ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΟΜΙΛΙΑΙ θʹ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ   ΟΜΙΛΙΑ αʹ   Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐραν

 Πρέπουσα ἀρχὴ τῷ περὶ τῆς τοῦ κόσμου συστάσεως μέλλοντι διηγεῖσθαι, ἀρχὴν τῆς τῶν ὁρωμένων διακοσμήσεως προθεῖναι τοῦ λόγου. Οὐρανοῦ γὰρ καὶ γῆς ποίησ

 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἵστησί μου τὸν λόγον τὸ θαῦμα τῆς διανοίας. Τί πρῶτον εἴπω πόθεν ἄρξομαι τῆς ἐξηγήσεως Ἐλέγξω τῶν ἔ

 Μὴ οὖν ἄναρχα φαντάζου, ἄνθρωπε, τὰ ὁρώμενα, μηδὲ, ἐπειδὴ κυκλόσε περιτρέχει τὰ κατ' οὐρανὸν κινούμενα, ἡ δὲ τοῦ κύκλου ἀρχὴ τῇ προχείρῳ αἰσθήσει ἡμῶν

 Ἦπου αὐτοῖς ἡ περιουσία τῆς τοῦ κόσμου σοφίας προσθήκην οἴσει ποτὲ τῆς χαλεπῆς κατακρίσεως, ὅτι οὕτως ὀξὺ περὶ τὰ μάταια βλέποντες, ἑκόντες πρὸς τὴν σ

 Ἦν γάρ τι, ὡς ἔοικεν, καὶ πρὸ τοῦ κόσμου τούτου, ὃ τῇ μὲν διανοίᾳ ἡμῶν ἐστὶ θεωρητὸν, ἀνιστόρητον δὲ κατελείφθη, διὰ τὸ τοῖς εἰσαγομένοις ἔτι καὶ νηπί

 Τοσαυταχῶς οὖν λεγομένης τῆς ἀρχῆς, σκόπει εἰ μὴ πᾶσι τοῖς σημαινομένοις ἡ παροῦσα φωνὴ ἐφαρμόσει. Καὶ γὰρ ἀφ' οὗ χρόνου ἤρξατο ἡ τοῦ κόσμου τούτου σύ

 Ἐπειδὴ δὲ καὶ τῶν τεχνῶν αἱ μὲν ποιητικαὶ λέγονται, αἱ δὲ πρακτικαὶ, αἱ δὲ θεωρητικαί: καὶ τῶν μὲν θεωρητικῶν τέλος ἐστὶν ἡ κατὰ νοῦν ἐνέργεια: τῶν δὲ

 Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ περὶ τῆς οὐσίας ἔρευνα ἑκάστου τῶν ὄντων, ἢ τῶν κατὰ θεωρίαν ὑποπιπτόντων ἡμῖν, ἢ τῶν προκειμένων ἡ

 Ἐὰν δὲ ἕτερον σῶμα τῆς γῆς ἐμβριθέστερον ὑποθῇ κωλύειν τὴν γῆν πρὸς τὸ κάτω χωρεῖν, ἐνθυμηθήσῃ κἀκεῖνο ὁμοίου τινὸς δεῖσθαι τοῦ στέγοντος καὶ μὴ ἐῶντο

 Ἤδη δέ τινες τῶν φυσικῶν καὶ τοιαύταις αἰτίαις τὴν γῆν ἀκίνητον μένειν κατακομψεύονται. Ὡς ἄρα διὰ τὸ τὴν μέσην τοῦ παντὸς εἰληφέναι χώραν, καὶ διὰ τὴ

 Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ οὐρανοῦ εἴποιμεν, ὅτι πολυφωνότατοι πραγματεῖαι τοῖς σοφοῖς τοῦ κόσμου περὶ τῆς οὐρανίου φύσεως καταβέβληνται. Καὶ οἱ μὲν σύ

  ΟΜΙΛΙΑ βʹ.   Περὶ τοῦ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος 

 Μικροῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τοσοῦτον ἀποκεκρυμμένον τὸ βάθος τῆς διανοίας εὕρομεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπογνῶναι. Εἰ γὰρ τὰ προαύλια τῶν

 Ἀλλ' οἱ παραχαράκται τῆς ἀληθείας, οἱ οὐχὶ τῇ Γραφῇ τὸν ἑαυτῶν νοῦν ἀκολουθεῖν ἐκδιδάσκοντες, ἀλλὰ πρὸς τὸ οἰκεῖον βούλημα τὴν διάνοιαν τῶν Γραφῶν δια

 Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν: οὐκ ἐξ ἡμισείας ἑκάτερον, ἀλλ' ὅλον οὐρανὸν καὶ ὅλην γῆν, αὐτὴν τὴν οὐσίαν τῷ εἴδει συνειλημμένην. Οὐχὶ γὰρ σ

 Ἀλλὰ καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου: Πάλιν ἄλλαι μύθων ἀφορμαὶ, καὶ πλασμάτων δυσσεβεστέρων ἀρχαὶ πρὸς τὰς ἰδίας ὑπονοίας παρατρεπόντων τὰ ῥήματ

 Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει: μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου: ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Ἀεὶ γὰρ

 Καὶ Πνεῦμα Θεοῦ, φησὶν, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Εἴτε τοῦτο λέγει τὸ πνεῦμα, τοῦ ἀέρος τὴν χύσιν, δέξαι τὰ μέρη τοῦ κόσμου καταριθμοῦντά σοι τὸν συ

 Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς. Πρώτη φωνὴ Θεοῦ φωτὸς φύσιν ἐδημιούργησε, τὸ σκότος ἠφάνισε, τὴν κατήφειαν διέλυσε, τὸν κόσμον ἐφαίδρυνε, πᾶσιν ἀθρόως

 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Νῦν μὲν λοιπὸν μετὰ τὴν ἡλίου γένεσιν ἡμέρα ἐστὶν, ὁ ὑπὸ ἡλίου πεφωτισμένος ἀὴρ, ἐν τῷ

  ΟΜΙΛΙΑ γʹ.   Περὶ τοῦ στερεώματος. 

 Τὰ τῆς πρώτης ἡμέρας ἔργα, μᾶλλον δὲ τὰ τῆς μιᾶς: μὴ γὰρ οὖν ἀφελώμεθα αὐτῆς τὸ ἀξίωμα, ὃ ἐν τῇ φύσει ἔχει, παρὰ τοῦ κτίσαντος καθ' ἑαυτὴν ἐκδοθεῖσα,

 Καὶ εἶπεν ὁ Θεὸς γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἤδη καὶ χθὲς ἠκούσαμεν Θεοῦ ῥημάτων, Γενηθήτω

 Δεύτερόν ἐστιν ἐξετάσαι, εἰ ἕτερον παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὐρανὸν τὸ στερέωμα τοῦτο, ὃ καὶ αὐτὸ ἐπεκλήθη οὐρανὸς, καὶ εἰ ὅλως οὐρανοὶ δύο: ὅπερ

 Καὶ εἶπεν ὁ Θεός: γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα: καὶ διεχώρισ

 Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἐξηγήσεως τὸν λόγον ἐπαναγάγωμεν. Ἔστω διαχωρίζον, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἄπειρος μὲν ἦν, ὡς ἔοικε, τῶν ὑδάτων ἡ χ

 Περίβλεψαι πᾶσαν τὴν κτίσιν, καὶ ὄψει τοῦ θερμοῦ τὴν δύναμιν τοῖς ἐν γενέσει καὶ φθορᾷ πᾶσιν ἐνδυναστεύουσαν. Διὰ τοῦτο πολὺ τὸ ὕδωρ ὑπὲρ γῆς κεχυμένο

 Διὰ τοῦτο Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Εἴρηται τί τὸ σημαινόμενον παρὰ τῇ Γραφῇ τὸ τοῦ στερε

 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν: ὡς κυρίως μὲν ἑτέρῳ τῆς προσηγορίας ἐφαρμοζούσης, καθ' ὁμοίωσιν δὲ καὶ τούτου μεταλαμβάνοντος τῆς κλήσεως. Τε

 Ἡμῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδάτων, οἳ προφάσει ἀναγωγῆς, καὶ νοημάτων ὑψηλοτέρων, εἰς ἀλληγορίας κατ

 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐχὶ ὀφθαλμοῖς Θεοῦ τέρψιν παρέχει τὰ παρ' αὐτοῦ γινόμενα, οὐδὲ τοιαύτη παρ' αὐτῷ ἡ ἀποδοχὴ τῶν καλῶν, οἵα καὶ παρ' ἡμῖν:

  ΟΜΙΛΙΑ δʹ.   Περὶ συναγωγῆς τῶν ὑδάτων 

 Εἰσί τινες πόλεις παντοδαποῖς θεάμασι θαυματοποιῶν ἀπὸ βαθέος ὄρθρου μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις. Καὶ μέντοι καὶ μελῶν τινων κεκλασμένων κ

 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτως, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω το

 Συναχθήτω τὰ ὕδατα. Ἐκελεύσθη τρέχειν τῶν ὑδάτων ἡ φύσις, καὶ οὐδέποτε κάμνει τῷ προστάγματι ἐκείνῳ κατασπευδομένη διηνεκῶς. Τοῦτο δὲ λέγω, πρὸς τὴν ῥ

 Ἔπειτα ὁ εἰπὼν συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν, ἔδειξέ σοι, ὅτι πολλὰ ἦν κατὰ πολλοὺς τόπους διῃρημένα τὰ ὕδατα. Αἵ τε γὰρ τῶν ὀρῶν κοιλότητες,

 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Οὐκ εἶπε, καὶ ὀφθήτω ἡ γῆ, ἵνα μὴ πάλιν αὐτὴν ἀκατάσκευον ἐπιδείξῃ, πηλώδη

 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐκ αὐτὸ τοῦτο τερπνήν τινα ὄψιν θαλάσσης ὁ λόγος ἐνδείκνυται τῷ Θεῷ πεφηνέναι. Οὐ γὰρ ὀφθαλμοῖς βλέπει τὰ κάλλη τῆς κτίσε

 Καλὴ τοίνυν ἡ θάλασσα τῷ Θεῷ, καὶ διὰ τὴν ἐν τῷ βάθει τῆς ἰκμάδος ὑποδρομήν: καλὴ καὶ διότι ποταμῶν οὖσα δοχεῖον, εἰς ἑαυτὴν τὰ πανταχόθεν καταδέχεται

  ΟΜΙΛΙΑ εʹ.   Περὶ βλαστήσεως γῆς 

 Καὶ εἶπεν ὁ Θεός: βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν κατὰ γένος, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ.

