ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΟΜΙΛΙΑΙ θʹ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ   ΟΜΙΛΙΑ αʹ   Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐραν

 Πρέπουσα ἀρχὴ τῷ περὶ τῆς τοῦ κόσμου συστάσεως μέλλοντι διηγεῖσθαι, ἀρχὴν τῆς τῶν ὁρωμένων διακοσμήσεως προθεῖναι τοῦ λόγου. Οὐρανοῦ γὰρ καὶ γῆς ποίησ

 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἵστησί μου τὸν λόγον τὸ θαῦμα τῆς διανοίας. Τί πρῶτον εἴπω πόθεν ἄρξομαι τῆς ἐξηγήσεως Ἐλέγξω τῶν ἔ

 Μὴ οὖν ἄναρχα φαντάζου, ἄνθρωπε, τὰ ὁρώμενα, μηδὲ, ἐπειδὴ κυκλόσε περιτρέχει τὰ κατ' οὐρανὸν κινούμενα, ἡ δὲ τοῦ κύκλου ἀρχὴ τῇ προχείρῳ αἰσθήσει ἡμῶν

 Ἦπου αὐτοῖς ἡ περιουσία τῆς τοῦ κόσμου σοφίας προσθήκην οἴσει ποτὲ τῆς χαλεπῆς κατακρίσεως, ὅτι οὕτως ὀξὺ περὶ τὰ μάταια βλέποντες, ἑκόντες πρὸς τὴν σ

 Ἦν γάρ τι, ὡς ἔοικεν, καὶ πρὸ τοῦ κόσμου τούτου, ὃ τῇ μὲν διανοίᾳ ἡμῶν ἐστὶ θεωρητὸν, ἀνιστόρητον δὲ κατελείφθη, διὰ τὸ τοῖς εἰσαγομένοις ἔτι καὶ νηπί

 Τοσαυταχῶς οὖν λεγομένης τῆς ἀρχῆς, σκόπει εἰ μὴ πᾶσι τοῖς σημαινομένοις ἡ παροῦσα φωνὴ ἐφαρμόσει. Καὶ γὰρ ἀφ' οὗ χρόνου ἤρξατο ἡ τοῦ κόσμου τούτου σύ

 Ἐπειδὴ δὲ καὶ τῶν τεχνῶν αἱ μὲν ποιητικαὶ λέγονται, αἱ δὲ πρακτικαὶ, αἱ δὲ θεωρητικαί: καὶ τῶν μὲν θεωρητικῶν τέλος ἐστὶν ἡ κατὰ νοῦν ἐνέργεια: τῶν δὲ

 Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ περὶ τῆς οὐσίας ἔρευνα ἑκάστου τῶν ὄντων, ἢ τῶν κατὰ θεωρίαν ὑποπιπτόντων ἡμῖν, ἢ τῶν προκειμένων ἡ

 Ἐὰν δὲ ἕτερον σῶμα τῆς γῆς ἐμβριθέστερον ὑποθῇ κωλύειν τὴν γῆν πρὸς τὸ κάτω χωρεῖν, ἐνθυμηθήσῃ κἀκεῖνο ὁμοίου τινὸς δεῖσθαι τοῦ στέγοντος καὶ μὴ ἐῶντο

 Ἤδη δέ τινες τῶν φυσικῶν καὶ τοιαύταις αἰτίαις τὴν γῆν ἀκίνητον μένειν κατακομψεύονται. Ὡς ἄρα διὰ τὸ τὴν μέσην τοῦ παντὸς εἰληφέναι χώραν, καὶ διὰ τὴ

 Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ οὐρανοῦ εἴποιμεν, ὅτι πολυφωνότατοι πραγματεῖαι τοῖς σοφοῖς τοῦ κόσμου περὶ τῆς οὐρανίου φύσεως καταβέβληνται. Καὶ οἱ μὲν σύ

  ΟΜΙΛΙΑ βʹ.   Περὶ τοῦ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος 

 Μικροῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τοσοῦτον ἀποκεκρυμμένον τὸ βάθος τῆς διανοίας εὕρομεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπογνῶναι. Εἰ γὰρ τὰ προαύλια τῶν

