ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΟΜΙΛΙΑΙ θʹ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ   ΟΜΙΛΙΑ αʹ   Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐραν

 Πρέπουσα ἀρχὴ τῷ περὶ τῆς τοῦ κόσμου συστάσεως μέλλοντι διηγεῖσθαι, ἀρχὴν τῆς τῶν ὁρωμένων διακοσμήσεως προθεῖναι τοῦ λόγου. Οὐρανοῦ γὰρ καὶ γῆς ποίησ

 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἵστησί μου τὸν λόγον τὸ θαῦμα τῆς διανοίας. Τί πρῶτον εἴπω πόθεν ἄρξομαι τῆς ἐξηγήσεως Ἐλέγξω τῶν ἔ

 Μὴ οὖν ἄναρχα φαντάζου, ἄνθρωπε, τὰ ὁρώμενα, μηδὲ, ἐπειδὴ κυκλόσε περιτρέχει τὰ κατ' οὐρανὸν κινούμενα, ἡ δὲ τοῦ κύκλου ἀρχὴ τῇ προχείρῳ αἰσθήσει ἡμῶν

 Ἦπου αὐτοῖς ἡ περιουσία τῆς τοῦ κόσμου σοφίας προσθήκην οἴσει ποτὲ τῆς χαλεπῆς κατακρίσεως, ὅτι οὕτως ὀξὺ περὶ τὰ μάταια βλέποντες, ἑκόντες πρὸς τὴν σ

 Ἦν γάρ τι, ὡς ἔοικεν, καὶ πρὸ τοῦ κόσμου τούτου, ὃ τῇ μὲν διανοίᾳ ἡμῶν ἐστὶ θεωρητὸν, ἀνιστόρητον δὲ κατελείφθη, διὰ τὸ τοῖς εἰσαγομένοις ἔτι καὶ νηπί

 Τοσαυταχῶς οὖν λεγομένης τῆς ἀρχῆς, σκόπει εἰ μὴ πᾶσι τοῖς σημαινομένοις ἡ παροῦσα φωνὴ ἐφαρμόσει. Καὶ γὰρ ἀφ' οὗ χρόνου ἤρξατο ἡ τοῦ κόσμου τούτου σύ

 Ἐπειδὴ δὲ καὶ τῶν τεχνῶν αἱ μὲν ποιητικαὶ λέγονται, αἱ δὲ πρακτικαὶ, αἱ δὲ θεωρητικαί: καὶ τῶν μὲν θεωρητικῶν τέλος ἐστὶν ἡ κατὰ νοῦν ἐνέργεια: τῶν δὲ

 Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ περὶ τῆς οὐσίας ἔρευνα ἑκάστου τῶν ὄντων, ἢ τῶν κατὰ θεωρίαν ὑποπιπτόντων ἡμῖν, ἢ τῶν προκειμένων ἡ

 Ἐὰν δὲ ἕτερον σῶμα τῆς γῆς ἐμβριθέστερον ὑποθῇ κωλύειν τὴν γῆν πρὸς τὸ κάτω χωρεῖν, ἐνθυμηθήσῃ κἀκεῖνο ὁμοίου τινὸς δεῖσθαι τοῦ στέγοντος καὶ μὴ ἐῶντο

 Ἤδη δέ τινες τῶν φυσικῶν καὶ τοιαύταις αἰτίαις τὴν γῆν ἀκίνητον μένειν κατακομψεύονται. Ὡς ἄρα διὰ τὸ τὴν μέσην τοῦ παντὸς εἰληφέναι χώραν, καὶ διὰ τὴ

 Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ οὐρανοῦ εἴποιμεν, ὅτι πολυφωνότατοι πραγματεῖαι τοῖς σοφοῖς τοῦ κόσμου περὶ τῆς οὐρανίου φύσεως καταβέβληνται. Καὶ οἱ μὲν σύ

  ΟΜΙΛΙΑ βʹ.   Περὶ τοῦ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος 

 Μικροῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τοσοῦτον ἀποκεκρυμμένον τὸ βάθος τῆς διανοίας εὕρομεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπογνῶναι. Εἰ γὰρ τὰ προαύλια τῶν

 Ἀλλ' οἱ παραχαράκται τῆς ἀληθείας, οἱ οὐχὶ τῇ Γραφῇ τὸν ἑαυτῶν νοῦν ἀκολουθεῖν ἐκδιδάσκοντες, ἀλλὰ πρὸς τὸ οἰκεῖον βούλημα τὴν διάνοιαν τῶν Γραφῶν δια

 Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν: οὐκ ἐξ ἡμισείας ἑκάτερον, ἀλλ' ὅλον οὐρανὸν καὶ ὅλην γῆν, αὐτὴν τὴν οὐσίαν τῷ εἴδει συνειλημμένην. Οὐχὶ γὰρ σ

 Ἀλλὰ καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου: Πάλιν ἄλλαι μύθων ἀφορμαὶ, καὶ πλασμάτων δυσσεβεστέρων ἀρχαὶ πρὸς τὰς ἰδίας ὑπονοίας παρατρεπόντων τὰ ῥήματ

 Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει: μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου: ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Ἀεὶ γὰρ

 Καὶ Πνεῦμα Θεοῦ, φησὶν, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Εἴτε τοῦτο λέγει τὸ πνεῦμα, τοῦ ἀέρος τὴν χύσιν, δέξαι τὰ μέρη τοῦ κόσμου καταριθμοῦντά σοι τὸν συ

 Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς. Πρώτη φωνὴ Θεοῦ φωτὸς φύσιν ἐδημιούργησε, τὸ σκότος ἠφάνισε, τὴν κατήφειαν διέλυσε, τὸν κόσμον ἐφαίδρυνε, πᾶσιν ἀθρόως

 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Νῦν μὲν λοιπὸν μετὰ τὴν ἡλίου γένεσιν ἡμέρα ἐστὶν, ὁ ὑπὸ ἡλίου πεφωτισμένος ἀὴρ, ἐν τῷ

  ΟΜΙΛΙΑ γʹ.   Περὶ τοῦ στερεώματος. 

 Τὰ τῆς πρώτης ἡμέρας ἔργα, μᾶλλον δὲ τὰ τῆς μιᾶς: μὴ γὰρ οὖν ἀφελώμεθα αὐτῆς τὸ ἀξίωμα, ὃ ἐν τῇ φύσει ἔχει, παρὰ τοῦ κτίσαντος καθ' ἑαυτὴν ἐκδοθεῖσα,

 Καὶ εἶπεν ὁ Θεὸς γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἤδη καὶ χθὲς ἠκούσαμεν Θεοῦ ῥημάτων, Γενηθήτω

 Δεύτερόν ἐστιν ἐξετάσαι, εἰ ἕτερον παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὐρανὸν τὸ στερέωμα τοῦτο, ὃ καὶ αὐτὸ ἐπεκλήθη οὐρανὸς, καὶ εἰ ὅλως οὐρανοὶ δύο: ὅπερ

 Καὶ εἶπεν ὁ Θεός: γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα: καὶ διεχώρισ

 Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἐξηγήσεως τὸν λόγον ἐπαναγάγωμεν. Ἔστω διαχωρίζον, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἄπειρος μὲν ἦν, ὡς ἔοικε, τῶν ὑδάτων ἡ χ

 Περίβλεψαι πᾶσαν τὴν κτίσιν, καὶ ὄψει τοῦ θερμοῦ τὴν δύναμιν τοῖς ἐν γενέσει καὶ φθορᾷ πᾶσιν ἐνδυναστεύουσαν. Διὰ τοῦτο πολὺ τὸ ὕδωρ ὑπὲρ γῆς κεχυμένο

 Διὰ τοῦτο Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Εἴρηται τί τὸ σημαινόμενον παρὰ τῇ Γραφῇ τὸ τοῦ στερε

 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν: ὡς κυρίως μὲν ἑτέρῳ τῆς προσηγορίας ἐφαρμοζούσης, καθ' ὁμοίωσιν δὲ καὶ τούτου μεταλαμβάνοντος τῆς κλήσεως. Τε

 Ἡμῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδάτων, οἳ προφάσει ἀναγωγῆς, καὶ νοημάτων ὑψηλοτέρων, εἰς ἀλληγορίας κατ

 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐχὶ ὀφθαλμοῖς Θεοῦ τέρψιν παρέχει τὰ παρ' αὐτοῦ γινόμενα, οὐδὲ τοιαύτη παρ' αὐτῷ ἡ ἀποδοχὴ τῶν καλῶν, οἵα καὶ παρ' ἡμῖν:

  ΟΜΙΛΙΑ δʹ.   Περὶ συναγωγῆς τῶν ὑδάτων 

 Εἰσί τινες πόλεις παντοδαποῖς θεάμασι θαυματοποιῶν ἀπὸ βαθέος ὄρθρου μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις. Καὶ μέντοι καὶ μελῶν τινων κεκλασμένων κ

 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτως, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω το