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα, φησὶ, κατὰ γένος. Ὥστε κἄν τι γένος βοτάνης ἑτέροις διαφέρῃ, κἀκείνων τὸ κέρδος πρὸς ἡμᾶς ἐπανέρχεται,

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. Ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. Ἡ γὰρ βλ

 Τί εἴπω τί σιωπήσω Ἐν πλουσίοις τῆς κτίσεως θησαυροῖς ἄπορος μὲν ἡ εὕρεσις τοῦ τιμιωτέρου, δυσφορωτάτη δὲ ἡ ζημία τοῦ παρεθέντος. Βλαστησάτω ἡ γῆ βο

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Πόσην αὐτόματον λέγει τροφὴν ἐν τούτοις, τήν τε ἐν ῥίζαις, καὶ τὴν ἐν αὐτῇ τῇ βοτάνῃ, καὶ τὴν ἐν καρποῖς ἤδη πόσην δὲ

 Ἀλλὰ Καὶ ξύλον κάρπιμον, φησὶ, ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς. Ἐπὶ τούτῳ τῷ ῥήματι πᾶσαι μὲν λόχμ

 Ἀλλ' ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων. Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδει

 Τοιαῦται μὲν οὖν αἱ περὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν διαφοραὶ, ὡς ἐλάχιστα εἰπεῖν ἀπὸ πλείστων. Αὐτῶν δὲ τῶν καρπῶν τίς ἂν ἐπέλθοι τὴν ποικιλίαν, τὰ

 Καὶ τί δεῖ τὰ πόρρω λέγειν, ὅπου γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει ποιότητας Πικρότατον μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατον δὲ

 Βλαστησάτω ἡ γῆ. Τὸ μικρὸν τοῦτο πρόσταγμα εὐθὺς φύσις μεγάλη καὶ λόγος ἔντεχνος ἦν, θᾶττον τοῦ ἡμετέρου νοήματος τὰς μυρίας τῶν φυομένων ἰδιότητας ἐκ

  ΟΜΙΛΙΑ Ϛʹ   Περὶ γενέσεως φωστήρων. 

 Τὸν ἀθλητῶν θεατὴν μετέχειν τινὸς προσῆκε καὶ αὐτὸν εὐτονίας. Καὶ τοῦτο ἐκ τῶν πανηγυρικῶν θεσμῶν ἄν τις κατίδοι, οἳ τοὺς συγκαθεζομένους εἰς τὸ στάδι

 Καὶ εἶπεν ὁ Θεός: γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυ

 Καὶ μηδενὶ ἄπιστον εἶναι δοκείτω τὸ εἰρημένον, ὅτι ἄλλο μέν τι τοῦ φωτὸς ἡ λαμπρότης, ἄλλο δέ τι τὸ ὑποκείμενον τῷ φωτὶ σῶμα. Πρῶτον μὲν οὖν ἐκ τοῦ τὰ

 Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Ἀναγκαῖαι πρὸς τὸν ἀνθρώπινον βίον αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις. Ἐὰν μή

 Ἀλλ' οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγορίαν τῆς γενεθλιαλογίας τὸν λόγον ἕλκουσι, καὶ λέγουσι προσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν

 Οἷα δὲ καὶ τὰ ἀποτελεστικά Ὁ δεῖνα οὖλος, φησὶ, τὴν τρίχα, καὶ χαροπός: κριῷ γὰρ ἔχει τὴν ὥραν: τοιοῦτον δέ πως ὀφθῆναι τὸ ζῷον. Ἀλλὰ καὶ μεγαλόφρων:

 Καὶ οὐκ ἐπὶ τούτων ἵστανται μόνον, ἀλλὰ καὶ ὧν ἡ προαίρεσις ἑκάστου ἡμῶν κυρία (λέγω δὴ, τῶν ἐπιτηδευμάτων ἀρετῆς ἢ κακίας), καὶ τούτων τὰς αἰτίας τοῖ

 Πρὸς δὲ τὰ ἑξῆς τῶν ῥημάτων ἐπανέλθωμεν. Ἔστωσαν, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἴρηται ἡμῖν τὰ περὶ τῶν σημε

 Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους. Ἐπειδὴ τὸ μέγα τὸ μὲν ἀπόλυτον ἔχει τὴν ἔννοιαν: ὡς μέγας ὁ οὐρανὸς, καὶ μεγάλη ἡ γῆ, καὶ μεγάλη