 Ἀλλ' οἱ παραχαράκται τῆς ἀληθείας, οἱ οὐχὶ τῇ Γραφῇ τὸν ἑαυτῶν νοῦν ἀκολουθεῖν ἐκδιδάσκοντες, ἀλλὰ πρὸς τὸ οἰκεῖον βούλημα τὴν διάνοιαν τῶν Γραφῶν δια

 Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν: οὐκ ἐξ ἡμισείας ἑκάτερον, ἀλλ' ὅλον οὐρανὸν καὶ ὅλην γῆν, αὐτὴν τὴν οὐσίαν τῷ εἴδει συνειλημμένην. Οὐχὶ γὰρ σ

 Ἀλλὰ καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου: Πάλιν ἄλλαι μύθων ἀφορμαὶ, καὶ πλασμάτων δυσσεβεστέρων ἀρχαὶ πρὸς τὰς ἰδίας ὑπονοίας παρατρεπόντων τὰ ῥήματ

 Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει: μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου: ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Ἀεὶ γὰρ

 Καὶ Πνεῦμα Θεοῦ, φησὶν, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Εἴτε τοῦτο λέγει τὸ πνεῦμα, τοῦ ἀέρος τὴν χύσιν, δέξαι τὰ μέρη τοῦ κόσμου καταριθμοῦντά σοι τὸν συ

 Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς. Πρώτη φωνὴ Θεοῦ φωτὸς φύσιν ἐδημιούργησε, τὸ σκότος ἠφάνισε, τὴν κατήφειαν διέλυσε, τὸν κόσμον ἐφαίδρυνε, πᾶσιν ἀθρόως

 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Νῦν μὲν λοιπὸν μετὰ τὴν ἡλίου γένεσιν ἡμέρα ἐστὶν, ὁ ὑπὸ ἡλίου πεφωτισμένος ἀὴρ, ἐν τῷ

  ΟΜΙΛΙΑ γʹ.   Περὶ τοῦ στερεώματος. 

 Τὰ τῆς πρώτης ἡμέρας ἔργα, μᾶλλον δὲ τὰ τῆς μιᾶς: μὴ γὰρ οὖν ἀφελώμεθα αὐτῆς τὸ ἀξίωμα, ὃ ἐν τῇ φύσει ἔχει, παρὰ τοῦ κτίσαντος καθ' ἑαυτὴν ἐκδοθεῖσα,

 Καὶ εἶπεν ὁ Θεὸς γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἤδη καὶ χθὲς ἠκούσαμεν Θεοῦ ῥημάτων, Γενηθήτω

 Δεύτερόν ἐστιν ἐξετάσαι, εἰ ἕτερον παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὐρανὸν τὸ στερέωμα τοῦτο, ὃ καὶ αὐτὸ ἐπεκλήθη οὐρανὸς, καὶ εἰ ὅλως οὐρανοὶ δύο: ὅπερ

 Καὶ εἶπεν ὁ Θεός: γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα: καὶ διεχώρισ

 Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἐξηγήσεως τὸν λόγον ἐπαναγάγωμεν. Ἔστω διαχωρίζον, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἄπειρος μὲν ἦν, ὡς ἔοικε, τῶν ὑδάτων ἡ χ

 Περίβλεψαι πᾶσαν τὴν κτίσιν, καὶ ὄψει τοῦ θερμοῦ τὴν δύναμιν τοῖς ἐν γενέσει καὶ φθορᾷ πᾶσιν ἐνδυναστεύουσαν. Διὰ τοῦτο πολὺ τὸ ὕδωρ ὑπὲρ γῆς κεχυμένο

 Διὰ τοῦτο Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Εἴρηται τί τὸ σημαινόμενον παρὰ τῇ Γραφῇ τὸ τοῦ στερε

 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν: ὡς κυρίως μὲν ἑτέρῳ τῆς προσηγορίας ἐφαρμοζούσης, καθ' ὁμοίωσιν δὲ καὶ τούτου μεταλαμβάνοντος τῆς κλήσεως. Τε

 Ἡμῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδάτων, οἳ προφάσει ἀναγωγῆς, καὶ νοημάτων ὑψηλοτέρων, εἰς ἀλληγορίας κατ

