ' οὐχ ἡμεῖς τοιοῦτοι. Πόθεν Οἵγε μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρατεμνόμεθα γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς

 Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐν πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρετὸν αὐτῷ καὶ

 Ἀκουέτω δὲ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης αὐτῷ παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη τὸν γάμον: σὺ τὸ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθ

  ΟΜΙΛΙΑ ηʹ   Περὶ πτηνῶν καὶ ἐνύδρων. 

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ἦλθε τὸ πρόσταγμα ὁδῷ βαδίζον,

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Διὰ τί ἡ γῆ ψυχὴν ζῶσαν ἐξάγει Ἵνα μάθῃς διαφορὰν ψυχῆς κτήνους καὶ ψυχῆς ἀνθρώπου. Μικρὸν ὕστερον γνώσῃ, πῶς ἡ ψυχὴ τοῦ

 Εἰσὶ μέντοι γενῶν διαφοραὶ μυρίαι καὶ ἐν τοῖς ὄρνισιν, ἃς ἐάν τις κατὰ τὸν αὐτὸν τρόπον ἐπίῃ καθ' ὃν ἐν μέρει καὶ τῆς τῶν ἰχθύων ἐξετάσεως ἐφηψάμεθα,

 Μυρίαι, ὡς ἔφαμεν, καὶ τῶν πράξεων καὶ τῶν βίων διαφοραί. Ἔστι δέ τινα καὶ πολιτικὰ τῶν ἀλόγων, εἴπερ πολιτείας ἴδιον, τὸ πρὸς ἓν πέρας κοινὸν συννεύε

 Πῶς ἄν σοι πάντα δι' ἀκριβείας ἐπέλθοιμι τὰ ἐν τοῖς βίοις τῶν ὀρνίθων ἰδιώματα Πῶς μὲν αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχοντα

 Τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτὲ συζευχθέντος

 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ἐπὶ μὲν τῆς γῆς ἐκελεύσθη πετάσθαι, διὰ τὸ πᾶσι

 Ἁπλῶς ἀναγινωσκόμενα τὰ ῥήματα τῆς Γραφῆς, συλλαβαί τινες εἰσι μικραί: Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ: ἐ

  ΟΜΙΛΙΑ θʹ   Περὶ χερσαίων. 

 Πῶς ὑμῖν ἡ ἑωθινὴ τῶν λόγων τράπεζα κατεφάνη Ἐμοὶ μὲν γὰρ ἐπῆλθεν εἰκάσαι τὰ ἐμαυτοῦ πένητός τινος ἑστιάτορος φιλοφροσύνῃ, ὃς τῶν εὐτραπέζων τις εἶνα

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν. Νόησον ῥῆμα Θεοῦ διὰ τῆς κτίσεως τρέχον, καὶ τότε ἀρξάμενον, καὶ μέχρι νῦν ἐνεργοῦν, καὶ εἰς

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Οὐ τοίνυν ἐναποκειμένη τῇ γῇ ἡ ψυχὴ τῶν ἀλόγων ἐξεφάνη, ἀλλ' ὁμοῦ τῷ προστάγματι συνυπέστη. Μία δὲ ψυχὴ τῶν ἀλόγων. Ἓν γὰρ

 Εἰσὶ δὲ καὶ παρ' ἡμῖν αἱ ἀρεταὶ κατὰ φύσιν, πρὸς ἃς ἡ οἰκείωσις τῆς ψυχῆς οὐκ ἐκ διδασκαλίας ἀνθρώπων, ἀλλ' ἐξ αὐτῆς τῆς φύσεως ἐνυπάρχει. Ὡς γὰρ οὐδε

 Ἀλλ' ἐπὶ τὴν θεωρίαν τῆς κτίσεως ἐπανίωμεν. Τὰ εὐαλωτότερα τῶν ζῴων, πολυγονώτερα. Διὰ τοῦτο πολυτόκοι λαγωοὶ, καὶ αἶγες ἄγριαι, καὶ πρόβατα ἄγρια διδ

 Πίστεώς ἐστιν ἀπόδειξις τὰ θηρία. Πέποιθας ἐπὶ Κύριον Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Καὶ ἔχεις τὴν διὰ πίστ

4. “  And God said, let there be a firmament in the midst of the waters, and let it divide the waters from the waters. And God made the firmament, and divided the waters which were under the firmament from the waters which were above the firmament  .”  10  Gen. i. 6, 7. Before laying hold of the meaning of Scripture let us try to meet objections from other quarters. We are asked how, if the firmament is a spherical body, as it appears to the eye, its convex circumference can contain the water which flows and circulates in higher regions? What shall we answer? One thing only: because the interior of a body presents a perfect concavity it does not necessarily follow that its exterior surface is spherical and smoothly rounded. Look at the stone vaults of baths, and the structure of buildings of cave form; the dome, which forms the interior, does not prevent the roof from having ordinarily a flat surface. Let these unfortunate men cease, then, from tormenting us and themselves about the impossibility of our retaining water in the higher regions.

Now we must say something about the nature of the firmament, and why it received the order to hold the middle place between the waters. Scripture constantly makes use of the word firmament to express extraordinary strength. “The Lord my firmament and refuge.”  11  Ps. xviii. 2, LXX. “I have strengthened the pillars of it.”  12  Ps. lxxv. 3, LXX. “Praise him in the firmament of his power.”  13  Ps. cl. 1. LXX. The heathen writers thus call a strong body one which is compact and full,  14  ναστός (fr. νάσσω, press or knead)=close, firm. Democritus used it as opposed to κενόν, void. Arist. fr. 202. to distinguish it from the mathematical body. A mathematical body is a body which exists only in the three dimensions, breadth, depth, and height. A firm body, on the contrary, adds resistance to the dimensions. It is the custom of Scripture to call firmament all that is strong and unyielding. It even uses the word to denote the condensation of the air: He, it says, who strengthens the thunder.  15  Amos iv. 13, LXX. Scripture means by the strengthening of the thunder, the strength and resistance of the wind, which, enclosed in the hollows of the clouds, produces the noise of thunder when it breaks through with violence.  16  Pliny (Hist. Nat. ii. 43) writes: “Si in nube luctetur flatus aut vapor, tonitrua edi: si erumpat ardens, fulmina; si longiore tractu nitatur, fulgetra. His findi nubem, illis perrumpi. Etesse tonitrua impactorum ignium plagas.” cf. Sen., Quæst. Nat. ii. 12. Here then, according to me, is a firm substance, capable of retaining the fluid and unstable element water; and as, according to the common acceptation, it appears that the firmament owes its origin to water, we must not believe that it resembles frozen water or any other matter produced by the filtration of water; as, for example, rock crystal, which is said to owe its metamorphosis to excessive congelation,  17  ᾽Εμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀ& 153·ρος συμπαγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα. (Plutarch περὶ τῶν ἀρεσκόντῶν τοῖς φιλοσόφοις, ii. 11.) Pliny (Hist. Nat. xxxvii. 9) says that crystal is made “gelu (vide Sir T. Browne, Vulgar Errors, ii. 1) vehementiore concreto…glaciem que esso certum est; unde et nomen græci dedere.” So Seneca, Quæst. Nat. iii. 25. Diodorus Siculus, however, asserts it “coalescere non a frigore sed divini ignis potentia.” (Bibl. ii. 134.) or the transparent stone  18  i.e. the “Lapis Specularis,” or mica, which was used for glazing windows. cf. Plin., Ep. ii. 17, and Juv., Sat. iv. 21. which forms in mines.  19  Mica is found in large plates in Siberia, Peru, and Mexico, as well as in Sweden and Norway. This pellucid stone, if one finds it in its natural perfection, without cracks inside, or the least spot of corruption, almost rivals the air in clearness. We cannot compare the firmament to one of these substances. To hold such an opinion about celestial bodies would be childish and foolish; and although everything may be in everything, fire in earth, air in water, and of the other elements the one in the other; although none of those which come under our senses are pure and without mixture, either with the element which serves as a medium for it, or with that which is contrary to it; I, nevertheless, dare not affirm that the firmament was formed of one of these simple substances, or of a mixture of them, for I am taught by Scripture not to allow my imagination to wander too far afield. But do not let us forget to remark that, after these divine words “let there be a firmament,” it is not said “and the firmament was made” but, “and God made the firmament, and divided the waters.”  20  Gen. i. 7. Hear, O ye deaf! See, O ye blind!—who, then, is deaf? He who does not hear this startling voice of the Holy Spirit. Who is blind? He who does not see such clear proofs of the Only begotten.  21  With Christian associations it is startling to read at the end of the Timæus that the Cosmos is the εἰκὼν τοῦ Θεοῦ, or, according to another reading, itself Θεός,… μονογενὴς ὤν. “Let there be a firmament.” It is the voice of the primary and principal Cause. “And God made the firmament.” Here is a witness to the active and creative power of God.

10 Gen. i. 6, 7.
11 Ps. xviii. 2, LXX.
12 Ps. lxxv. 3, LXX.
13 Ps. cl. 1. LXX.
14 ναστός (fr. νάσσω, press or knead)=close, firm. Democritus used it as opposed to κενόν, void. Arist. fr. 202.
15 Amos iv. 13, LXX.
16 Pliny (Hist. Nat. ii. 43) writes: “Si in nube luctetur flatus aut vapor, tonitrua edi: si erumpat ardens, fulmina; si longiore tractu nitatur, fulgetra. His findi nubem, illis perrumpi. Etesse tonitrua impactorum ignium plagas.” cf. Sen., Quæst. Nat. ii. 12.
17 ᾽Εμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀ& 153·ρος συμπαγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα. (Plutarch περὶ τῶν ἀρεσκόντῶν τοῖς φιλοσόφοις, ii. 11.) Pliny (Hist. Nat. xxxvii. 9) says that crystal is made “gelu (vide Sir T. Browne, Vulgar Errors, ii. 1) vehementiore concreto…glaciem que esso certum est; unde et nomen græci dedere.” So Seneca, Quæst. Nat. iii. 25. Diodorus Siculus, however, asserts it “coalescere non a frigore sed divini ignis potentia.” (Bibl. ii. 134.)
18 i.e. the “Lapis Specularis,” or mica, which was used for glazing windows. cf. Plin., Ep. ii. 17, and Juv., Sat. iv. 21.
19 Mica is found in large plates in Siberia, Peru, and Mexico, as well as in Sweden and Norway.
20 Gen. i. 7.
21 With Christian associations it is startling to read at the end of the Timæus that the Cosmos is the εἰκὼν τοῦ Θεοῦ, or, according to another reading, itself Θεός,… μονογενὴς ὤν.

Καὶ εἶπεν ὁ Θεός: γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα: καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Καὶ πρό γε τοῦ ἅψασθαι τῆς διανοίας τῶν γεγραμμένων, πειραθῶμεν τὸ παρὰ τῶν ἄλλων ἀντεπαγόμενον διαλῦσαι. Ἐρωτῶσι γὰρ ἡμᾶς, εἰ σφαιρικὸν μὲν τὸ σῶμα τοῦ στερεώματος, ὡς ἡ ὄψις δηλοῖ, ῥυτὸν δὲ τὸ ὕδωρ καὶ περιολισθαῖνον τοῖς ὑψηλοῖς, πῶς ἂν ἐδυνήθη ἐπὶ τῆς κυρτῆς περιφερείας τοῦ στερεώματος ἱδρυνθῆναι; Τί δὴ πρὸς τοῦτο ἐροῦμεν; Ὅτι μάλιστα μὲν οὐκ εἴ τι πρὸς ἡμᾶς κυκλοτερὲς ὁρᾶται κατὰ τὴν ἔνδον κοιλότητα, τοῦτο ἀνάγκη καὶ τὴν ἔξωθεν ἐπιφάνειαν σφαιρικῶς ἀπηρτίσθαι, καὶ ὅλον ἀκριβῶς ἔντορνον εἶναι καὶ λείως περιηγμένον: ὅπου γε ὁρῶμεν τῶν τε λουτρῶν τοὺς λιθίνους ὀρόφους, καὶ τὰς τῶν ἀντρωδῶν οἰκοδομημάτων κατασκευὰς, ἃ κατὰ τὴν ἔνδον ὄψιν εἰς ἡμικύκλιον σχῆμα περιηγμένα, ἐν τοῖς ἄνω τοῦ τέγους ὁμαλὴν ἔχει πολλάκις τὴν ἐπιφάνειαν. Ὥστε τούτου γε ἕνεκεν μήτε αὐτοὶ ἐχέτωσαν πράγματα, μήτε ἡμῖν παρεχέτωσαν, ὡς οὐ δυναμένοις τὸ ὕδωρ κατασχεῖν ἐν τοῖς ἄνω. Ἑξῆς δ' ἂν εἴη λέγειν, τίς ἡ φύσις τοῦ στερεώματος, καὶ διὰ τίνα αἰτίαν μεσιτεύειν ἐτάχθη τῷ ὕδατι. Τὸ τοῦ στερεώματος ὄνομα σύνηθες τῇ Γραφῇ ἐπὶ τῶν κατ' ἰσχὺν ὑπερβαλλόντων τάσσειν: ὡς ὅταν λέγῃ, Κύριος στερέωμά μου, καὶ καταφυγή μου: καὶ, Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς: καὶ τὸ, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ. Οἱ μὲν γὰρ ἔξωθεν στερεὸν λέγουσι σῶμα τὸ οἷον ναστὸν καὶ πλῆρες, ὃ πρὸς ἀντιδιαστολὴν τοῦ μαθηματικοῦ λέγεται. Ἔστι δὲ τὸ μὲν μαθηματικὸν τὸ ἐν μόναις ταῖς διαστάσεσι τὸ εἶναι ἔχον, ἐν τῷ πλάτει, λέγω, καὶ τῷ βάθει, καὶ τῷ ὕψει: τὸ δὲ στερεὸν ὃ πρὸς τοῖς διαστήμασι καὶ τὴν ἀντιτυπίαν ἔχει. Τῇ δὲ Γραφῇ σύνηθες, τὸ κραταιὸν καὶ ἀνένδοτον, στερέωμα λέγειν, ὡς καὶ ἐπὶ ἀέρος πολλάκις καταπυκνωθέντος τῇ φωνῇ ταύτῃ κεχρῆσθαι: ὡς ὅταν λέγῃ: Ὁ στερεῶν βροντήν. Τὴν γὰρ στερρότητα καὶ ἀντιτυπίαν τοῦ πνεύματος τοῦ ἐναπολαμβανομένου ταῖς κοιλότησι τῶν νεφῶν, καὶ διὰ τὸ βιαίως ἐκρήγνυσθαι τοὺς κατὰ τὰς βροντὰς ἀποτελοῦντος ψόφους, στερέωσιν βροντῆς ἡ Γραφὴ προσηγόρευσεν. Καὶ νῦν τοίνυν ἡγούμεθα ἐπί τινος στερρᾶς φύσεως, στέγειν τοῦ ὕδατος τὸ ὀλισθηρὸν καὶ εὐδιάλυτον ἐξαρκούσης, τὴν φωνὴν ταύτην τετάχθαι. Καὶ οὐ δήπου, ἐπειδὴ κατὰ τὴν κοινὴν ἐκδοχὴν ἐκ τοῦ ὕδατος δοκεῖ τὴν γένεσιν ἐσχηκέναι, ἢ ὕδατι πεπηγότι ἐμφερὲς εἶναι προσήκει νομίζειν, ἤ τινι τοιαύτῃ ὕλῃ ἐκ τῆς τοῦ ὑγροῦ διηθήσεως τὴν ἀρχὴν λαμβανούσῃ, ὁποία ἐστὶν ἥ τε τοῦ κρυστάλλου λίθου, ὃν δι' ὑπερβάλλουσαν τοῦ ὕδατος πῆξιν μεταποιεῖσθαί φασιν, ἢ ἡ τοῦ σπέκλου φύσις ἐν μετάλλοις συνισταμένη. Λίθος δέ ἐστι διαυγὴς, ἰδιάζουσαν καὶ καθαρωτάτην τὴν διαφάνειαν κεκτημένος, ὃς ἐὰν κατὰ τὴν ἑαυτοῦ φύσιν ἀκριβὴς εὑρεθῇ, μήτε κατεδηδεσμένος σηπεδόνι τινὶ, μήτε τὸ βάθος ὑπερρηγμένος ταῖς διαφύσεσι, μικροῦ τῷ ἀέρι τὴν διαύγειαν ἔοικεν. Οὐδενὶ οὖν τούτων εἰκάζομεν τὸ στερέωμα. Παιδικῆς γὰρ τῷ ὄντι καὶ ἁπλῆς διανοίας, τοιαύτας ἔχειν περὶ τῶν οὐρανίων τὰς ὑπολήψεις. Οὐ μὴν, οὐδὲ εἰ πάντα ἐν ἅπασίν ἐστι, πῦρ μὲν ἐν γῇ, ἀὴρ δὲ ἐν ὕδατι, καὶ τῶν ἄλλων ὡσαύτως ἐν ἑτέρῳ τὸ ἕτερον: καὶ μηδὲν τῶν αἰσθήσει ὑποπιπτόντων στοιχείων εἰλικρινές ἐστι καὶ ἀμιγὲς, ἢ τῆς πρὸς τὸ μέσον, ἢ τῆς πρὸς τὸ ἀντικείμενον κοινωνίας: τούτου ἕνεκεν καταδεχόμεθα, τὸ στερέωμα ἢ ἐξ ἑνὸς τῶν ἁπλῶν, ἢ τὸ ἀπὸ τούτων μίγμα φῆσαι ὑπάρχειν, δεδιδαγμένοι παρὰ τῆς Γραφῆς, μηδὲν ἐπιτρέπειν ἡμῶν τῷ νῷ πέρα τῶν συγκεχωρημένων φαντασιοῦσθαι. Μὴ παραδράμῃ δὲ ἡμᾶς μηδὲ ἐκεῖνο ἀπαρασήμαντον, ὅτι μετὰ τὸ προστάξαι τὸν Θεὸν, Γενηθήτω στερέωμα, οὐκ εἴρηται ἁπλῶς, καὶ ἐγένετο στερέωμα: ἀλλὰ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα: καὶ πάλιν, Διεχώρισεν ὁ Θεός. Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε. Καὶ τίς κωφὸς, ἀλλ' ἢ ὁ μὴ ἀκούων οὕτω μεγαλοφώνως ἐμβοῶντος τοῦ Πνεύματος; Καὶ τίς τυφλός; Ὁ μὴ ἐνορῶν ταῖς οὕτως ἐναργέσι περὶ τοῦ Μονογενοῦς ἀποδείξεσι. Γενηθήτω στερέωμα. Αὕτη ἡ φωνὴ τῆς προκαταρκτικῆς αἰτίας. Ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. Αὕτη τῆς ποιητικῆς καὶ δημιουργικῆς δυνάμεως μαρτυρία.