 Κἀκεῖνο δέ σοι ἐναργὲς ἔστω τοῦ μεγέθους σημεῖον. Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ' οὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ τῆς

 Καὶ τὰ περὶ τὸν ἀέρα δὲ πάθη ταῖς μεταβολαῖς ταύτης συνδιατίθεται, ὡς μαρτυροῦσιν ἡμῖν αἵ τε κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφν

  ΟΜΙΛΙΑ ζʹ   Περὶ ἑρπετῶν 

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ κατὰ γένος. Μετὰ τὴν τῶν φωστήρω

 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος. Ἑκάστου γένους τὰς ἀπαρχὰς νῦν, οἱονεὶ σπέρματά τινα τῆς φύσεως, προβληθῆναι κελεύει: τὸ δὲ πλῆθος α

 Τροφὴ δὲ ἰχθύσιν ἄλλοις ἄλλη κατὰ γένος διωρισμένη. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται: οἱ δὲ τοῖς φυκίοις: ἄλλοι ταῖς βοτάναις ταῖς ἐντρεφομέναις τῷ ὕδατι ἀρκ

 Ἀλλ' οὐχ ἡμεῖς τοιοῦτοι. Πόθεν Οἵγε μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρατεμνόμεθα γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς

 Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐν πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρετὸν αὐτῷ καὶ

 Ἀκουέτω δὲ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης αὐτῷ παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη τὸν γάμον: σὺ τὸ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθ

  ΟΜΙΛΙΑ ηʹ   Περὶ πτηνῶν καὶ ἐνύδρων. 

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ἦλθε τὸ πρόσταγμα ὁδῷ βαδίζον,

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Διὰ τί ἡ γῆ ψυχὴν ζῶσαν ἐξάγει Ἵνα μάθῃς διαφορὰν ψυχῆς κτήνους καὶ ψυχῆς ἀνθρώπου. Μικρὸν ὕστερον γνώσῃ, πῶς ἡ ψυχὴ τοῦ

 Εἰσὶ μέντοι γενῶν διαφοραὶ μυρίαι καὶ ἐν τοῖς ὄρνισιν, ἃς ἐάν τις κατὰ τὸν αὐτὸν τρόπον ἐπίῃ καθ' ὃν ἐν μέρει καὶ τῆς τῶν ἰχθύων ἐξετάσεως ἐφηψάμεθα,

 Μυρίαι, ὡς ἔφαμεν, καὶ τῶν πράξεων καὶ τῶν βίων διαφοραί. Ἔστι δέ τινα καὶ πολιτικὰ τῶν ἀλόγων, εἴπερ πολιτείας ἴδιον, τὸ πρὸς ἓν πέρας κοινὸν συννεύε

 Πῶς ἄν σοι πάντα δι' ἀκριβείας ἐπέλθοιμι τὰ ἐν τοῖς βίοις τῶν ὀρνίθων ἰδιώματα Πῶς μὲν αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχοντα

 Τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτὲ συζευχθέντος

 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ἐπὶ μὲν τῆς γῆς ἐκελεύσθη πετάσθαι, διὰ τὸ πᾶσι

 Ἁπλῶς ἀναγινωσκόμενα τὰ ῥήματα τῆς Γραφῆς, συλλαβαί τινες εἰσι μικραί: Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ: ἐ

  ΟΜΙΛΙΑ θʹ   Περὶ χερσαίων. 

 Πῶς ὑμῖν ἡ ἑωθινὴ τῶν λόγων τράπεζα κατεφάνη Ἐμοὶ μὲν γὰρ ἐπῆλθεν εἰκάσαι τὰ ἐμαυτοῦ πένητός τινος ἑστιάτορος φιλοφροσύνῃ, ὃς τῶν εὐτραπέζων τις εἶνα

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν. Νόησον ῥῆμα Θεοῦ διὰ τῆς κτίσεως τρέχον, καὶ τότε ἀρξάμενον, καὶ μέχρι νῦν ἐνεργοῦν, καὶ εἰς

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Οὐ τοίνυν ἐναποκειμένη τῇ γῇ ἡ ψυχὴ τῶν ἀλόγων ἐξεφάνη, ἀλλ' ὁμοῦ τῷ προστάγματι συνυπέστη. Μία δὲ ψυχὴ τῶν ἀλόγων. Ἓν γὰρ

 Εἰσὶ δὲ καὶ παρ' ἡμῖν αἱ ἀρεταὶ κατὰ φύσιν, πρὸς ἃς ἡ οἰκείωσις τῆς ψυχῆς οὐκ ἐκ διδασκαλίας ἀνθρώπων, ἀλλ' ἐξ αὐτῆς τῆς φύσεως ἐνυπάρχει. Ὡς γὰρ οὐδε

 Ἀλλ' ἐπὶ τὴν θεωρίαν τῆς κτίσεως ἐπανίωμεν. Τὰ εὐαλωτότερα τῶν ζῴων, πολυγονώτερα. Διὰ τοῦτο πολυτόκοι λαγωοὶ, καὶ αἶγες ἄγριαι, καὶ πρόβατα ἄγρια διδ