 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐχὶ ὀφθαλμοῖς Θεοῦ τέρψιν παρέχει τὰ παρ' αὐτοῦ γινόμενα, οὐδὲ τοιαύτη παρ' αὐτῷ ἡ ἀποδοχὴ τῶν καλῶν, οἵα καὶ παρ' ἡμῖν:

  ΟΜΙΛΙΑ δʹ.   Περὶ συναγωγῆς τῶν ὑδάτων 

 Εἰσί τινες πόλεις παντοδαποῖς θεάμασι θαυματοποιῶν ἀπὸ βαθέος ὄρθρου μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις. Καὶ μέντοι καὶ μελῶν τινων κεκλασμένων κ

 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτως, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω το

 Συναχθήτω τὰ ὕδατα. Ἐκελεύσθη τρέχειν τῶν ὑδάτων ἡ φύσις, καὶ οὐδέποτε κάμνει τῷ προστάγματι ἐκείνῳ κατασπευδομένη διηνεκῶς. Τοῦτο δὲ λέγω, πρὸς τὴν ῥ

 Ἔπειτα ὁ εἰπὼν συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν, ἔδειξέ σοι, ὅτι πολλὰ ἦν κατὰ πολλοὺς τόπους διῃρημένα τὰ ὕδατα. Αἵ τε γὰρ τῶν ὀρῶν κοιλότητες,

 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Οὐκ εἶπε, καὶ ὀφθήτω ἡ γῆ, ἵνα μὴ πάλιν αὐτὴν ἀκατάσκευον ἐπιδείξῃ, πηλώδη

 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐκ αὐτὸ τοῦτο τερπνήν τινα ὄψιν θαλάσσης ὁ λόγος ἐνδείκνυται τῷ Θεῷ πεφηνέναι. Οὐ γὰρ ὀφθαλμοῖς βλέπει τὰ κάλλη τῆς κτίσε

 Καλὴ τοίνυν ἡ θάλασσα τῷ Θεῷ, καὶ διὰ τὴν ἐν τῷ βάθει τῆς ἰκμάδος ὑποδρομήν: καλὴ καὶ διότι ποταμῶν οὖσα δοχεῖον, εἰς ἑαυτὴν τὰ πανταχόθεν καταδέχεται

  ΟΜΙΛΙΑ εʹ.   Περὶ βλαστήσεως γῆς 

 Καὶ εἶπεν ὁ Θεός: βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν κατὰ γένος, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ.

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα, φησὶ, κατὰ γένος. Ὥστε κἄν τι γένος βοτάνης ἑτέροις διαφέρῃ, κἀκείνων τὸ κέρδος πρὸς ἡμᾶς ἐπανέρχεται,

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. Ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. Ἡ γὰρ βλ

 Τί εἴπω τί σιωπήσω Ἐν πλουσίοις τῆς κτίσεως θησαυροῖς ἄπορος μὲν ἡ εὕρεσις τοῦ τιμιωτέρου, δυσφορωτάτη δὲ ἡ ζημία τοῦ παρεθέντος. Βλαστησάτω ἡ γῆ βο

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Πόσην αὐτόματον λέγει τροφὴν ἐν τούτοις, τήν τε ἐν ῥίζαις, καὶ τὴν ἐν αὐτῇ τῇ βοτάνῃ, καὶ τὴν ἐν καρποῖς ἤδη πόσην δὲ

 Ἀλλὰ Καὶ ξύλον κάρπιμον, φησὶ, ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς. Ἐπὶ τούτῳ τῷ ῥήματι πᾶσαι μὲν λόχμ

 Ἀλλ' ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων. Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδει

 Τοιαῦται μὲν οὖν αἱ περὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν διαφοραὶ, ὡς ἐλάχιστα εἰπεῖν ἀπὸ πλείστων. Αὐτῶν δὲ τῶν καρπῶν τίς ἂν ἐπέλθοι τὴν ποικιλίαν, τὰ

 Καὶ τί δεῖ τὰ πόρρω λέγειν, ὅπου γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει ποιότητας Πικρότατον μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατον δὲ

 Βλαστησάτω ἡ γῆ. Τὸ μικρὸν τοῦτο πρόσταγμα εὐθὺς φύσις μεγάλη καὶ λόγος ἔντεχνος ἦν, θᾶττον τοῦ ἡμετέρου νοήματος τὰς μυρίας τῶν φυομένων ἰδιότητας ἐκ

  ΟΜΙΛΙΑ Ϛʹ   Περὶ γενέσεως φωστήρων. 