 Συναχθήτω τὰ ὕδατα. Ἐκελεύσθη τρέχειν τῶν ὑδάτων ἡ φύσις, καὶ οὐδέποτε κάμνει τῷ προστάγματι ἐκείνῳ κατασπευδομένη διηνεκῶς. Τοῦτο δὲ λέγω, πρὸς τὴν ῥ

 Ἔπειτα ὁ εἰπὼν συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν, ἔδειξέ σοι, ὅτι πολλὰ ἦν κατὰ πολλοὺς τόπους διῃρημένα τὰ ὕδατα. Αἵ τε γὰρ τῶν ὀρῶν κοιλότητες,

 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Οὐκ εἶπε, καὶ ὀφθήτω ἡ γῆ, ἵνα μὴ πάλιν αὐτὴν ἀκατάσκευον ἐπιδείξῃ, πηλώδη

 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐκ αὐτὸ τοῦτο τερπνήν τινα ὄψιν θαλάσσης ὁ λόγος ἐνδείκνυται τῷ Θεῷ πεφηνέναι. Οὐ γὰρ ὀφθαλμοῖς βλέπει τὰ κάλλη τῆς κτίσε

 Καλὴ τοίνυν ἡ θάλασσα τῷ Θεῷ, καὶ διὰ τὴν ἐν τῷ βάθει τῆς ἰκμάδος ὑποδρομήν: καλὴ καὶ διότι ποταμῶν οὖσα δοχεῖον, εἰς ἑαυτὴν τὰ πανταχόθεν καταδέχεται

  ΟΜΙΛΙΑ εʹ.   Περὶ βλαστήσεως γῆς 

 Καὶ εἶπεν ὁ Θεός: βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν κατὰ γένος, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ.

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα, φησὶ, κατὰ γένος. Ὥστε κἄν τι γένος βοτάνης ἑτέροις διαφέρῃ, κἀκείνων τὸ κέρδος πρὸς ἡμᾶς ἐπανέρχεται,

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. Ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. Ἡ γὰρ βλ

 Τί εἴπω τί σιωπήσω Ἐν πλουσίοις τῆς κτίσεως θησαυροῖς ἄπορος μὲν ἡ εὕρεσις τοῦ τιμιωτέρου, δυσφορωτάτη δὲ ἡ ζημία τοῦ παρεθέντος. Βλαστησάτω ἡ γῆ βο

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Πόσην αὐτόματον λέγει τροφὴν ἐν τούτοις, τήν τε ἐν ῥίζαις, καὶ τὴν ἐν αὐτῇ τῇ βοτάνῃ, καὶ τὴν ἐν καρποῖς ἤδη πόσην δὲ

 Ἀλλὰ Καὶ ξύλον κάρπιμον, φησὶ, ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς. Ἐπὶ τούτῳ τῷ ῥήματι πᾶσαι μὲν λόχμ

 Ἀλλ' ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων. Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδει

 Τοιαῦται μὲν οὖν αἱ περὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν διαφοραὶ, ὡς ἐλάχιστα εἰπεῖν ἀπὸ πλείστων. Αὐτῶν δὲ τῶν καρπῶν τίς ἂν ἐπέλθοι τὴν ποικιλίαν, τὰ

 Καὶ τί δεῖ τὰ πόρρω λέγειν, ὅπου γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει ποιότητας Πικρότατον μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατον δὲ

 Βλαστησάτω ἡ γῆ. Τὸ μικρὸν τοῦτο πρόσταγμα εὐθὺς φύσις μεγάλη καὶ λόγος ἔντεχνος ἦν, θᾶττον τοῦ ἡμετέρου νοήματος τὰς μυρίας τῶν φυομένων ἰδιότητας ἐκ

  ΟΜΙΛΙΑ Ϛʹ   Περὶ γενέσεως φωστήρων. 

 Τὸν ἀθλητῶν θεατὴν μετέχειν τινὸς προσῆκε καὶ αὐτὸν εὐτονίας. Καὶ τοῦτο ἐκ τῶν πανηγυρικῶν θεσμῶν ἄν τις κατίδοι, οἳ τοὺς συγκαθεζομένους εἰς τὸ στάδι

 Καὶ εἶπεν ὁ Θεός: γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυ

 Καὶ μηδενὶ ἄπιστον εἶναι δοκείτω τὸ εἰρημένον, ὅτι ἄλλο μέν τι τοῦ φωτὸς ἡ λαμπρότης, ἄλλο δέ τι τὸ ὑποκείμενον τῷ φωτὶ σῶμα. Πρῶτον μὲν οὖν ἐκ τοῦ τὰ

 Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Ἀναγκαῖαι πρὸς τὸν ἀνθρώπινον βίον αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις. Ἐὰν μή

 Ἀλλ' οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγορίαν τῆς γενεθλιαλογίας τὸν λόγον ἕλκουσι, καὶ λέγουσι προσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν

 Οἷα δὲ καὶ τὰ ἀποτελεστικά Ὁ δεῖνα οὖλος, φησὶ, τὴν τρίχα, καὶ χαροπός: κριῷ γὰρ ἔχει τὴν ὥραν: τοιοῦτον δέ πως ὀφθῆναι τὸ ζῷον. Ἀλλὰ καὶ μεγαλόφρων:

 Καὶ οὐκ ἐπὶ τούτων ἵστανται μόνον, ἀλλὰ καὶ ὧν ἡ προαίρεσις ἑκάστου ἡμῶν κυρία (λέγω δὴ, τῶν ἐπιτηδευμάτων ἀρετῆς ἢ κακίας), καὶ τούτων τὰς αἰτίας τοῖ

 Πρὸς δὲ τὰ ἑξῆς τῶν ῥημάτων ἐπανέλθωμεν. Ἔστωσαν, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἴρηται ἡμῖν τὰ περὶ τῶν σημε

 Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους. Ἐπειδὴ τὸ μέγα τὸ μὲν ἀπόλυτον ἔχει τὴν ἔννοιαν: ὡς μέγας ὁ οὐρανὸς, καὶ μεγάλη ἡ γῆ, καὶ μεγάλη

 Κἀκεῖνο δέ σοι ἐναργὲς ἔστω τοῦ μεγέθους σημεῖον. Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ' οὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ τῆς

 Καὶ τὰ περὶ τὸν ἀέρα δὲ πάθη ταῖς μεταβολαῖς ταύτης συνδιατίθεται, ὡς μαρτυροῦσιν ἡμῖν αἵ τε κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφν

  ΟΜΙΛΙΑ ζʹ   Περὶ ἑρπετῶν 

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ κατὰ γένος. Μετὰ τὴν τῶν φωστήρω

 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος. Ἑκάστου γένους τὰς ἀπαρχὰς νῦν, οἱονεὶ σπέρματά τινα τῆς φύσεως, προβληθῆναι κελεύει: τὸ δὲ πλῆθος α

 Τροφὴ δὲ ἰχθύσιν ἄλλοις ἄλλη κατὰ γένος διωρισμένη. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται: οἱ δὲ τοῖς φυκίοις: ἄλλοι ταῖς βοτάναις ταῖς ἐντρεφομέναις τῷ ὕδατι ἀρκ

 Ἀλλ' οὐχ ἡμεῖς τοιοῦτοι. Πόθεν Οἵγε μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρατεμνόμεθα γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς

 Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐν πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρετὸν αὐτῷ καὶ

 Ἀκουέτω δὲ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης αὐτῷ παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη τὸν γάμον: σὺ τὸ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθ

  ΟΜΙΛΙΑ ηʹ   Περὶ πτηνῶν καὶ ἐνύδρων. 

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ἦλθε τὸ πρόσταγμα ὁδῷ βαδίζον,

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Διὰ τί ἡ γῆ ψυχὴν ζῶσαν ἐξάγει Ἵνα μάθῃς διαφορὰν ψυχῆς κτήνους καὶ ψυχῆς ἀνθρώπου. Μικρὸν ὕστερον γνώσῃ, πῶς ἡ ψυχὴ τοῦ

 Εἰσὶ μέντοι γενῶν διαφοραὶ μυρίαι καὶ ἐν τοῖς ὄρνισιν, ἃς ἐάν τις κατὰ τὸν αὐτὸν τρόπον ἐπίῃ καθ' ὃν ἐν μέρει καὶ τῆς τῶν ἰχθύων ἐξετάσεως ἐφηψάμεθα,

 Μυρίαι, ὡς ἔφαμεν, καὶ τῶν πράξεων καὶ τῶν βίων διαφοραί. Ἔστι δέ τινα καὶ πολιτικὰ τῶν ἀλόγων, εἴπερ πολιτείας ἴδιον, τὸ πρὸς ἓν πέρας κοινὸν συννεύε

 Πῶς ἄν σοι πάντα δι' ἀκριβείας ἐπέλθοιμι τὰ ἐν τοῖς βίοις τῶν ὀρνίθων ἰδιώματα Πῶς μὲν αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχοντα

 Τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτὲ συζευχθέντος

 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ἐπὶ μὲν τῆς γῆς ἐκελεύσθη πετάσθαι, διὰ τὸ πᾶσι

 Ἁπλῶς ἀναγινωσκόμενα τὰ ῥήματα τῆς Γραφῆς, συλλαβαί τινες εἰσι μικραί: Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ: ἐ

  ΟΜΙΛΙΑ θʹ   Περὶ χερσαίων. 