 Πίστεώς ἐστιν ἀπόδειξις τὰ θηρία. Πέποιθας ἐπὶ Κύριον Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Καὶ ἔχεις τὴν διὰ πίστ

6. Beasts bear witness to the faith. Hast thou confidence in the Lord? “Thou shalt walk upon the asp and the basilisk and thou shalt trample under feet the lion and the dragon.”  33  cf. Ps. xci. 13. With faith thou hast the power to walk upon serpents and scorpions. Do you not see that the viper which attached itself to the hand of Paul, whilst he gathered sticks, did not injure him, because it found the saint full of faith? If you have not faith, do not fear beasts so much as your faithlessness, which renders you susceptible of all corruption. But I see that for a long time you have been asking me for an account of the creation of man, and I think I can hear you all cry in your hearts, We are being taught the nature of our belongings, but we are ignorant of ourselves. Let me then speak of it, since it is necessary, and let me put an end to my hesitation. In truth the most difficult of sciences is to know one’s self. Not only our eye, from which nothing outside us escapes, cannot see itself; but our mind, so piercing to discover the sins of others, is slow to recognise its own faults.  34  cf. St. Matt. vii. 3. Thus my speech, after eagerly investigating what is external to myself, is slow and hesitating in exploring my own nature. Yet the beholding of heaven and earth does not make us know God better than the attentive study of our being does; I am, says the Prophet, fearfully and wonderfully made;  35  cf. Ps. cxxxix. 14. that is to say, in observing myself I have known Thy infinite wisdom.  36  “E cœlo descendit γνῶθι σεαυτόν” (Juv. xi. 27). Socrates, Chilo, Thales, Cleobulus, Bias, Pythagoras, have all been credited with the saying. “On reconnaît ici le précepte fécond de l’école socratique. L’église chrétienne s’en empara comme de tout ce qu’elle trouvait de grand et de bon dans l’ancienne Grèce. Fialon. St. Basil has a Homily on the text πρόσεχε σεαυτῷ (Deut. xv. 9, lxx.) And God said “Let us make man.”  37  Gen. i. 26. Does not the light of theology shine, in these words, as through windows; and does not the second Person show Himself in a mystical way, without yet manifesting Himself until the great day? Where is the Jew who resisted the truth and pretended that God was speaking to Himself? It is He who spoke, it is said, and it is He who made. “Let there be light and there was light.” But then their words contain a manifest absurdity. Where is the smith, the carpenter, the shoemaker, who, without help and alone before the instruments of his trade, would say to himself; let us make the sword, let us put together the plough, let us make the boot? Does he not perform the work of his craft in silence? Strange folly, to say that any one has seated himself to command himself, to watch over himself, to constrain himself, to hurry himself, with the tones of a master! But the unhappy creatures are not afraid to calumniate the Lord Himself. What will they not say with a tongue so well practised in lying? Here, however, words stop their mouth; “And God said let us make man.” Tell me; is there then only one Person? It is not written “Let man be made,” but, “Let us make man.” The preaching of theology remains enveloped in shadow before the appearance of him who was to be instructed, but, now, the creation of man is expected, that faith unveils herself and the dogma of truth appears in all its light. “Let us make man.” O enemy of Christ, hear God speaking to His Co-operator, to Him by Whom also He made the worlds, Who upholds all things by the word of His power.  38  cf. Heb. i. 2, 3. But He does not leave the voice of true religion without answer. Thus the Jews, race hostile to truth, when they find themselves pressed, act like beasts enraged against man, who roar at the bars of their cage and show the cruelty and the ferocity of their nature, without being able to assuage their fury. God, they say, addresses Himself to several persons; it is to the angels before Him that He says, “Let us make man.” Jewish fiction! a fable whose frivolity shows whence it has come. To reject one person, they admit many. To reject the Son, they raise servants to the dignity of counsellors; they make of our fellow slaves the agents in our creation. The perfect man attains the dignity of an angel; but what creature can be like the Creator? Listen to the continuation. “In our image.” What have you to reply? Is there one image of God and the angels? Father and Son have by absolute necessity the same form, but the form is here understood as becomes the divine, not in bodily shape, but in the proper qualities of Godhead. Hear also, you who belong to the new concision  39  Phil. iii. 2. and who, under the appearance of Christianity, strengthen the error of the Jews.  40  The Arians. To Whom does He say, “in our image,” to whom if it is not to Him who is “the brightness of His glory and the express image of His person,”  41  Heb. i. 3. “the image of the invisible God”?  42  Col. i. 15. It is then to His living image, to Him Who has said “I and my Father are one,”  43  John x. 30. “He that hath seen me hath seen the Father,”  44  John xiv. 9. that God says “Let us make man in our image.” Where is the unlikeness  45  τὸ ἀνόμοιον. Arius had taught that the Persons are ἀνόμοιοι πάμπαν ἀλλήλων. in these Beings who have only one image? “So God created man.”  46  Gen. i. 27. It is not “They made.” Here Scripture avoids the plurality of the Persons. After having enlightened the Jew, it dissipates the error of the Gentiles in putting itself under the shelter of unity, to make you understand that the Son is with the Father, and guarding you from the danger of polytheism. He created him in the image of God. God still shows us His co-operator, because He does not say, in His image, but in the image of God.