 Τὸν ἀθλητῶν θεατὴν μετέχειν τινὸς προσῆκε καὶ αὐτὸν εὐτονίας. Καὶ τοῦτο ἐκ τῶν πανηγυρικῶν θεσμῶν ἄν τις κατίδοι, οἳ τοὺς συγκαθεζομένους εἰς τὸ στάδι

 Καὶ εἶπεν ὁ Θεός: γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυ

 Καὶ μηδενὶ ἄπιστον εἶναι δοκείτω τὸ εἰρημένον, ὅτι ἄλλο μέν τι τοῦ φωτὸς ἡ λαμπρότης, ἄλλο δέ τι τὸ ὑποκείμενον τῷ φωτὶ σῶμα. Πρῶτον μὲν οὖν ἐκ τοῦ τὰ

 Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Ἀναγκαῖαι πρὸς τὸν ἀνθρώπινον βίον αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις. Ἐὰν μή

 Ἀλλ' οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγορίαν τῆς γενεθλιαλογίας τὸν λόγον ἕλκουσι, καὶ λέγουσι προσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν

 Οἷα δὲ καὶ τὰ ἀποτελεστικά Ὁ δεῖνα οὖλος, φησὶ, τὴν τρίχα, καὶ χαροπός: κριῷ γὰρ ἔχει τὴν ὥραν: τοιοῦτον δέ πως ὀφθῆναι τὸ ζῷον. Ἀλλὰ καὶ μεγαλόφρων:

 Καὶ οὐκ ἐπὶ τούτων ἵστανται μόνον, ἀλλὰ καὶ ὧν ἡ προαίρεσις ἑκάστου ἡμῶν κυρία (λέγω δὴ, τῶν ἐπιτηδευμάτων ἀρετῆς ἢ κακίας), καὶ τούτων τὰς αἰτίας τοῖ

 Πρὸς δὲ τὰ ἑξῆς τῶν ῥημάτων ἐπανέλθωμεν. Ἔστωσαν, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἴρηται ἡμῖν τὰ περὶ τῶν σημε

 Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους. Ἐπειδὴ τὸ μέγα τὸ μὲν ἀπόλυτον ἔχει τὴν ἔννοιαν: ὡς μέγας ὁ οὐρανὸς, καὶ μεγάλη ἡ γῆ, καὶ μεγάλη

 Κἀκεῖνο δέ σοι ἐναργὲς ἔστω τοῦ μεγέθους σημεῖον. Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ' οὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ τῆς

 Καὶ τὰ περὶ τὸν ἀέρα δὲ πάθη ταῖς μεταβολαῖς ταύτης συνδιατίθεται, ὡς μαρτυροῦσιν ἡμῖν αἵ τε κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφν

  ΟΜΙΛΙΑ ζʹ   Περὶ ἑρπετῶν 

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ κατὰ γένος. Μετὰ τὴν τῶν φωστήρω

 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος. Ἑκάστου γένους τὰς ἀπαρχὰς νῦν, οἱονεὶ σπέρματά τινα τῆς φύσεως, προβληθῆναι κελεύει: τὸ δὲ πλῆθος α

 Τροφὴ δὲ ἰχθύσιν ἄλλοις ἄλλη κατὰ γένος διωρισμένη. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται: οἱ δὲ τοῖς φυκίοις: ἄλλοι ταῖς βοτάναις ταῖς ἐντρεφομέναις τῷ ὕδατι ἀρκ

 Ἀλλ' οὐχ ἡμεῖς τοιοῦτοι. Πόθεν Οἵγε μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρατεμνόμεθα γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς

 Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐν πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρετὸν αὐτῷ καὶ

 Ἀκουέτω δὲ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης αὐτῷ παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη τὸν γάμον: σὺ τὸ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθ

  ΟΜΙΛΙΑ ηʹ   Περὶ πτηνῶν καὶ ἐνύδρων. 