 Πῶς ὑμῖν ἡ ἑωθινὴ τῶν λόγων τράπεζα κατεφάνη Ἐμοὶ μὲν γὰρ ἐπῆλθεν εἰκάσαι τὰ ἐμαυτοῦ πένητός τινος ἑστιάτορος φιλοφροσύνῃ, ὃς τῶν εὐτραπέζων τις εἶνα

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν. Νόησον ῥῆμα Θεοῦ διὰ τῆς κτίσεως τρέχον, καὶ τότε ἀρξάμενον, καὶ μέχρι νῦν ἐνεργοῦν, καὶ εἰς

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Οὐ τοίνυν ἐναποκειμένη τῇ γῇ ἡ ψυχὴ τῶν ἀλόγων ἐξεφάνη, ἀλλ' ὁμοῦ τῷ προστάγματι συνυπέστη. Μία δὲ ψυχὴ τῶν ἀλόγων. Ἓν γὰρ

 Εἰσὶ δὲ καὶ παρ' ἡμῖν αἱ ἀρεταὶ κατὰ φύσιν, πρὸς ἃς ἡ οἰκείωσις τῆς ψυχῆς οὐκ ἐκ διδασκαλίας ἀνθρώπων, ἀλλ' ἐξ αὐτῆς τῆς φύσεως ἐνυπάρχει. Ὡς γὰρ οὐδε

 Ἀλλ' ἐπὶ τὴν θεωρίαν τῆς κτίσεως ἐπανίωμεν. Τὰ εὐαλωτότερα τῶν ζῴων, πολυγονώτερα. Διὰ τοῦτο πολυτόκοι λαγωοὶ, καὶ αἶγες ἄγριαι, καὶ πρόβατα ἄγρια διδ

 Πίστεώς ἐστιν ἀπόδειξις τὰ θηρία. Πέποιθας ἐπὶ Κύριον Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Καὶ ἔχεις τὴν διὰ πίστ

7. Therefore we read: “  Let there be a firmament in the midst of the waters, and let it divide the waters from the waters .” I have said what the word firmament in Scripture means. It is not in reality a firm and solid substance which has weight and resistance; this name would otherwise have better suited the earth. But, as the substance of superincumbent bodies is light, without consistency, and cannot be grasped by any one of our senses, it is in comparison with these pure and imperceptible substances that the firmament has received its name. Imagine a place fit to divide the moisture, sending it, if pure and filtered, into higher regions, and making it fall, if it is dense and earthy; to the end that by the gradual withdrawal of the moist particles the same temperature may be preserved from the beginning to the end. You do not believe in this prodigious quantity of water; but you do not take into account the prodigious quantity of heat, less considerable no doubt in bulk, but exceedingly powerful nevertheless, if you consider it as destructive of moisture. It attracts surrounding moisture, as the melon shows us, and consumes it as quickly when attracted, as the flame of the lamp draws to it the fuel supplied by the wick and burns it up. Who doubts that the æther is an ardent fire?  41  So the “liquidissimus æther” of the Epicurean Lucretius (v. 501), “Suos ignes fert;” i.e. the fiery stars are of the nature of the element in which they move. cf. the Stoic Manilius i. 149, “Ignis in æthereas volucer se sustulit oras summaque complexus stellantis culmina cœli, Flammarum vallo naturæ mœnia fecit.” If an impassable limit had not been assigned to it by the Creator, what would prevent it from setting on fire and consuming all that is near it, and absorbing all the moisture from existing things? The aerial waters which veil the heavens with vapours that are sent forth by rivers, fountains, marshes, lakes, and seas, prevent the æther from invading and burning up the universe. Thus we see even this sun, in the summer season, dry up in a moment a damp and marshy country, and make it perfectly arid. What has become of all the water? Let these masters of omniscience tell us. Is it not plain to every one that it has risen in vapour, and has been consumed by the heat of the sun? They say, none the less, that even the sun is without heat. What time they lose in words! And see what proof they lean upon to resist what is perfectly plain. Its colour is white, and neither reddish nor yellow. It is not then fiery by nature, and its heat results, they say, from the velocity of its rotation.  42  So Aristotle, Meteor. i. 3, 30. ῾Ορῶμεν δὴ τὴν κίνησιν ὅτι δύναται διακρίνειν τὸν ἀ& 153·ρα καὶ ἐκπυροῦν ὥστε καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι πολλάκις. Τὸ μὲν οὖν γίγνεσθαι τὴν ἀλέαν καὶ τὴν θερμότητα ἱκανή ἐστι παρασκευάζειν καὶ ἡ τοῦ ἡλίου φορὰ μόνον. What do they gain? That the sun does not seem to absorb moisture? I do not, however, reject this statement, although it is false, because it helps my argument. I said that the consumption of heat required this prodigious quantity of water. That the sun owes its heat to its nature, or that heat results from its action, makes no difference, provided that it produces the same effects upon the same matter. If you kindle fire by rubbing two pieces of wood together, or if you light them by holding them to a flame, you will have absolutely the same effect. Besides, we see that the great wisdom of Him who governs all, makes the sun travel from one region to another, for fear that, if it remained always in the same place, its excessive heat would destroy the order of the universe. Now it passes into southern regions about the time of the winter solstice, now it returns to the sign of the equinox; from thence it betakes itself to northern regions during the summer solstice, and keeps up by this imperceptible passage a pleasant temperature throughout all the world.

Let the learned people see if they do not disagree among themselves. The water which the sun consumes is, they say, what prevents the sea from rising and flooding the rivers; the warmth of the sun leaves behind the salts and the bitterness of the waters, and absorbs from them the pure and drinkable particles,  43  cf. Diog. Laert. vii. on Zeno. Τρέπεσθαι δὲ τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄστρα, τὸν μὴν ἥλιον ἐκ τῆς μεγάλης θαλάττης. So Zeno, Chrysippus, and Posidonius. thanks to the singular virtue of this planet in attracting all that is light and in allowing to fall, like mud and sediment, all which is thick and earthy. From thence come the bitterness, the salt taste and the power of withering and drying up which are characteristic of the sea. While as is notorious, they hold these views, they shift their ground and say that moisture cannot be lessened by the sun.  44  Pliny (ii. 103, 104) writes: “Itaque solis ardore siccatur liquor;…sic mari late patenti saporem incoqui salis, aut quia exhausto inde dulci tenuique, quod facillime, trahat vis ignea, omne asperius crassiusque linquatur: ideo summa æquarum aqua dulciorem profundam: hanc esse veriorem causam asperi saporis, quam quod mare terræ sudor sit æternus: aut quia plurimum ex arido misceatur illi vapore, aut quia terræ natura sicut medicatas aquas inficiat.” The first of these three theories was that of Hippocrates (De Aere, Locis, et Aquis, iv. 197) and of Anaximander (Plutarch περὶ τῶν ἀρέσκ, etc. ii. 552). On the second vide Arist., Prob. xxiii. 30. The idea of the sea being the earth’s sweat was that of Empedocles. cf. Arist., Meteor. ii. 1.

41 So the “liquidissimus æther” of the Epicurean Lucretius (v. 501), “Suos ignes fert;” i.e. the fiery stars are of the nature of the element in which they move. cf. the Stoic Manilius i. 149, “Ignis in æthereas volucer se sustulit oras summaque complexus stellantis culmina cœli, Flammarum vallo naturæ mœnia fecit.”
42 So Aristotle, Meteor. i. 3, 30. ῾Ορῶμεν δὴ τὴν κίνησιν ὅτι δύναται διακρίνειν τὸν ἀ& 153·ρα καὶ ἐκπυροῦν ὥστε καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι πολλάκις. Τὸ μὲν οὖν γίγνεσθαι τὴν ἀλέαν καὶ τὴν θερμότητα ἱκανή ἐστι παρασκευάζειν καὶ ἡ τοῦ ἡλίου φορὰ μόνον.
43 cf. Diog. Laert. vii. on Zeno. Τρέπεσθαι δὲ τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄστρα, τὸν μὴν ἥλιον ἐκ τῆς μεγάλης θαλάττης. So Zeno, Chrysippus, and Posidonius.
44 Pliny (ii. 103, 104) writes: “Itaque solis ardore siccatur liquor;…sic mari late patenti saporem incoqui salis, aut quia exhausto inde dulci tenuique, quod facillime, trahat vis ignea, omne asperius crassiusque linquatur: ideo summa æquarum aqua dulciorem profundam: hanc esse veriorem causam asperi saporis, quam quod mare terræ sudor sit æternus: aut quia plurimum ex arido misceatur illi vapore, aut quia terræ natura sicut medicatas aquas inficiat.” The first of these three theories was that of Hippocrates (De Aere, Locis, et Aquis, iv. 197) and of Anaximander (Plutarch περὶ τῶν ἀρέσκ, etc. ii. 552). On the second vide Arist., Prob. xxiii. 30. The idea of the sea being the earth’s sweat was that of Empedocles. cf. Arist., Meteor. ii. 1.