If God permits, we will say later in what way man was created in the image of God, and how he shares this resemblance. Today we say but only one word. If there is one image, from whence comes the intolerable blasphemy of pretending that the Son is unlike the Father? What ingratitude! You have yourself received this likeness and you refuse it to your Benefactor! You pretend to keep personally that which is in you a gift of grace, and you do not wish that the Son should keep His natural likeness to Him who begat Him.

But evening, which long ago sent the sun to the west, imposes silence upon me. Here, then, let me be content with what I have said, and put my discourse to bed. I have told you enough up to this point to excite your zeal; with the help of the Holy Spirit I will make for you a deeper investigation into the truths which follow. Retire, then, I beg you, with joy, O Christ-loving congregation, and, instead of sumptuous dishes of various delicacies, adorn and sanctify your tables with the remembrance of my words. May the Anomœan be confounded, the Jew covered with shame, the faithful exultant in the dogmas of truth, and the Lord glorified, the Lord to Whom be glory and power, world without end. Amen.

33 cf. Ps. xci. 13.
34 cf. St. Matt. vii. 3.
35 cf. Ps. cxxxix. 14.
36 “E cœlo descendit γνῶθι σεαυτόν” (Juv. xi. 27). Socrates, Chilo, Thales, Cleobulus, Bias, Pythagoras, have all been credited with the saying. “On reconnaît ici le précepte fécond de l’école socratique. L’église chrétienne s’en empara comme de tout ce qu’elle trouvait de grand et de bon dans l’ancienne Grèce. Fialon. St. Basil has a Homily on the text πρόσεχε σεαυτῷ (Deut. xv. 9, lxx.)
37 Gen. i. 26.
38 cf. Heb. i. 2, 3.
39 Phil. iii. 2.
40 The Arians.
41 Heb. i. 3.
42 Col. i. 15.
43 John x. 30.
44 John xiv. 9.
45 τὸ ἀνόμοιον. Arius had taught that the Persons are ἀνόμοιοι πάμπαν ἀλλήλων.
46 Gen. i. 27.

Πίστεώς ἐστιν ἀπόδειξις τὰ θηρία. Πέποιθας ἐπὶ Κύριον; Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Καὶ ἔχεις τὴν διὰ πίστεως ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἢ οὐχ ὁρᾷς ὅτι φρυγανιζομένῳ τῷ Παύλῳ ἐνάψας ὁ ἔχις οὐδεμίαν προσετρίψατο βλάβην, διὰ τὸ πλήρη πίστεως εὑρεθῆναι τὸν ἅγιον; Εἰ δὲ ἄπιστος εἶ, φοβοῦ μὴ μᾶλλον τὸ θηρίον ἢ τὴν σεαυτοῦ ἀπιστίαν, δι' ἧς πάσῃ φθορᾷ σεαυτὸν εὐάλωτον κατεσκεύασας. Ἀλλὰ γὰρ αἰσθάνομαι πάλαι τὰ περὶ τῆς τοῦ ἀνθρώπου γενέσεως ἀπαιτούμενος, καὶ μονονουχὶ ἀκούειν δοκῶ μοι τῶν ἀκροατῶν ἐν ταῖς καρδίαις καταβοώντων, ὅτι τὰ μὲν ἡμέτερα ὁποῖά τινά ἐστι τὴν φύσιν διδασκόμεθα, ἡμᾶς δὲ αὐτοὺς ἀγνοοῦμεν. Ἀνάγκη οὖν εἰπεῖν, τὸν κατέχοντα ἡμᾶς ὄκνον παρωσαμένους. Τῷ ὄντι γὰρ ἔοικε πάντων εἶναι χαλεπώτατον ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνον ὀφθαλμὸς τὰ ἔξω βλέπων ἐφ' ἑαυτὸν οὐ κέχρηται τῷ ὁρᾶν, ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς, ὀξέως τὸ ἀλλότριον ἁμάρτημα καταβλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττωμάτων ἐπίγνωσιν. Διὰ τοῦτο καὶ νῦν ὁ λόγος, ὀξέως ἐπελθὼν τὰ ἀλλότρια, νωθρός ἐστι καὶ ὄκνου πλήρης πρὸς τὴν τῶν οἰκείων ἐξέτασιν: καίτοι οὐ μᾶλλον ἐξ οὐρανοῦ καὶ γῆς τὸν Θεὸν ἔστιν ἐπιγνῶναι, ἢ καὶ ἐκ τῆς οἰκείας ἡμῶν κατασκευῆς, τόν γε συνετῶς ἑαυτὸν ἐξετάσαντα: ὥς φησιν ὁ προφήτης: Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ: τουτέστιν, ἐμαυτὸν καταμαθὼν, τὸ ὑπερβάλλον τῆς ἐν σοὶ σοφίας ἐξεδιδάχθην. Καὶ εἶπεν ὁ Θεὸς, ποιήσωμεν ἄνθρωπον. Ποῦ μοι ὁ Ἰουδαῖος, ὃς, ἐν τοῖς κατόπιν, ὥσπερ διὰ θυρίδων τινῶν, τοῦ τῆς θεολογίας φωτὸς διαλάμποντος, καὶ δευτέρου προσώπου τοῦ ὑποδεικνυμένου μὲν μυστικῶς, οὔπω δὲ ἐναργῶς ἐκφανέντος, πρὸς τὴν ἀλήθειαν ἀπεμάχετο, αὐτὸν ἑαυτῷ λέγων τὸν Θεὸν διαλέγεσθαι; Αὐτὸς γὰρ εἶπε, φησὶ, καὶ αὐτὸς ἐποίησε. Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Ἦν μὲν οὖν καὶ τότε πρόχειρος ἐν τοῖς παρ' αὐτῶν λεγομένοις ἡ ἀτοπία. Τίς γὰρ χαλκεὺς, ἢ τέκτων, ἢ σκυτοτόμος, ἐπὶ τῶν ὀργάνων τῆς τέχνης μόνος καθήμενος, οὐδενὸς αὐτῷ συνεργοῦντος, λέγει αὐτὸς ἑαυτῷ, ποιήσωμεν τὴν μάχαιραν, ἢ συμπήξωμεν τὸ ἄροτρον, ἢ ἀπεργασώμεθα τὸ ὑπόδημα: ἀλλ' οὐχὶ σιωπῇ τὴν ἐπιβάλλουσαν ἐνέργειαν ἐκτελεῖ; Φλυαρία γὰρ τῷ ὄντι δεινὴ, ἄρχοντά τινα ἑαυτοῦ καὶ ἐπιστάτην καθῆσθαι, δεσποτικῶς ἑαυτοῦ καὶ σφοδρῶς κατασπεύδοντα. Ἀλλ' ὅμως οἱ αὐτὸν τὸν Κύριον συκοφαντῆσαι μὴ κατοκνήσαντες, τί οὐκ ἂν εἴποιεν γεγυμνασμένην πρὸς τὸ ψεῦδος τὴν γλῶσσαν ἔχοντες; Ἡ μέντοι παροῦσα φωνὴ παντελῶς αὐτῶν ἀποφράσσει τὸ στόμα. Καὶ εἶπεν ὁ Θεὸς, ποιήσωμεν ἄνθρωπον. Μὴ καὶ νῦν, εἰπέ μοι, μεμονωμένον ἐστὶ τὸ πρόσωπον; Οὐ γὰρ γέγραπται, γενηθήτω ἄνθρωπος, ἀλλὰ, Ποιήσωμεν ἄνθρωπον. Ἕως οὔπω ὁ διδασκόμενος παρεφαίνετο, ἐν βάθει ἐκεκάλυπτο τῆς θεολογίας τὸ κήρυγμα: ὅτε λοιπὸν ἀνθρώπου γένεσις προσδοκᾶται, παραγυμνοῦται ἡ πίστις, καὶ τρανότερον παραδηλοῦται τῆς ἀληθείας τὸ δόγμα. Ποιήσωμεν ἄνθρωπον. Ἀκούεις, ὦ χριστομάχε, ὅτι τῷ κοινωνῷ τῆς δημιουργίας προσδιαλέγεται, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ὃς φέρει τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ἀλλ' οὐ γὰρ ἡσυχῇ παραδέχεται τὸν λόγον τῆς εὐσεβείας: ὥσπερ δὲ τῶν θηρίων τὰ μισανθρωπότατα, ἐπειδὰν τοῖς ζώγροις ἐναποκλεισθῇ, περιβρύχεται τοῖς κυλίνδροις, τὸ μὲν πικρὸν καὶ ἀνήμερον τῆς φύσεως ἐνδεικνύμενα, ἐκπληρῶσαι δὲ τὴν μανίαν οὐκ ἔχοντα: οὕτω καὶ τὸ ἐχθρὸν τῆς ἀληθείας γένος οἱ Ἰουδαῖοι στενοχωρούμενοι, πολλὰ, φασὶν, ἐστὶ τὰ πρόσωπα πρὸς οὓς ὁ λόγος γέγονε τοῦ Θεοῦ. Τοῖς ἀγγέλοις γὰρ λέγει τοῖς παρεστῶσιν αὐτῷ, Ποιήσωμεν ἄνθρωπον. Ἰουδαϊκὸν τὸ πλάσμα, τῆς ἐκεῖθεν εὐκολίας τὸ μυθολόγημα: ἵνα τὸν ἕνα μὴ παραδέξωνται, μυρίους εἰσάγουσι. Καὶ τὸν Υἱὸν ἀθετοῦντες, οἰκέταις τὸ τῆς συμβουλίας ἀξίωμα περιάπτουσι: καὶ τοὺς ὁμοδούλους ἡμῶν κυρίους ποιοῦσι τῆς ἡμετέρας δημιουργίας. Τελειούμενος ἄνθρωπος πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν ἀνάγεται. Ποῖον δὲ δημιούργημα ἴσον δύναται εἶναι τῷ κτίσαντι; Σκόπει δὲ καὶ τὰ ἐφεξῆς, Κατ' εἰκόνα ἡμετέραν. Τί λέγεις πρὸς τοῦτο; Μὴ καὶ εἰκὼν μία Θεοῦ καὶ ἀγγέλων; Υἱοῦ μὲν γὰρ καὶ Πατρὸς πᾶσα ἀνάγκη τὴν αὐτὴν εἶναι μορφήν: θεοπρεπῶς δηλονότι τῆς μορφῆς νοουμένης, οὐκ ἐν σχήματι σωματικῷ, ἀλλ' ἐν τῷ ἰδιώματι τῆς θεότητος. Ἄκουε καὶ σὺ ὁ ἐκ τῆς νέας κατατομῆς, ὁ τὸν Ἰουδαϊσμὸν πρεσβεύων ἐν Χριστιανισμοῦ προσποιήσει. Τίνι λέγει, Κατ' εἰκόνα ἡμετέραν; Τίνι ἄλλῳ γε, ἢ τῷ ἀπαυγάσματι τῆς δόξης, καὶ χαρακτῆρι τῆς ὑποστάσεως αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου; Τῇ ἰδίᾳ τοίνυν εἰκόνι τῇ ζώσῃ, τῇ εἰπούσῃ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα: ταύτῃ λέγει, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Ὅπου μία εἰκὼν, ποῦ τὸ ἀνόμοιον; Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον. Οὐχὶ, ἐποίησαν. Ἔφυγεν ἐνταῦθα τὸν πληθυσμὸν τῶν προσώπων. Δι' ἐκείνων μὲν τὸν Ἰουδαῖον παιδεύων, διὰ τούτων δὲ τὸν Ἑλληνισμὸν ἀποκλείων, ἀσφαλῶς ἀνέδραμεν ἐπὶ τὴν μονάδα, ἵνα καὶ Υἱὸν νοῇς μετὰ Πατρὸς, καὶ τῆς πολυθεΐας ἐκφύγῃς τὸ ἐπικίνδυνον. Ἐν εἰκόνι Θεοῦ ἐποίησεν αὐτόν. Πάλιν τοῦ συνεργοῦ τὸ πρόσωπον παρεισήγαγεν. Οὐ γὰρ εἶπεν, ἐν εἰκόνι ἑαυτοῦ, ἀλλ', Ἐν εἰκόνι Θεοῦ. Ἐν τίνι μὲν οὖν ἔχει τὸ κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος, καὶ πῶς μεραλαμβάνει τοῦ καθ' ὁμοίωσιν, ἐν τοῖς ἐφεξῆς, Θεοῦ διδόντος, εἰρήσεται. Νῦν δὲ τοσοῦτον λεγέσθω, ὅτι εἰ μία εἰκὼν, πόθεν σοι ἐπῆλθεν ἀφόρητα δυσσεβεῖν, ἀνόμοιον λέγοντι τὸν Υἱὸν τῷ Πατρί; Ὢ τῆς ἀχαριστίας: ἧς μετέλαβες ὁμοιότητος, ταύτης οὐ μεταδίδως τῷ εὐεργέτῃ; καὶ σαυτῷ μὲν κύρια μένειν τὰ ἐκ τῆς χάριτος παρασχεθέντα νομίζεις, τῷ δὲ Υἱῷ τὴν ἐκ φύσεως ὁμοιότητα πρὸς τὸν γεννήσαντα ἔχειν οὐκ ἐπιτρέπεις; Ἀλλὰ σιωπὴν γὰρ ἡμῖν ἐπιτάσσει λοιπὸν ἡ ἑσπέρα πάλαι πρὸς δυσμὰς τὸν ἥλιον παραπέμψασα. Ἐνταῦθα δὴ οὖν τὸν λόγον καὶ ἡμεῖς κατευνάσωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις. Νῦν μὲν οὖν ὅσον διεγεῖραι ὑμῶν τὸν ζῆλον τοῦ λόγου παρηψάμεθα: τὴν δὲ τελειοτέραν περὶ τῶν προκειμένων ἐξέτασιν ἐν τοῖς ἑξῆς ἀποδώσομεν, τῇ συνεργίᾳ τοῦ Πνεύματος. Ἄπιτέ μοι χαίροντες, ἡ φιλόχριστος ἐκκλησία, ἀντὶ παντὸς ὄψου πολυτελοῦς καὶ τῶν ποικίλων καρυκευμάτων τῇ μνήμῃ τῶν εἰρημένων τὰς σεμνὰς ὑμῶν κατακοσμοῦντες τραπέζας. Καταισχυνέσθω ὁ ἀνόμοιος, ἐντρεπέσθω ὁ Ἰουδαῖος, ἀγαλλέσθω τοῖς δόγμασι τῆς ἀληθείας ὁ εὐσεβὴς, δοξαζέσθω ὁ Κύριος, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.