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ἦλθε τὸ πρόσταγμα ὁδῷ βαδίζον,

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Διὰ τί ἡ γῆ ψυχὴν ζῶσαν ἐξάγει Ἵνα μάθῃς διαφορὰν ψυχῆς κτήνους καὶ ψυχῆς ἀνθρώπου. Μικρὸν ὕστερον γνώσῃ, πῶς ἡ ψυχὴ τοῦ

 Εἰσὶ μέντοι γενῶν διαφοραὶ μυρίαι καὶ ἐν τοῖς ὄρνισιν, ἃς ἐάν τις κατὰ τὸν αὐτὸν τρόπον ἐπίῃ καθ' ὃν ἐν μέρει καὶ τῆς τῶν ἰχθύων ἐξετάσεως ἐφηψάμεθα,

 Μυρίαι, ὡς ἔφαμεν, καὶ τῶν πράξεων καὶ τῶν βίων διαφοραί. Ἔστι δέ τινα καὶ πολιτικὰ τῶν ἀλόγων, εἴπερ πολιτείας ἴδιον, τὸ πρὸς ἓν πέρας κοινὸν συννεύε

 Πῶς ἄν σοι πάντα δι' ἀκριβείας ἐπέλθοιμι τὰ ἐν τοῖς βίοις τῶν ὀρνίθων ἰδιώματα Πῶς μὲν αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχοντα

 Τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτὲ συζευχθέντος

 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ἐπὶ μὲν τῆς γῆς ἐκελεύσθη πετάσθαι, διὰ τὸ πᾶσι

 Ἁπλῶς ἀναγινωσκόμενα τὰ ῥήματα τῆς Γραφῆς, συλλαβαί τινες εἰσι μικραί: Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ: ἐ

  ΟΜΙΛΙΑ θʹ   Περὶ χερσαίων. 

 Πῶς ὑμῖν ἡ ἑωθινὴ τῶν λόγων τράπεζα κατεφάνη Ἐμοὶ μὲν γὰρ ἐπῆλθεν εἰκάσαι τὰ ἐμαυτοῦ πένητός τινος ἑστιάτορος φιλοφροσύνῃ, ὃς τῶν εὐτραπέζων τις εἶνα

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν. Νόησον ῥῆμα Θεοῦ διὰ τῆς κτίσεως τρέχον, καὶ τότε ἀρξάμενον, καὶ μέχρι νῦν ἐνεργοῦν, καὶ εἰς

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Οὐ τοίνυν ἐναποκειμένη τῇ γῇ ἡ ψυχὴ τῶν ἀλόγων ἐξεφάνη, ἀλλ' ὁμοῦ τῷ προστάγματι συνυπέστη. Μία δὲ ψυχὴ τῶν ἀλόγων. Ἓν γὰρ

 Εἰσὶ δὲ καὶ παρ' ἡμῖν αἱ ἀρεταὶ κατὰ φύσιν, πρὸς ἃς ἡ οἰκείωσις τῆς ψυχῆς οὐκ ἐκ διδασκαλίας ἀνθρώπων, ἀλλ' ἐξ αὐτῆς τῆς φύσεως ἐνυπάρχει. Ὡς γὰρ οὐδε

 Ἀλλ' ἐπὶ τὴν θεωρίαν τῆς κτίσεως ἐπανίωμεν. Τὰ εὐαλωτότερα τῶν ζῴων, πολυγονώτερα. Διὰ τοῦτο πολυτόκοι λαγωοὶ, καὶ αἶγες ἄγριαι, καὶ πρόβατα ἄγρια διδ

 Πίστεώς ἐστιν ἀπόδειξις τὰ θηρία. Πέποιθας ἐπὶ Κύριον Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Καὶ ἔχεις τὴν διὰ πίστ

2. “  Let the earth bring forth grass yielding seed after his kind .” So that although some kind of grass is of service to animals, even their gain is our gain too, and seeds are especially designed for our use. Such is the true meaning of the words that I have quoted. “Let the earth bring forth grass, the herb yielding seed after his kind.” In this manner we can re-establish the order of the words, of which the construction seems faulty in the actual version, and the economy of nature will be rigorously observed. In fact, first comes germination, then verdure, then the growth of the plant, which after having attained its full growth arrives at perfection in seed.