Διὰ τοῦτο Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Εἴρηται τί τὸ σημαινόμενον παρὰ τῇ Γραφῇ τὸ τοῦ στερεώματος ὄνομα. Ὅτι οὐχὶ τὴν ἀντίτυπον καὶ στερέμνιον φύσιν, τὴν ἔχουσαν βάρος καὶ ἀντέρεισιν, οὐ ταύτην λέγει στερέωμα. Ἢ οὕτω ἂν κυριώτερον ἡ γῆ τῆς τοιαύτης κλήσεως ἠξιώθη. Ἀλλὰ διὰ τὴν φύσιν τῶν ὑπερκειμένων λεπτὴν οὖσαν καὶ ἀραιὰν καὶ οὐδεμιᾷ αἰσθήσει καταληπτὴν, στερέωμα τοῦτο ὠνόμασε, συγκρίσει τῶν λεπτοτάτων καὶ τῇ αἰσθήσει ἀκαταλήπτων. Καὶ νόει μοι τόπον τινὰ διακριτικὸν τοῦ ὑγροῦ: τὸ μὲν λεπτὸν καὶ διηθούμενον ἐπὶ τὰ ἄνω διιέντα, τὸ δὲ παχύτατον καὶ γεῶδες ἐναφιέντα τοῖς κάτω, ἵν' ἐξ ἀρχῆς μέχρι τέλους ἡ αὐτὴ εὐκρασία συντηρηθῇ, κατὰ μέρος τῆς ὑφαιρέσεως τῶν ὑγρῶν γινομένης. Σὺ δὲ τῷ μὲν πλήθει τοῦ ὕδατος ἀπιστεῖς, πρὸς δὲ τοῦ θερμοῦ τὸ πλῆθος οὐκ ἀποβλέπεις: ὃ κἂν ὀλίγον ᾖ τῷ μεγέθει, πολλῆς ἐστι διὰ τὴν δύναμιν ἀναλωτικὸν ὑγρασίας. Ἐφέλκεται μὲν γὰρ τὸ παρακείμενον ὑγρὸν, ὡς δηλοῖ ἡ σικύα: δαπανητικὸν δέ ἐστι τοῦ ἑλκυσθέντος κατὰ τὴν εἰκόνα τοῦ λυχνιαίου πυρὸς, ὃ διὰ τῆς θρυαλλίδος τὴν παρακειμένην τροφὴν ἐπισπασάμενον, ταχέως διὰ τῆς μεταβολῆς ἀπῃθάλωσε. Τὸν δὲ αἰθέρα τίς ἀμφιβάλλει μὴ οὐχὶ πυρώδη εἶναι καὶ διακαῆ; ὃς εἰ μὴ τῷ ἀναγκαίῳ τοῦ ποιήσαντος αὐτὸν ὅρῳ κατείχετο, τί ἂν ἐκώλυσεν αὐτὸν πάντα φλογίζοντα καὶ καταπιμπρῶντα τὰ συνεχῆ, πᾶσαν ὁμοῦ τὴν ἐν τοῖς οὖσιν ἐξαναλῶσαι νοτίδα; Διὰ ταῦτα ὕδωρ ἀέριον, νεφουμένου τοῦ ἄνω τόπου ἐκ τῆς ἀναφορᾶς τῶν ἀτμῶν, οὓς ποταμοὶ, καὶ κρῆναι, καὶ τενάγη, καὶ λίμναι, καὶ πελάγη πάντα προΐενται, ὡς ἂν μὴ πάντα πυρακτῶν ὁ αἰθὴρ ἐπιλάβοι: ὅπου γε καὶ τὸν ἥλιον τοῦτον ὁρῶμεν, ὥρᾳ θέρους διάβροχον πολλάκις καὶ τεναγώδη χώραν ἐν βραχυτάτῃ χρόνου ῥοπῇ ἄνικμον παντελῶς καὶ ξηρὰν καταλιμπάνοντα. Ποῦ τοίνυν ἐκεῖνο τὸ ὕδωρ; Δεικνύτωσαν ἡμῖν οἱ τὰ πάντα δεινοί. Ἆρ' οὐχὶ παντὶ δῆλον, ὅτι τῇ θερμότητι τοῦ ἡλίου διατμηθὲν ἀνηλώθη; Καίτοιγε οὐδὲ θερμὸν εἶναι τὸν ἥλιον ἐκεῖνοι λέγουσι: τοσοῦτον αὐτοῖς τοῦ λέγειν περίεστι. Καὶ σκοπεῖτε ποταπῇ ἀποδείξει ἐπερειδόμενοι πρὸς τὴν ἐνάργειαν ἀντιβαίνουσιν. Ἐπειδὴ λευκός ἐστι, φασὶ, τὴν χροίαν, ἀλλ' οὐχὶ ὑπέρυθρος, οὐδὲ ξανθὸς, τούτου ἕνεκεν οὐδὲ πυρώδης τὴν φύσιν: ἀλλὰ καὶ τούτου φασὶ τὸ θερμὸν ἐκ τῆς ταχείας εἶναι περιστροφῆς. Τί ἐντεῦθεν ἑαυτοῖς διοικούμενοι; Ὡς μηδὲν δόξαι τῶν ὑγρῶν ἀπαναλίσκειν τὸν ἥλιον. Ἐγὼ δὲ κἂν μὴ ἀληθὲς ᾖ τὸ λεγόμενον, ἀλλ' ὡς συγκατασκευάζον ἐμοὶ τὸν λόγον οὐκ ἀπωθοῦμαι. Ἐλέγετο γὰρ, διὰ τὴν ἐκ τοῦ θερμοῦ δαπάνην ἀναγκαῖον εἶναι τῶν ὑδάτων τὸ πλῆθος. Διαφέρει δὲ οὐδὲν, ἐκ φύσεως εἶναι θερμὸν, ἢ ἐκ πάθους ἔχειν τὴν πύρωσιν πρός γε τὸ τὰ αὐτὰ συμπτώματα περὶ τὰς αὐτὰς ὕλας ἀπογεννᾶν. Ἐάν τε γὰρ τριβόμενα ξύλα πρὸς ἄλληλα πῦρ καὶ φλόγα ἀνάψῃ, ἐάν τε ἐκ φλογὸς ἀναπτομένης κατακαυθῇ, ἴσον ἐστὶ καὶ παραπλήσιον ἐξ ἀμφοτέρων τὸ τέλος. Καίτοιγε ὁρῶμεν τὴν μεγάλην τοῦ τὰ πάντα κυβερνῶντος σοφίαν, μετατιθεῖσαν τὸν ἥλιον ἐξ ἑτέρων εἰς ἕτερα, ἵνα μὴ τοῖς αὐτοῖς ἀεὶ προσδιατρίβων, τῇ πλεονεξίᾳ τοῦ θερμοῦ λυμήνηται τὴν διακόσμησιν: ἀλλὰ νῦν μὲν αὐτὸν ἐπὶ τὸ νότιον μέρος κατὰ τὰς χειμερινὰς τροπὰς ἀπάγοντα, νῦν δὲ ἐπὶ τὰ ἰσημερινὰ σημεῖα μετατιθέντα, κἀκεῖθεν ἐπὶ τὰ προσάρκτια ὑπὸ τὰς θερινὰς τροπὰς ἐπανάγοντα, ὥστε τῇ κατὰ μικρὸν αὐτοῦ μεταβάσει τῷ περὶ γῆν τόπῳ τὴν εὐκρασίαν φυλάσσεσθαι. Σκοπείτωσαν δὲ εἰ μὴ αὐτοὶ ἑαυτοῖς περιπίπτουσιν, οἵ γε τὴν θάλασσαν λέγουσι μήτε πλημμυρεῖν τοῖς ποταμοῖς ἐκ τῆς τοῦ ἡλίου δαπάνης, καὶ προσέτι ἁλμυρὰν καὶ πικρὰν ἀπολείπεσθαι, τοῦ λεπτοῦ καὶ ποτίμου ὑπὸ τῆς θέρμης ἀναλωθέντος: ὅπερ ἐκ τῆς τοῦ ἡλίου μάλιστα γίνεται διακρίσεως, τὸ μὲν κοῦφον ἀπάγοντος, τὸ δὲ παχὺ καὶ γεῶδες οἷόν τινα ἰλὺν καὶ ὑποστάθμην ἐναφιέντος: ἐξ οὗ τὸ πικρὸν καὶ ἁλμυρὸν καὶ ξηραντικὸν τῇ θαλάσσῃ προσεῖναι. Οἱ δὴ ταῦτα περὶ θαλάσσης λέγοντες, πάλιν μεταβαλλόμενοι, μηδεμίαν τοῦ ὑγροῦ γίνεσθαι μείωσιν ἐκ τοῦ ἡλίου φασί.