How then, they say, can Scripture describe all the plants of the earth as seed-bearing, when the reed, couch-grass,  3  Triticum repens. mint, crocus, garlic, and the flowering rush and countless other species, produce no seed? To this we reply that many vegetables have their seminal virtue in the lower part and in the roots. The need, for example, after its annual growth sends forth a protuberance from its roots, which takes the place of seed for future trees. Numbers of other vegetables are the same and all over the earth reproduce by the roots. Nothing then is truer than that each plant produces its seed or contains some seminal virtue; this is what is meant by “after its kind.” So that the shoot of a reed does not produce an olive tree, but from a reed grows another reed, and from one sort of seed a plant of the same sort always germinates. Thus, all which sprang from the earth, in its first bringing forth, is kept the same to our time, thanks to the constant reproduction of kind.  4  On the history of this doctrine, of which Linnæus was the latest great exponent, and its contradiction in Darwin, see Haeckel’s Schöpfungsgeschichte, vol. i. ch. 2.

“Let the earth bring forth.” See how, at this short word, at this brief command, the cold and sterile earth travailed and hastened to bring forth its fruit, as it cast away its sad and dismal covering to clothe itself in a more brilliant robe, proud of its proper adornment and displaying the infinite variety of plants.

I want creation to penetrate you with so much admiration that everywhere, wherever you may be, the least plant may bring to you the clear remembrance of the Creator. If you see the grass of the fields, think of human nature, and remember the comparison of the wise Isaiah. “All flesh is grass, and all the goodliness thereof is as the flower of the field.” Truly the rapid flow of life, the short gratification and pleasure that an instant of happiness gives a man, all wonderfully suit the comparison of the prophet. To-day he is vigorous in body, fattened by luxury, and in the prime of life, with complexion fair like the flowers, strong and powerful and of irresistible energy; tomorrow and he will be an object of pity, withered by age or exhausted by sickness. Another shines in all the splendour of a brilliant fortune, and around him are a multitude of flatterers, an escort of false friends on the track of his good graces; a crowd of kinsfolk, but of no true kin; a swarm of servants who crowd after him to provide for his food and for all his needs; and in his comings and goings this innumerable suite, which he drags after him, excites the envy of all whom he meets. To fortune may be added power in the State, honours bestowed by the imperial throne, the government of a province, or the command of armies; a herald who precedes him is crying in a loud voice; lictors right and left also fill his subjects with awe, blows, confiscations, banishments, imprisonments, and all the means by which he strikes intolerable terror into all whom he has to rule. And what then? One night, a fever, a pleurisy, or an inflammation of the lungs, snatches away this man from the midst of men, stripped in a moment of all his stage accessories, and all this, his glory, is proved a mere dream. Therefore the Prophet has compared human glory to the weakest flower.

3 Triticum repens.
4 On the history of this doctrine, of which Linnæus was the latest great exponent, and its contradiction in Darwin, see Haeckel’s Schöpfungsgeschichte, vol. i. ch. 2.

Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα, φησὶ, κατὰ γένος. Ὥστε κἄν τι γένος βοτάνης ἑτέροις διαφέρῃ, κἀκείνων τὸ κέρδος πρὸς ἡμᾶς ἐπανέρχεται, καὶ ἡμῖν ἡ χρῆσις τῶν σπερμάτων ἀφώρισται: ὥστε εἶναι τὸν νοῦν τῶν εἰρημένων τοιοῦτον, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ σπέρμα σπεῖρον κατὰ γένος. Οὕτω γὰρ καὶ τὸ τῆς λέξεως ἀκόλουθον ἀποκαταστῆναι δυνήσεται, ἀκαταλλήλως νῦν τῆς συντάξεως ἔχειν δοκούσης, καὶ τὸ ἀναγκαῖον τῶν ὑπὸ τῆς φύσεως οἰκονομουμένων διασωθήσεται. Πρῶτον μὲν γὰρ βλάστησις, εἶτα χλοὴ, εἶτα χόρτου αὔξησις, εἶτα ὁ ἀπαρτισμὸς τῶν αὐξομένων διὰ τοῦ σπέρματος. Πῶς οὖν, φασὶ, πάντα εἶναι τὰ ἐκ τῆς γῆς φυόμενα σπερματικὰ ὁ λόγος ἐνδείκνυται, ὅπου γε οὔτε κάλαμος, οὔτε ἄγρωστις, οὔτε ἡ μίνθη, οὐ κρόκος, οὐ σκόροδον, οὐ βούτομον, οὐδ' ἄλλα μυρία γένη φυτῶν σπερματίζοντα φαίνεται; Πρὸς δὴ τοῦτό φαμεν, ὅτι πολλὰ τῶν φυομένων ἐκ τῆς γῆς ἐπὶ τοῦ πυθμένος καὶ τῆς ῥίζης ἔχει τὴν δύναμιν τῶν σπερμάτων. Ὥσπερ ὁ κάλαμος, μετὰ τὴν ἐπέτειον αὔξησιν, ἀπὸ τῆς ῥίζης ἀφίησί τινα προβολὴν, σπέρματος λόγον ἔχουσαν, πρὸς τὸ μέλλον. Τοῦτο δὲ ποιεῖ καὶ ἄλλα μυρία, ὅσα διὰ γῆς νεμόμενα ἐν ταῖς ῥίζαις τὴν διαδοχὴν κέκτηται. Ὥστε παντός ἐστιν ἀληθέστερον τὸ, ἑκάστῳ τῶν φυομένων ἢ σπέρμα εἶναι, ἢ δύναμίν τινα σπερματικὴν ἐνυπάρχειν. Καὶ τοῦτό ἐστι τὸ, Κατὰ γένος. Οὐ γὰρ ἡ προβολὴ τοῦ καλάμου ἐλαίας ἐστὶ ποιητικὴ, ἀλλὰ ἐκ καλάμου μὲν ἕτερος κάλαμος, ἐκ δὲ τῶν σπερμάτων τὰ συγγενῆ τοῖς καταβληθεῖσιν ἀποβλαστάνει. Καὶ οὕτω τὸ ἐν τῇ πρώτῃ γενέσει προβληθὲν παρὰ τῆς γῆς, μέχρι νῦν διασώζεται, τῇ ἀκολουθίᾳ τῆς διαδοχῆς φυλασσομένου τοῦ γένους. Βλαστησάτω ἡ γῆ. Νόησόν μοι ἐκ μικρᾶς φωνῆς, καὶ προστάγματος οὕτω βραχέος, τὴν κατεψυγμένην καὶ ἄγονον ὠδίνουσαν ἀθρόως καὶ πρὸς καρπογονίαν συγκινουμένην, ὥσπερ τινὰ σκυθρωπὴν καὶ πενθήρη ἀπορρίψασαν περιβολὴν, μεταμφιεννυμένην τὴν φαιδροτέραν καὶ τοῖς οἰκείοις κόσμοις ἀγαλλομένην, καὶ τὰ μυρία γένη τῶν φυομένων προβάλλουσαν. Βούλομαί σοι σφοδρότερον τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα, ἵν' ὅπου περ ἂν εὑρεθῇς, καὶ ὁποίῳ δήποτε γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιήσαντος τὴν ὑπόμνησιν. Πρῶτον μὲν οὖν ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, ὅτι Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος. Σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον ὁ αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς. Ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ: καὶ πλῆθος περὶ αὐτὸν κολάκων: δορυφορία φίλων προσποιητῶν τὴν ἀπ' αὐτοῦ χάριν θεραπευόντων: πλῆθος συγγενείας, καὶ ταύτης κατεσχηματισμένης: ἑσμὸς τῶν ἐφεπομένων μυρίος τῶν τε ἐπὶ σιτίων καὶ τῶν κατὰ τὰς χρείας αὐτῷ προσεδρευόντων, οὓς καὶ προϊὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενος ἐπίφθονός ἐστι τοῖς ἐντυγχάνουσι. Πρόσθες τῷ πλούτῳ καὶ πολιτικήν τινα δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμάς: ἢ ἐθνῶν ἐπιμέλειαν: ἢ στρατοπέδων ἡγεμονίαν: τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ: τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας τὰς πληγάς: τὰς δημεύσεις: τὰς ἀπαγωγάς: τὰ δεσμωτήρια, ἐξ ὧν ἀφόρητος ὁ παρὰ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; Μία νὺξ, ἢ πυρετὸς εἷς, ἢ πλευρῖτις, ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ' αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη. Ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατον ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης.